30
σπουδήν· ὅθεν ἡ Γραφὴ μακαρίζει τοὺς μὴ ἀκούσαντας φωνὴν φορολόγου· τὸν τὰ πάθη δηλονότι νενικηκότα, καὶ τῆς ἑαυτοῦ διανοίας, ὡς μήτε θερίζεσθαι, μήτε καλαμᾶσθαι τὸν νοῦν· ἃ δὴ ποιεῖν οἱ Φαρισαῖοι πάντα τρόπον παρ' Ἰουδαίοις ἐθέλοντες, πῆ μὲν ἐφόβουν, ὡς εἴρηται· πῆ δὲ τοὺς τῶν Ἰουδαίων οἴκους περιφοιτῶντες χρηστοεπεῖν ἐπεχείρουν, εὐλογημένον τε λαὸν ὠνόμαζον καὶ κλῆρον Θεοῦ, κέρδους τε χάριν παραλῦσαι τὸν νόμον ἀνέπειθον. Ἠτιᾶτο γὰρ αὐτοὺς ὁ Κύριος ὡς ἀκυροῦντας τὴν ἐντολὴν τοῦ Θεοῦ, διὰ τὴν ἰδίαν παράδοσιν. Ταῦτα οὖν δρῶντες, οὐκ ἐῶσι, φησὶν, ὑμᾶς πρὸς τὸν σωτήριον λόγον ὁδοιπορεῖν, εἰδότες ὡς καταργουμένου τοῦ νόμου, μετέχειν τῶν διὰ τούτου λημμάτων οὐχ ἕξουσιν. Συνέχεον οὖν αὐτῶν τὰς ὁδοὺς, ταῖς σκιαῖς ἐναπομεῖναι κελεύοντες. Κολακικῶς δέ τις μακαρίζων, οὐ μέτρια βλάπτει, τὴν ἐπὶ τοῖς ἁμαρτήμασι παραιρούμενος αἴσθησιν, καὶ κωλύων τὴν ἐπὶ μετάνοιαν βαδίζειν ὁδόν. Αἱ μὲν γὰρ θλίψεις ταπείνωσιν, ὁ δὲ μακαρισμὸς φυσίωσιν ἐμποιεῖ. Κολακεία μὲν οὖν τοὺς ἁπλουστέρους ἐπαίρει, σπουδαίαν δὲ ψυχὴν οὐ κακηγορία συστέλλει, οὐκ ἔπαινοι ταύτην ἐπαίρουσιν. ..... ΚΕΦΑΛ. Εʹ. αηʹ. 9Ἄσω δὴ τῷ ἠγαπημένῳ ᾆσμα τοῦ ἀγαπητοῦ μου, τῷ ἀμπελῶνί μου9, κ.τ.λ. ..... καὶ τὸ καρπὸν φέρον, καθαίρει αὐτὸ, ἵνα καρπὸν πλείονα φέρῃ. Ὅπερ ὁ κακὸς οἰκονόμος οὐ διαπράττεται. Σκάπτειν γὰρ, φησὶν, οὐκ ἰσχύω. Ἀκολουθεῖ δὲ τῷ μὴ τέμνεσθαι, μηδὲ σκάπτεσθαι, τὸ ἀναβαίνειν ὡς εἰς χέρσον ἀκάνθας, ἃς ὁ Κύριος ταῖς βιωτικαῖς μερίμναις ἀπείκασεν. Ἄνω μὲν οὖν ἔλεγεν. Ἐποίησε δὲ ἀκάνθας· ἐνταῦθα δὲ προσέθηκεν, ἀναβήσονται. Τὸ γὰρ μέγεθος τῆς κακίας, καὶ τὴν ἐπὶ πολὺ χύσιν ὁ λόγος ἐμφαίνει. Ἐπεὶ οὖν, φησὶ, ἀνέμεινα μὲν τοῦ ποιῆσαι καρπὸν, ἐξ ἰδίας δὲ προαιρέσεως ἀκάνθας ἐποίησεν, παραδώσω αὐτὸν ἐρημίᾳ τε καὶ ἀφανισμῷ, ὧν ἑαυτὸν κατέστησεν ἄξιον. Ἀλλὰ καὶ ταῖς νεφέλαις ἐντέλλεται τοῦ μὴ βρέξαι ἐπ' αὐτόν· οὕτω τοὺς προ 1909 φήτας καλῶν, διὰ τὸ καθαρὸν αὐτῶν καὶ διαυγὲς τοῦ βίου, διὸ οὐράνιος αὐτοῖς