κατηφής, καὶ ὡς ἄν τις εἰκάσῃ, τῶν ἑαυτοῦ συλλογιζόμενος. ὥρμητο δὲ ἀπὸ Ἀδριανουπόλεως τῆς Μακεδονίας, ἥτις πρότερον μὲν Ὀρεστιὰς ἐκαλεῖτο ἐξ Ὀρέστου υἱοῦ Ἀγαμέμνονος, ὃς ζήλῳ δικαίῳ διὰ τὴν πρὸς τὸν πατέρα Κλυταιμνήστρας δολοφονίαν ταύτην σὺν Αἰγίσθῳ ἀπεκτονηκὼς λίαν ἐκμέμηνεν, καὶ ἐν τῇ συνελεύσει Ἕβρου Ἄρξου τε καὶ Ἀρτάβου τῶν τριῶνποταμῶν λουσάμενος τῆς νόσου ἀπήλλακτο· ἔνθα ταύτην οἰκοδο 687 μήσας ἐπὶ τῷ ἰδίῳ ὀνόματι κέκληκεν. Ἀδριανὸς δὲ Καῖσαρ εὐκτίστοις ἐρύμασιν αὐτὴν μεγαλύνας πόλιν Ἀδριανοῦ μετακέκληκεν. αὔτη τρίτης ἡμέρας παρὰ ἀνδρὸς εὐπετοῦς ἐν διόδῳ Φιλιππουπόλεως σταδιάζεται, ἠγκαλισμένη ὄρει τῷ Αἵμῳ, παρ' ᾧ οἱ τρεῖς ποταμοὶ ἐς μισγάγκειαν οἷον συμβάλλετον ὄμβριμον ὕδωρ. 2. Οὗτος ὁ βασιλεὺς προστάσσει Μαριανῷ ἐπάρχῳ τῷ υἱῷ Πετρωνᾶ, καὶ ἀναγορεύει αὐτὸν μόνον βασιλέα. Ὠορύφας δὲ τοῦ πλωΐμου στρατηγὸς χρηματίζων καὶ καθηγεμών, συνεὶς τὸ πραχθὲν παρὰ Βασιλείου καὶ φιλοδέσποτος ὤν, πρὸς ἐκδίκησιν Μιχαὴλ βασιλέως κεκίνηται. τοῦτον μετακαλεῖται ὁ αὐτοκράτωρ, καὶ τὰ μὲν πρῶτα λόγοις αὐτῷ ἐφυβρίστοις ἐπαπειλεῖ, ἔπειτα ἀποδοχῆς ἀξιοῖ ἀνθ' ὧν ὑπὲρ δεσπότου τοιαῦτα τετολμηκέναι προῄρηται. ἀλλὰ δὴ καὶ χρόνου προβεβηκότος ἐπ' αὐτῷ τοσοῦτον πεπληροφόρηται ὥστε καταλιμπάνειν αὐτῷ τὴν πόλιν ἐξιὼν κατ' ἐχθρῶν. 3. Ἀναγκαῖον δέ ἐστι καὶ παρὰ θεοῦ γενομένην ἐκδίκησιν εἰς τοὺς τὸν Μιχαὴλ διαχειρισαμένους γράψαι. ὁ μὲν οὖν Ἰακωβίτζης κυνηγῶν μετὰ τοῦ βασιλέως, καὶ τοῦ ξίφους αὐτοῦ ἐκπεσόντος, καὶ αὐτοῦ μέλλοντος κατελθεῖν εἰς τὸ ἆραι αὐτόν, ὁ ποῦς αὐτοῦ ἐν τῇ σκάλῃ ἐκρατήθη, καὶ θροηθεὶς ὁ ἵππος ἔσυρεν αὐτὸν κατὰ φαράγγων καὶ κρημνῶν καὶ μεληδὸν κατέκοψεν. Ἰωάννης δὲ ὁ Χάλδος στρατηγὸς Χαλδίας γενόμενος, ἐπεὶ κατὰ τοῦ βασι 688 λέως μελετᾶν ἐφωράθη, ἀνασκολοπίζεται παρὰ Ἀνδρέου στρατηλάτου. ὁ δὲ ἀδελφὸς τοῦ βασιλέως Ἀσυλαίων, ἐξωσθεὶς παρὰ τοῦ βασιλέως ἐν τῷ προαστείῳ αὐτοῦ, ἀπηνὴς ὢν καὶ ὠμὸς πρὸς τοὺς αὐτοῦ δούλους μαχαίραις ὑπ' αὐτῶν ἀνῃρέθη· οὓς κρατήσας ὁ βασιλεὺς καὶ μεληδὸν κατακόψας ἐν τοῖς Ἀμαστριανοῦ ἔκαυσεν. ὁ δὲ ἀπελάτης ὁ τοῦ Πέρσου σκωληκόβρωτος γενόμενος τὴν ψυχὴν ἀπέρρηξεν. Κωνσταντῖνος δὲ ὁ Τοξαρᾶς εἰς Κιβυρραιώτας σπαθοκοπηθεὶς τελευτᾷ, καὶ Μαριανὸς ὁ ἀδελφὸς τοῦ βασιλέως τὸν πόδα συντριβεὶς καὶ ὑπὸ σκωλήκων καταβρωθεὶς τελευτᾷ. 4. Ἐν τῇ ἑορτῇ τῶν Χριστοῦ γέννων προελεύσεως γενομένης βαπτίζει ὁ βασιλεὺς διὰ Φωτίου Στέφανον τὸν υἱὸν αὐτοῦ ἐν μεγάλῃ ἐκκλησίᾳ. 5. Τῷ γʹ αὐτοῦ ἔτει, τῇ ἑορτῇ τοῦ ἁγίου Πολυεύκτου, γέγονε σεισμὸς ἐπὶ μʹ ἡμέρας καὶ μʹ νύκτας, καὶ ἐπτωήθησαν πολλαὶ ἐκκλησίαι, μεθ' ὧν καὶ ἡ ὑπεραγία θεοτόκος ἡ λεγομένη τὸ Σίγμα, ὥστε πάντας τοὺς ψάλλοντας ἐκεῖσε τελευτῆσαι. Λέων δὲ ὁ φιλόσοφος τυχὼν ἐκεῖ παρῄνει πάντας ἐξελθεῖν· οἱ δὲ μὴ πεισθέντες συνετελέσθησαν ἅπαντες. αὐτὸς δὲ ὁ φιλόσοφος εἰς κίονα ὑπὸ συσταματίου σταθεὶς μετὰ καὶ ἑτέρων δύο ἐσώθη, καὶ ἕτεροι θʹ μόνοι ὑποκάτω τοῦ ἄμβωνος. 6. Φώτιος δὲ ὁ πατριάρχης, ἐλθόντος τοῦ βασιλέως ἐν τῇ ἐκκλησίᾳ καὶ μέλλοντος αὐτοῦ κοινωνεῖν, λῃστὴν καὶ φονέα 689 ἔλεγεν καὶ ἀνάξιον τῆς θείας κοινωνίας. ὁ δὲ θυμωθεὶς ἀπέστειλεν ἐν Ῥώμῃ, καὶ ἤγαγε τόμον μετὰ Ῥωμαίων ἐπισκόπων, καὶ τοῦτον τοῦ θρόνου ἐξέωσεν· καὶ ἀναβιβάζει πάλιν Ἰγνάτιον τὸν ἐν ἁγίοις πατριάρχην τὸ δεύτερον. 7. Μετὰ τὸ ἐξωσθῆναι τῆς ἐκκλησίας Φώτιον καὶ ἐν τῇ μονῇ τῆς Σκέπης ἐξορισθηνῆναι ἐτροπεύσατο πλάσμα τοιόνδε. γενεθλιαλογήσας τὸν βασιλέα Βασίλειον, ὡς ἀπὸ Τηριδάτου τῆς μεγάλης Ἀρμενίας ἄρχοντος τὴν γενεὰν κατάγοντος, καὶ τὸ βιβλίον βασιλικῇ βιβλιοθήκῃ ἐνθεῖναι διὰ Θεοφάνους τοῦ λεγομένου Σφηνοδαίμονος, βασιλικοῦ κληρικοῦ τότε τυγχάνοντος καὶ τῷ Βασιλείῳ προσκειμένου διὰ σοφίαν καὶ πολυμαθίαν. ἐκλαβόμενος δὲ τὰ πρῶτα στοιχεῖα τῶν ὀνομάτων οὕτως, Βασιλείου Εὐδοκίας Κωνσταντίνου Λέοντος Ἀλεξάνδρου καὶ Στεφάνου, ἃ καὶ ἀναγινωσκόμενα Βεκλὰς ὀνομάζεται. τούτου τὴν ἀπ' ἀρχῆς γενεαλογίαν κατά τε