βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
φρονίμους καὶ σοφοὺς τῶν Αἰγυπτίων ἀφίκετο, πολυπειρίαν καὶ φυσιολογίαν ἀκριβεστέραν μαθησόμενος, ὡς Ἕλληνες ἱστοροῦσιν· ἔμαθε δὲ παρ' Ἐβραίοις καὶ θεολο γίαν, εἰ καὶ μὴ σαφεστάτην καὶ ἀκραιφνῆ, καθὼς παρειλήφει διὰ τὴν προκατέχουσαν αὐτὸν δεινὴν ἀθεΐαν καὶ χαλεπὴν ἔτι πλάνην ἀκμάζουσαν, ἀλλ' οὖν ἐξηγήσατο· καὶ γὰρ τὰ Μωσαϊκὰ σφετερι σάμενος ἱερὰ πάμπολλα καὶ μεταφράσας λόγια, ταύτῃ τοι πειρᾶται λεληθότως αἰνιγματωδῶς ποιεῖ σθαι τὴν ἀφήγησιν· ὅθεν καὶ πρός τινα τοῦτο δὴ παρυπεμφαίνων εὖ μάλα ἔφη· "Φραστέον δή σοι δι' αἰνιγμάτων, ἵν' ἄν τι ἡ δέλτος ἢ πόντου ἢ γῆς ἐν πτυχαῖς πάθῃ, ὁ ἀναγνοὺς μὴ γνῷ· ὧδε γὰρ ἔχει· Περὶ τὸν πάντων βασιλέα πάντα ἐστὶ καὶ ἐκείνου εἵνεκα πάντα, καὶ ἐκεῖνο πάντων τῶν κα λῶν αἴτιον, δεύτερον δὲ περὶ τὰ δεύτερα, καὶ τρίτον 110.136 περὶ τὰ τρίτα." ̣10 ̣ Καὶ ἁπλῶς, ἵνα συλλήβδην περὶ τῶν αὐτῶν αὖθις κεφαλαιωδῶς εἴπω καὶ περι ληπτικῶς, πολλὰ μὲν οὖν καὶ παντοδαπὰ 63 τῶν δυσσεβῶν αἱρουμένων τὰ στίφη καὶ διαφόρα τῆς βλασφημίας τὰ βέλη, πολυσχιδὲς δὲ καὶ ποικίλον τὸ ψεῦδος τῷ τερπνῷ τοῦ μυθώδους κεράσασα καὶ οἷον κυκεῶνα κατασκευάσασα, τῆς πολυθέου πλάνης τὴν μέθην τοῖς ἀνθρώποις προσήνεγκεν· ἡ δὲ σο φιστικὴ ἐν τρίβωνι λευκῷ καὶ πώγωνι μακρῷ καὶ κόμῃ κεφαλῆς τὴν φιλοσοφίαν ὁριζομένη, τῆς ποιη τικῆς θεολογίας τὸ καταγέλαστον ὁρῶσα, ἑτέρας πλάνης ἐνενόησεν ἀτραποὺς, εἰς αὐτὸ τὸ ποιητικὸν ἐκεῖνο βάραθρον ἀπαγούσας. Οἱ μὲν γὰρ τῇ κομ ψείᾳ τοῦ λόγου καὶ τῇ τῶν ἐνθυμημάτων δεινότητι τῇ ποιητικῇ τὴν περὶ τῶν θεῶν αἰσχρουργίαν καὶ αἰσχρολογίαν ἐκάλυψαν· οἱ δὲ τοῖς πάθεσι τὴν θείαν προσηγορίαν ἔθεσαν, καὶ τὴν μὲν ἡδονὴν, ὡς ἔφην, Ἀφροδίτην ὠνόμασαν, Ἄρεα δὲ τὸν θυμὸν, τὴν δὲ μέθην ∆ιόνυσον, Ἑρμῆν δὲ τὴν κλοπὴν, τὴν δὲ φρόνησιν Ἀθηνᾶν, καὶ τοιαῦτά τινα μετὰ ἀλαζονι κῆς ὀφρύος καὶ τῆς Ἀττικῆς στωμυλίας τερατευόμε νοι, τοὺς πολλοὺς τῶν ἀνθρώπων εἰς ἑτέραν εἴδους ἀπάτην μετήγαγον· καὶ οἱ φιλοσοφεῖν ὑπισχνούμενοι