ἐχορηγεῖτο λόγος. Ὡς γὰρ νεφέλη ἀήρ ἐστι πάσχυς ἐκ τῆς ὑγρᾶς ἀπὸ γῆς ἀναθυμιάσεως συνιστάμενος· καὶ μετεωρισθεὶς τοῖς ἀνέμοις, ὅταν λάβῃ παρ' αὐτῶν ἀξιόλογον ἄθροισμα, καὶ τὸ ἐκ τῆς ἐνεσπαρμένης αὐτῷ νοτίδος βάρος ἱκανὸν ἐγγένηται, τότε σταγόνας εἰς τὴν γῆν καθίησιν. Καὶ αὐτὴ τῶν ὄμβρων ἡ φύσις ἀπὸ γῆς εἰς γῆν φερομένων· οὕτω καὶ οἱ προφῆται ἐκ μὲν τῆς κοινῆς ὁρμώμενοι φύσεως, διὰ καθαρότητα δὲ ψυχῆς τῇ δυνάμει τοῦ Πνεύματος συνυψούμενοι, καὶ λόγων γονίμων σταγόνας ταῖς ψυχαῖς ταῖς ἀγαθαῖς καὶ καρποφόροις ἐνστάζοντες. Τοιοῦτος ὁ Μωϋσῆς, "Προσδοκάσθω, λέγων, ὡς ὑετὸς τὸ ἀπόφθεγμά μου." Καὶ πάλιν, "Ὡς ὄμβρος ἐπ' ἄγρωστιν καὶ ὡσεὶ νιφετὸς ἐπὶ χόρτον τὰ ῥήματά μου." Ἐντέλλονται οὖν μὴ βρέχειν ἐπὶ τὸν ἀκανθοφόρον ἀμπελῶνα, τὸν ταῖς ἀκάνθαις ταῖς οἰκείαις στεφανώσαντά μου τὸν Κύριον, καὶ κραυγὴν ἄθεον ἐπὶ τούτῳ κινήσαντα, "Αἶρε, αἶρε, σταύρου αὐτόν." Ταύτην γὰρ, φησὶν, τῆς ἐγκαταλείψεως τὴν αἰτίαν, δι' ἣν καὶ ὁ ναὸς ἐπὶ γῆς, καὶ τὸ ἔθνος ἀνεπισκόπευτον, καὶ ὑετὸς αὐτοῖς οὐκ ἔστιν οὐράνιος· καίτοι καὶ ἐν Αἰγύπτῳ καὶ Βαβυλῶνι προφῆται συνῆσαν αὐτοῖς, καὶ μετὰ τὴν ἐκεῖθεν ἐπάνοδον· νῦν δὲ παντελῶς ἐκλελοίπασιν. Εἰ δέ τις λέγοι καὶ πρὸ τῆς ἐπιδημίας ἐπιλελοιπέναι τοῦ Χριστοῦ, ἀλλ' οὐχ ἅπαντα· ἔτι γὰρ καὶ ὁ νεὼς συνειστήκει, καὶ τὴν νομικὴν ἐτέλουν λατρείαν, μέχρι τῆς αὐτοῦ παρουσίας. Νῦν δὲ καὶ πύργου καθαίρεσις, καὶ ἐρημία τοῦ ἀμπελῶνος, καὶ ἔκλειψις προφητῶν, ἀντὶ τῶν ἀκανθῶν ἐκείνων, καὶ τῆς κραυγῆς, ἣν ἀφίησιν πᾶσα ἡ πρὸς θάνατον ἁμαρτία, αὐτῆς βοώσης τῆς πράξεως, ὡς καὶ τὸ αἷμα τοῦ Ἀβὲλ βοᾷ. Ἀνομίαν δὲ ποιεῖ πᾶς μὴ κανόνι δικαιοσύνης, μηδὲ νόμου, πράττων δὲ ἀδιακρίτως τὰ δόξαντα, κραυγῆς ὢν καὶ θορύβου καὶ συγχύσεως αἴτιος· ὡς τοῖς δικαίοις κρίμασιν ἡσυχία παρέπεται, τῶν κρινομένων εὐσταθῶς καταδεχομένων τὰ ὁριζόμενα. ∆ιὸ καὶ Παῦλός φησι, "Πᾶσα κραυγὴ καὶ θόρυβος ἀρθήτω ἀφ' ὑμῶν." Ἔστι δὲ καὶ κραυγή τις ἀστεία, ἣν ὁ Κύριος ἑστὼς ἐν τῷ ἱερῷ ἔκραξεν. Ἧ καὶ ∆αβὶδ