ἔσται» γὰρ «μόχθος ἐν Ἰακώβ, οὐδὲ ὀφθήσεται πόνος ἐν Ἰσραήλ». οὐκ ἔστι κόπος ἀκολουθοῦντι Ἰησοῦ, αὐτὸ τὸ ἀκολουθεῖν περιαιρεῖ τὸν κόπον. διὰ τοῦτο αὐτός φησιν, ἵνα μηκέτι κοπιῶμεν, κοπιάσαντες πρὸ τοῦ ἄρξασθαι αὐτῷ ἀκολουθεῖν· «δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτι σμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς». ἐὰν οὖν κοπιῶντες ἔλθωμεν πρὸς αὐτὸν καὶ ἀκολουθήσωμεν αὐτῷ, ἐροῦμεν· «ἐγὼ δὲ οὐκ ἐκοπίασα κα τακολουθῶν ὀπίσω σου». Τούτῳ δὲ ἀκόλουθόν ἐστιν εἰπεῖν ἡμᾶς καὶ τὸ «ἡμέραν ἀνθρώπου οὐκ ἐπεθύμησα». ἔστι τις ἡμέρα ἀνθρώπου, ἔστι τις ἡμέρα τοῦ θεοῦ. τὴν ἡμέραν τῆς ἀναστάσεως τῶν ἁγίων ἐπιθυμησάτω ἕκαστος ἡμῶν, μὴ ἐκείνην περὶ ἧς γέγραπται· «οὐαὶ οἱ ἐπιθυμοῦντες ἡμέραν κυρίου· καὶ αὕτη ἐστὶ σκότος καὶ οὐ φῶς». τίς ἐστιν ὁ λέγων· «καὶ ἡμέραν ἀνθρώπου οὐκ ἐπεθύμησα»; ἡ σαφήνεια τοῦ λόγου ἐλέγξει ἡμᾶς, ὅτι ἡμέραν ἀνθρώπου [οὐκ] ἐπεθυμήσαμεν. πολλάκις νοσήσαντες καὶ ἐν φαντασίᾳ θανάτου γενόμενοι <ἐπὶ> τῆς ἐξόδου παρακαλοῦμεν τοὺς ἐπισκοποῦντας ἡμᾶς ἀδελφοὺς καί φαμεν· αἴτησαί μοι κομίατον, αἴτησαί μοι ἐπιμένειν τῷ βίῳ. ταῦτα λέγοντες οὐχ ἡμέραν ἐπιθυμοῦμεν ἁγίαν θεοῦ, ἀλλ' ἡμέραν ἀνθρώπου. διόπερ ἀποθέμενοι τὴν φιλοζωίαν καὶ τὸ ἐπιθυμεῖν ἀνθρωπίνην ἡμέραν, ζητήσωμεν τὴν ἡμέραν ἐκείνην ἰδεῖν, ἐν ᾗ τευξόμεθα τῆς ἐν Χριστῷ Ἰησοῦ μακαριότητος, ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν. 18.t Εἰς τὸ «ὁ λόγος ὁ γενόμενος παρὰ κυρίου πρὸς Ἱε ρεμίαν λέγων· ἀνάστηθι καὶ κατάβηθι εἰς τὸν οἶκον τοῦ κεραμέως» μέχρι τοῦ «τάξαι τὴν γῆν αὐτῶν εἰς ἀφανισμὸν καὶ συριγμόν». Ὁμιλία ιηʹ. 18.1 ∆ύο εἰσὶν ἑξῆς ὁράσεις αἱ ἀνεγνωσμέναι Ἱερεμίου· ὧν ἡ μὲν προτέρα περιέχει τὰ περὶ τοῦ ἐν τῇ χειρὶ τοῦ κεραμέως πηλίνου σκεύους, ὅπερ ἐπιδέχεται μετὰ τὴν συντριβὴν ἐπανόρθωσιν (ἀναπλά σασθαι γὰρ αὐτὸ δυνατόν ἐστιν), ἡ δὲ ἑτέρα ὅρασις περιέχει τὰ περὶ τοῦ ὀστρακίνου βίκου, οὗ καταχθέντος οὐκ ἔστι θεραπεία. ὅτε μὲν γὰρ πήλινον ἦν, εἰ κατεάχθη, κἂν ἤδη μεμορφωμένον