ὑφηγητήν, οὕτω κἀκεῖσε τῶν οἰκονομημάτων διαιτητήν, ἵνα σοι ἁρμόσω καὶ πρὸς ἀμφότερα, λέγων τε πράξεις τὰς σὰς καὶ πράττων τοὺς λόγους τῆς σῆς οἰκονομίας καὶ κρίσεως. Τούτων ἔχοι τις ἂν πλέον εἰπεῖν; ἐπ' ἄλλῳ δὲ τίνι χρόνῳ οὕτως ἤνθησε τὰ καλὰ πάντα καὶ ἤκμασε; τούτοις καὶ σύ, θειότατε βασιλεῦ, ἐπαγάλλῃ ἢ τῇ ἁλουργίδι καὶ τῷ λαμπρῷ διαδήματι. διὰ ταῦτά σε καὶ θεὸς ἄνωθεν στεφανοῖ καὶ ταῖς κατ' ἐχθρῶν ἀριστείαις λαμπρότερον ἀναδείκνυσι. τίς γὰρ οὐκ οἶδε τυράννους κατεστρατηγημένους, καὶ τοὺς περὶ Ταῦρον Σκύθας πυρὶ μεμερισμένους καὶ ὕδατι, τοὺς περὶ τὴν Μεγάλην Ἀρμενίαν φόρους εἰσπραττομένους, Οὔννους καταπεπολεμημένους, Πέρσας ἐπτοημένους, τῶν μεγίστων ἐθνῶν δυνάστας σοι προσιόντας καὶ χώρας πολυανθρώπους προσάγοντας; καὶ ἵνα μὴ τὰ καθ' ἕκαστον λέγω, σὺ ἀνατολὴν καὶ δύσιν εἰς ἓν συνηρμόσω καὶ τὰ τῆς γῆς πέρατα εἰς μίαν γνώμην συνήγαγες. ἐῶ τἆλλα· τὰ δὲ τῆς στρατηγίας συνθήματα, αἱ δὲ τῶν συμπλοκῶν διατάξεις, αἱ δὲ τῶν λοχήσεων ὑποθῆκαι, ὡς ὑπὲρ πάντα λόγον, ὡς ὑπὲρ ἔννοιαν. ταῦτα συγκρίνειν τοῖς προτέροις βουλόμενος οὐκ ἔχω τίνι δώσω τὰ νικητήρια, ὡς ἄδηλον εἶναι, ποτέροις σὺ τούτων θαυμασιώτερος. Οὕτως σοι τὰ καθ' ἕκαστα τῶν κατορθωμάτων ἀλλήλοις παραβαλλόμενα τὴν ἴσην παραδεικνύουσι δύναμιν καὶ τὸ κράτος σοι καθιστῶσι περιφανέστερον. ὃ δὴ καὶ κοινὸν πρὸς τὴν βασιλίδα καταστησάμενος ἔτι μᾶλλον λάμπεις φαιδρότερον· ἡ γὰρ τῶν βασιλευόντων συζυγία μοναρχία γεγονυῖα διὰ τὴν σύμπνοιαν λαμπρότερον τὸ κράτος ἐντεῦθεν προδείκνυσιν, οὐ διαιρούμενον ἐν διαιρουμένοις σώμασι, συνενούμενον δὲ μᾶλλον τῇ ὁμονοίᾳ τῆς ψυχῆς καὶ ταὐτότητι. Ἀλλά με μηδεὶς ἀπαιτείτω τεχνικὴν σύγκρισιν· κἂν γὰρ μείζονα τῶν συγκρινομένων τὸν ἐμὸν δείξαιμι αὐτοκράτορα, ἀλλά γέ τις ὑποπτεύσειεν, ὡς ἔστι τις ὁ τούτῳ παραβαλλόμενος. ἔσο οὖν ἀσύγκριτος, ὦ βασιλεῦ, καὶ δεδόσθω σοὶ μόνῳ τὸ ὑπὲρ τέχνην. καὶ λεγέσθω τοῖς μεθ' ἡμᾶς τοῦτο δὴ τὸ καινότατον, ὅτι μόνος εἷς ἐν βασιλεῦσι Ῥωμαίων ἴσχυσεν οἷς τε εἰργάσατο θαυμαστῶς καὶ οἷς διεσκέψατο δεξιῶς τὰς τῶν ἄλλων ἀρετὰς καὶ αὐτὴν τὴν τέχνην ὑπερελάσαι, θεὸν ἔχων τῶν πόνων συνεφαπτόμενον. οὗ τῇ χειρὶ συνδιεξάγοιτο μὲν τὸ ὑπήκοον εὐμαρέστερον· ἐχθρὸν δέ, εἴ τί που καὶ ὑπολέλειπται, τὸν αὐχένα συγκάμψειε. καὶ σοὶ γένοιτο μὴ τῷ μήκει τοῦ χρόνου συγκριθῆναι τῶν πώποτε βεβασιλευκότων τινά, ὥστε κἀν τούτῳ τῷ μέρει τὸ κατὰ πάντων ἀσύγκριτον κτήσασθαι. 6 Εἰς τὸν αὐτὸν βασιλέα [Ἔδει] ποτέ, θειότατε βασιλεῦ, τὴν πάντα κρίνουσαν φιλοσοφίαν καὶ δοκιμάζουσαν καὶ πάσης ὑπερκειμένην τῆς [ψυχῶν] ἕξεώς τε καὶ φύσεως κρίσι ἐπί σοι μόνῳ λαβεῖν καὶ ἥτταν παθεῖν καὶ τοῖς σοῖς παραμετρη[θεῖσαν] θεοειδεστάτοις πλεονεκτήμασιν ἐπ' ἔλαττον ἐλθεῖν τῆς ἐκείνων μεγαλειότητος. εἰ γὰρ καὶ ὑψηλὴ καὶ μετέ[ωρος καὶ τὸν κόσμον ὅλον] περιλαμβάνουσα, ὅσος τε ὁρατὸς καὶ ὅσος ἀόρατος, ἀλλὰ κάτω που τοῦ κρεί[ττονος ...........]εται οὗπερ [.......] πέφηνας χαρακτὴρ ἀκριβέστατος. δεῖ δὲ μὴ τῆς ὄντως μόνον σοφίας ἠλλαττῶσθαι [......], ἀλλὰ [ὁρῶντες] πρὸς ἐκείνην σφᾶς αὐτοὺς ἀφομοιωσάντων. οὕτω σοι, βασιλεῦ, ἐκ προοιμίων εὐθὺς [...] τὴν ἐπιστήμην ἀσύγκριτον καὶ τὸ νενικηκέναι σε πάντα λόγον καὶ τέχνην διὰ τὸ κατ' [αὐ]τῆς ἐχι[..........]ρια. Τριττοῦ δὲ ὄντος παντὸς ἐγκωμίου, καὶ τοῦ μὲν εἰς ψυχὴν καὶ τὰς ἀναλογούσας [.....]ῶκα δι[.......] ἀνόδους ἀρετῶν καταλήγοντος, τοῦ δὲ τὸ σωματικὸν κάλλος θαυμάζοντος-δεῖ γὰρ μηδὲ τοῦτο ἀπερρίφθαι τὴν φιλοτιμίαν ἐμφαῖνον τοῦ [ἐπαινέ]του καὶ τὸ ἐν πολλοῖς πρ[ὸς τ]ὴν ψυχικ[ὴν ἕξιν ἀνά]λογον-τοῦ δὲ τὴν ἐκτὸς πᾶσαν εὐδαιμονίαν [......]γου[...] τῶν εὐφημιῶν προσάπτο[ντος] καὶ π[ρο]σαρμόζοντος. οἱ μὲν ἄλλοι τῶν ἐπαινουμένων ταύτην ἢ ἐκείνην τῷ λόγῳ τὴ[ν ἀφ]ορμὴν παρασχόμενοι, τῆς ἀπὸ τῶν ἑτέρ[ων