πόσει» καὶ τὰ ἑξῆς, διδάσκων ἡμᾶς ὅτι τὰ μὲν κατὰ τὸ γράμμα σκιά ἐστι, τὰ δ' ἀληθῆ τοῦ νόμου ἐναποκείμενα τούτοις νοήματα μέλλοντά ἐστιν ἀγαθά, ἐν οἷς ἔστιν εὑρεῖν, τίνα τὰ καθαρὰ τῆς ψυχῆς πνευματικὰ βρώματα καὶ τίνα τὰ ἀκάθαρτα ἐν λόγοις ψευδέσι καὶ ἐναντίοις βλάπτοντα τὸν τρεφόμενον ἐν αὐτοῖς· «σκιὰν γὰρ εἶχεν ὁ νόμος τῶν μελλόντων ἀγαθῶν». 11.13 Ὥσπερ δὲ ἐν πολλοῖς κατανοητέον τὸ θαυμαζόμενον παρὰ Ἰουδαίοις ἐπὶ τοῖς τοῦ σωτῆρος λόγοις ὅτι ἐν ἐξουσίᾳ ἐλέγοντο, οὕτως καὶ ἐπὶ τῶν κατὰ τὸν τόπον. Τὸν ὄχλον γοῦν προσκαλεσάμενος εἶπεν αὐτοῖς· ἀκούετε καὶ συνίετε καὶ τὰ ἑξῆς, καὶ τοῦτ' ἔλεγε Φαρισαίων σκανδαλιζομένων ἐπὶ τούτῳ τῷ λόγῳ, ὡς διὰ τὰ μοχθηρὰ δόγματα καὶ τὴν φαύλην περὶ τοῦ νόμου ἐκδοχὴν οὐκ ὄντων φυτείας τοῦ ἐν οὐρανοῖς ἑαυτοῦ πατρὸς καὶ διὰ τοῦτο ἐκριζουμένων· ἐξερριζώθησαν γὰρ μὴ παραδεξάμενοι τὴν ἀπὸ τοῦ πατρὸς γεωργουμένην ἄμπελον ἀληθινὴν Ἰησοῦν Χριστόν. Πῶς γὰρ ἠδύναντο εἶναι φυτεία τοῦ πατρὸς οἱ ἐπὶ τοῖς Ἰησοῦ σκανδαλισθέντες λόγοις, ἀφιστᾶσι μὲν τοῦ «μὴ ἅψῃ μηδὲ γεύσῃ μηδὲ θίγῃς, ἃ ἦν πάντα εἰς φθορὰν τῇ ἀποχρήσει, κατὰ τὰ ἐντάλματα καὶ διδασκαλίας τῶν ἀνθρώπων», προσάγουσι δὲ τὸν συνετὸν ἑαυτῶν ἀκροατὴν τῷ «τὰ ἄνω» περὶ τούτων ζητεῖν καὶ «μὴ <τὰ> ἐπὶ γῆς», ὡς οἱ Ἰουδαῖοι; Καὶ ἐπεὶ διὰ τὰ μοχθηρὰ δόγματα οὐ φυτεία ἦσαν τοῦ ἐν οὐρανοῖς πατρὸς οἱ Φαρισαῖοι, διὰ τοῦτο ὡς περὶ ἀνιάτων αὐτῶν λέγει τοῖς μαθηταῖς τὸ ἄφετε αὐτούς· ἄφετε διὰ τοῦτο ὅτι τυφλοὶ ὄντες, δέον αὐτοὺς αἰσθάνεσθαι τῆς τυφλότητος καὶ ζητεῖν ὁδηγούς, οἱ δὲ καὶ ἐπαγγέλλονται ἀναισθητοῦντες τῆς ἑαυτῶν τυφλότητος ὁδηγεῖν τυφλούς, οὐ λογιζόμενοι ἐμπεσεῖσθαι εἰς βόθυνον, περὶ οὗ ἐν Ψαλμοῖς γέγραπται· «Λάκκον ὤρυξε καὶ ἀνέσκαψεν αὐτὸν καὶ ἐμπεσεῖται εἰς βόθρον ὃν εἰργάσατο.» Ἀλλαχοῦ μὲν οὖν γέγραπται ὅτι «ἰδὼν τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος· καὶ καθίσαντος αὐτοῦ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ», ἐνταῦθα δὲ ὀρέγει χεῖρα τῷ ὄχλῳ, προσκαλεσάμενος αὐτὸν καὶ ἀφιστὰς τῆς ῥητῆς τῶν κατὰ νόμον ἐρωτημάτων ἐκδοχῆς, ὅτε πρῶτον μὲν ἔλεγεν αὐτοῖς· ἀκούετε καὶ συνίετε, οὐδέπω συνιεῖσιν ὧν ἤκουον, ἑξῆς δὲ ὡς ἐν παραβολαῖς ἔλεγεν αὐτοῖς· οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὸ ἐκπορευόμενον. 