καὶ τὴν ἀπὸ τοῦ σχήματος τιμὴν παρὰ πάντων δρε πόμενοι ̣8a ̣ καὶ τῶν παθῶν κρατεῖν ἐπαγγελλόμε νοι προσκυνεῖν τὰ πάθη τοὺς ἀνθρώπους ἀνέπεισαν, καὶ τὸν αὐτοκράτορα νοῦν τῶν παθῶν καὶ ἡνίοχον θύειν ἐπιθυμίᾳ, καὶ θυμῷ, καὶ κλοπῇ, καὶ μέθῃ, καὶ τοῖς ἄλλοις πάθεσιν, ἀνοήτως πεπείκασιν. ̣11 ̣ Ἄλλοι δὲ πάλιν οὐδὲν ὑπὲρ τὰ ὁρώμενα νοῆσαι δυνη θέντες, ἀλλὰ τοῖς αἰσθητοῖς τὸν νοῦν ἐγκαθείρξαντες, τὰ τοῖς ὀφθαλμοῖς εἰς θέαν προκείμενα, θεοὺς προσηγόρευσαν, καὶ τὸ σεπτὸν ὄνομα καὶ φρίκην ἐμποιοῦν τοῖς ἀκούουσιν οἱ μὲν τοῖς στοιχείοις, οἱ δὲ τοῖς μέρεσι τούτων ἐπέθηκαν· καὶ οἱ μὲν ἀπὸ ταὐτομάτου γεγενῆσθαι τὸν κόσμον, οἱ δὲ πολλοὺς θεοὺς ἀνθ' ἑνὸς ἐφαντάσθησαν· καὶ οἱ μὲν μὴ εἶναι παντελῶς τὸ Θεῖον, οἱ δὲ εἶναι μὲν, οὐδενὸς δὲ τῶν ὄντων ἐπιμελεῖσθαι· οἱ δὲ ἐπιμελεῖσθαι μὲν ἔφασαν, σμικρῷ λόγῳ δὲ τοῦτο ποιεῖν καὶ τῇ σελήνῃ περι ορίζειν τὴν πρόνοιαν, τὸ δὲ λοιπὸν τοῦ κόσμου μέρος, ὡς ἔτυχε, φέρεσθαι τῇ τῆς Εἱμαρμένης ἀνάγκῃ δουλεύειν βεβιασμένον. ̣12 ̣ ∆ιὰ δὴ τούτων καὶ τῶν τοιούτων σαφῶς ἔγνωμεν, ὡς οὐ μόνον ἀλλήλους, ἀλλά 64 γε καὶ σφίσιν αὐτοῖς περὶ τῶν αὐτῶν ἐναν τία γεγράφασι καὶ μεγίστων διαφωνίαν φιλοδοξίᾳ τε καὶ κακουργίᾳ πιεζόμενοι πρὸς ἀλλήλους εἰργά σαντο καὶ τὴν οἰκουμένην ἐτάραξαν καὶ σὺν ἑαυτοῖς πολλοὺς ἀπώλεσαν. ̣15 ̣ Τοσαύτη γοῦν πάλαι πλάνη κατεῖχε τὸν κόσμον· ἀλλὰ ταύτην ἄρδην ἠφάνισε καὶ πάμπαν ἐξήλασε προδήλως ὁ παρ' ἡμῶν προσκυνούμενος Κύριος. Καὶ μαρτυρεῖ τῷ λόγῳ τὰ πράγματα, γῆ τε 110.137 καὶ θάλασσα, τῆς προτέρας ἀγνοίας καὶ δυσσεβείας ἀπηλλαγμέναι, πεπαυμένης τῶν εἰδώλων τῆς πλά νης, τῆς ἀγνοίας ὁ ζόφος ἐληλαμένος, τοῦ φωτὸς τῆς γνώσεως αἱ ἀκτῖνες τὴν οἰκουμένην ἐμπλήσασαι, Ἕλληνές τε καὶ Ῥωμαῖοι καὶ Βάρβαροι τὸν ἐσταυρωμένον θεολογοῦντες καὶ ἀντὶ τῶν πολλῶν καὶ ψευδωνύμων θεῶν τῇ Τριάδι μόνῃ λατρεύοντες, τὰ δὲ τῶν δαιμόνων τεμένη ἄρδην ἀπολλύοντες· οἱ βωμοὶ τῶν εἰδώλων ἐκ βάθρων ἀνεσπασμένοι, ἐκκλησίαι περιφανεῖς πανταχοῦ δεδομημέναι, ἐν πόλεσιν, ἐν κώμαις,