ᾖ, ἐπεὶ πήλινον ἦν, ἐνεδέχετο πάλιν εἶναι φύραμα δεύτερον καὶ κτισθῆναι δεύτερον· ὅτε δὲ μετὰ τὸ πήλινον γέγονεν ἤδη ὀστράκινον καὶ ὑπὸ τοῦ πυρὸς ἐστόμωται, τότε οὐχ οἷόν <τε> ἦν μετὰ τὴν συντριβὴν τοῦ ὀστρακίνου θεραπείαν γενέσθαι αὐτῷ. τί οὖν βούλεται ταῦτα, πρότερον ἐν περι νοίᾳ κατανοήσωμεν, εἶτα ἐὰν δοθῇ κατὰ λέξιν ἐξετάσωμεν. ὅσον ἐσμὲν ἐν τῷ βίῳ τούτῳ, μορφούμεθα, ἵν' οὕτως ὀνομάσω διὰ τὸ πήλινον ἡμῶν σκεῦος, κεραμευτικῶς καὶ μορφούμεθα ἤτοι κατὰ κακίαν ἢ κατὰ ἀρετήν. πλὴν οὕτως μορφούμεθα ὡς ἐπιδέχεσθαι καὶ τὴν κακίαν ἡμῶν συντριβῆναι, ἵνα γένηται καινὸν κτίσμα βέλτιον, καὶ τὴν προκοπὴν ἡμῶν ἀναλυθῆναι μετὰ τὴν μόρφωσιν αὐτῆς εἰς σκεῦος πήλινον. ἐπὰν δὲ μετὰ τὸν ἐνεστῶτα αἰῶνα ἥκωμεν, πρὸς τῷ τέλει γενόμενοι τῆς ζωῆς, ἔπειτα πυρωθέντες ἤτοι ὑπὸ τοῦ πυρὸς τῶν πεπυρωμένων τοῦ πονηροῦ βελῶν γενώμεθα ὁτιπ<οτ>οῦν γινόμεθα ἢ ὑπὸ τοῦ θείου πυρός (ἐπεὶ καὶ «ὁ θεὸς ἡμῶν πῦρ καταναλίσκον» ἐστίν), ἐὰν γενώμεθά φημι ὑπὸ τοιοῦδε ἢ τοιοῦδε πυρὸς ὅτιποτ' ἂν γενώμεθα, ἐὰν συντριβῶμεν, εἴτε ἀπὸ τοῦ καλὰ σκεύη γεγονέναι συνετρίβημεν καὶ ἀπολώλαμεν εἴτε ἀπὸ τοῦ μοχθηρὰ σκεύη γεγονέναι, οὐκ ἀνακτιζόμεθα οὐδὲ ἐπιδέχεται ἡμῶν ἡ κατασκευὴ βελτίωσιν. διὰ τοῦτο ὅσον ἐσμὲν ἐνθάδε οἱονεὶ ἐν χειρὶ τοῦ κεραμέως ὄντες, κἂν διαπέσῃ τὸ σκεῦος ἀπὸ τῶν χειρῶν αὐτοῦ, ἐπιδέχεται θεραπείαν καὶ τὸ ἀνακτισθῆναι. ταῦτα μὲν ὀλίγῳ προχειρότερον, πρὶν τὸ κατὰ τὸ λεῖπον ἐξετάσωμεν τῷ λόγῳ, εἰς τὰ δύο εἴδη τῶν ἀγγείων, τό τε πήλινον καὶ οὐδέπω ἀπωστρακισμένον καὶ τὸ δεύτερον τὸ ἤδη ὄστρακον γεγενημένον λελέχθω. 18.2 Ἴδωμεν δὲ ἀπ' αὐτῆς τῆς λέξεως τὰ λεγόμενα περὶ τοῦ πηλίνου ἀγγείου τοῦ ἐν τῇ χειρὶ τοῦ κεραμέως, καὶ πῶς αὐτὸς ὁ ἐν τῷ προφήτῃ λόγος, ὁ κύριος ὁ προφητεύων ἐν αὐτῷ, ἀφορμὰς δίδωσι καὶ ἄλλας οὐ βραχείας τῆς ἑρμηνείας τῶν κατὰ τὸ πλάσμα τὸ ἐν τῇ χειρὶ τοῦ κεραμέως. «ὁ λόγος ὁ γενόμενος πρὸς Ἱερεμίαν παρὰ κυρίου λέγων· ἀνάστηθι καὶ κατάβηθι εἰς οἶκον τοῦ κεραμέως». ἄνω ἐστὶν ὁ Ἱε ρεμίας,