11.14 Μετὰ ταῦτα ἄξιον ἰδεῖν λέξιν συκοφαντουμένην ὑπὸ τῶν φασκόντων οὐ τὸν αὐτὸν εἶναι νόμου καὶ εὐαγγελίου Ἰησοῦ Χριστοῦ θεόν· οἵτινές φασιν ὅτι οὐκ ἔστιν ὁ Ἰησοῦ Χριστοῦ οὐράνιος πατὴρ γεωργὸς τῶν κατὰ τὸν Μωσέως νόμον οἰομένων θεὸν εὐσεβεῖν. Αὐτὸς εἶπεν ὁ Ἰησοῦς τοὺς Φαρισαίους, οἳ ἦσαν λατρεύοντες τῷ κτίσαντι τὸν κόσμον καὶ τὸν νόμον θεῷ, εἶναι φυτείαν ἣν οὐκ ἐφύτευσεν ὁ οὐράνιος αὐτοῦ πατήρ, καὶ διὰ τοῦτο αὐτὴν ἐκριζοῦσθαι. Εἴποιεν δ' ἂν καὶ ταῦτα ὅτι οὐκ ἄν, εἴπερ πατὴρ ἦν τοῦ Ἰησοῦ ὁ «εἰσαγαγὼν» καὶ φυτεύσας τὸν ἀπὸ Αἰγύπτου ἐξελθόντα λαὸν «εἰς ὄρος κληρονομίας» ἑαυτοῦ, «εἰς ἕτοιμον κατοι κητήριον» ἑαυτοῦ, εἶπεν ἂν ὁ Ἰησοῦς ἐπὶ τοῖς Φαρισαίοις ὅτι πᾶσα φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ οὐράνιος ἐκριζωθήσεται. Πρὸς ταῦτα δὲ φήσομεν ὅτι ὅσοι διὰ τὴν μοχθηρὰν περὶ τῶν κατὰ τὸν νόμον ἐκδοχὴν οὐκ ἦσαν φυτεία τοῦ ἐν οὐρανοῖς πατρός, οὗτοι τετύφλωντο «τὰ νοήματα», ὡς «μὴ πιστεύοντες τῇ ἀληθείᾳ ἀλλὰ εὐδο κοῦντες τῇ ἀδικίᾳ» ὑπὸ τοῦ θεοποιηθέντος ἀπὸ τῶν υἱῶν τοῦ αἰῶνος τούτου καὶ διὰ τοῦτο λεγομένου παρὰ τῷ Παύλῳ θεοῦ «τοῦ αἰῶνος τούτου». Καὶ μὴ νομίσῃς Παῦλον ἡμῶν ἀληθῶς εἶναι λέγειν αὐτὸν θεόν· ὡς γὰρ μὴ οὖσα θεὸς «ἡ κοιλία» τῶν ὑπερτιμώντων τὴν ἡδονὴν φιληδόνων μᾶλλον ἢ φιλοθέων λέγεται ὑπὸ Παύλου εἶναι «θεὸς» αὐτῶν, οὕτως μὴ ὢν θεὸς ὁ ἄρχων τοῦ αἰῶνος τούτου, περὶ οὗ φησιν ὁ σωτήρ· «νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου κέκριται», θεὸς εἶναι λέγεται τῶν μὴ βουληθέντων τὸ «πνεῦμα τῆς υἱοθεσίας» λαβεῖν, ἵνα γένωνται υἱοὶ τοῦ αἰῶνος ἐκείνου καὶ «τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν», καὶ διὰ τοῦτο μεινάντων ἐν τῇ υἱότητι τοῦ αἰῶνος τούτου. Ταῦτα δέ μοι ἔδοξεν, εἰ καὶ παρεκβατικῶς εἴρηται, ἀναγκαίως παρειλῆφθαι διὰ τὸ τυφλοί εἰσιν