ὁδὸς καὶ ἡ πρὸς τὸ πνεῦμα κοινωνία, δι' ὧν τις κτᾶται τὴν τῶν οὐρανῶν βασιλείαν. 244 Mt 21, 42 Ταύτην τεθαύμακε τὴν γωνίαν ἤτοι τῶν δύο λαῶν τὴν εἰς ταὐτό τητα σύνοδον ὁ μακάριος ∆αβὶδ λέγων· "παρὰ κυρίου ἐγένετο αὕτη, καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν". οὐκοῦν σωτήριος μὲν ὁ λίθος τῇ γωνίᾳ τῇ παρ' αὐτοῦ γενομένῃ, συντριβὴ δὲ καὶ ὄλεθρος τοῖς ἔξω μεμενηκόσι τῆς νοητῆς καὶ πνευματικῆς ταύτης συνδρομῆς· τοῖς μέν ἐστιν ὁ Χριστὸς "πέτρα προσκόμματος καὶ λίθος σκανδάλου". 245 Mt 22, 2 Γάμον λέγει τὴν πρὸς τὸν υἱὸν τῶν πιστῶν συνάφειαν, καλῶν εἰς τοῦτον Ἰουδαίους, πάλαι μὲν διὰ προφητῶν, ὕστερον δὲ διὰ τῶν μα θητῶν πρὸ τοῦ πάθους καὶ τῆς ἀναστάσεως. 246 Mt 22, 2-5 Ἀπειρήκασι τὴν ἄφιξιν οἱ διὰ τῶν πρώτων οἰκετῶν κεκλημένοι, οἳ τὸν διὰ Μωσέως παρωσάμενοι νόμον ἐτράποντο πρὸς διδασκαλίας ἀνθρώπων. ὁμοίως δὲ καὶ οἱ μετ' ἐκείνους δεύτεροι κεκλημένοι διὰ δευτέρων τοῦτ' ἔστιν τῶν ἁγίων ἀποστόλων τὸ συμφέρον παρέντες ὡς πορρωτάτω μετακεχωρήκασιν ἐπὶ τὸ σφίσι δοκοῦν· οἱ μὲν γὰρ ἐπὶ τὸν ἴδιον ἀγρόν, δι' οὗ σημαίνεται τῶν ἐπιγείων ἡ κτῆσις καὶ ἡ περὶ ταῦτα σπουδή· πρὸς ἐμπορίαν δὲ ἕτεροι, δι' οὗ πάλιν ἡμῖν τὸ φιλόπλουτον δηλοῦται πάθος καὶ ὁ περὶ τοῦτο σπασμός· φιλοσαρκίαι γὰρ ἡμᾶς καὶ φιληδονίαι κοσμικαὶ καὶ εἰκαῖοι περισπασμοὶ καὶ ἡ τοῦ χρηματίζεσθαι φροντὶς ἀποστερεῖ ἡμᾶς τῆς εἰς αἰῶνα τρυφῆς καὶ τῆς πρὸς θεὸν οἰκειό τητος. 247 Mt 22, 7 ∆ηλονότι τῆς Ῥωμαϊκῆς στρατιᾶς τὴν ἀκαταγώνιστον χεῖρα. θεοῦ δέ φαμεν τὴν Ῥωμαϊκὴν στρατείαν, καθ' ὅ ἐστιν δεσπότης καὶ πάντων δημιουργός. 248 Mt 22, 13 Καὶ ἄλλως δεδέσθαι χεῖρας καὶ πόδας λέγεται ὡς μηδενὸς λοιπὸν χρηστὸν ποιῆσαι ἐκεῖσε δυναμένου· ἡ γὰρ τοῦ καλοῦ ἐργασία μέχρι τοῦ παρόντος ἐκτείνεται. 249 Mt 22, 15 Ἐπειδὴ γὰρ εἶδον, ὅτι οἱ περὶ Θευδᾶν καὶ Ἰούδαν-διὰ τῶν λόγων τούτων εἰς τοιαύτην ὑποψίαν ἐμβαλεῖν. 250 Mt 22, 17 Ἤθελε μὲν ὁ τῶν ὅλων θεὸς ἀνθρωπίνης δυναστείας ἐλεύθερον εἶναι τὸν Ἰσραήλ. ἐπειδὴ δὲ τοὺς θείους πεπατήκασι νόμους, γεγόνασιν ὑπὸ χεῖρα τῶν τηνικάδε κεκρατηκότων καὶ δασμοὺς ἐπέθηκαν αὐτοῖς. καὶ φόρου λοιπὸν-Ῥωμαίων μεταπεσόντων ἀρχήν. 251 Mt 22, 34-40 Ἐξ ἀμέτρου ἀναιδείας διαφθονούμενοι οἱ Φαρισαῖοι, ἐπειδὴ κατ αισχυνθέντων τῶν Σαδδουκαίων ἐπῃνεῖτο ὑπὸ τῶν ὄχλων, μεθ' ὑπο κρίσεως πάλιν ἐρωτῶσι πειράζοντες αὐτόν, εἰ καὶ προστίθησι πάλιν τῇ ἐντολῇ τῇ πρώτῃ ὡς διορθούμενος τὸν νόμον, ἵνα εὕρωσι κατ' αὐτοῦ λαβήν. καὶ ὁ μὲν Ματθαῖος καὶ Λουκᾶς "νομικὸν" εἶναι ἔλεγεν τὸν ἐρωτήσαντα, Μᾶρκος δὲ "γραμματέα". οὐκ ἔστι δὲ τοῦτο διαφωνία· οἱ μὲν γὰρ νομομαθῆ τοῦτον ἀποδεικνύουσιν, οἱ δὲ γραμματεισαγωγέα, ὅπερ ἐστὶ τοῦ νόμου ἑρμηνεὺς τῷ λαῷ. ὁ δὲ κύριος δημοσιεύει αὐτῶν τὴν κακίαν, ὅτι οὐ διὰ τοῦτο ἦλθον ἐρωτῆσαι, ὥστε ὠφεληθῆναι, ἀλλ' ἀπὸ τοῦ μὴ ἔχειν καὶ τῷ φθόνῳ κατέχεσθαι, καὶ διδάσκει, ὅτι οὐ δεῖ ἐν μέρει μὲν ἀγαπᾶν τὸν θεόν, ἐν μέρει δὲ τοῖς γηΐνοις προσκεῖσθαι. δι' ὧν δὲ ὁ κύριος εἶπεν ταύτην τὴν ἐντολὴν κεφαλαιωδεστέραν οὖσαν πασῶν, ἔδοξεν ὁ νομικὸς ἐμβάλλειν αὐτὸν εἰς κίνδυνον ὡς θεοποιοῦντα ἑαυτόν. ὅθεν καὶ μὴ εἰπόντα τοῦτο ἐπῄνεσεν ὁ νομικὸς ὡς ὁ Μᾶρκος φησίν. ἡ μὲν οὖν πρώτη ἐντολὴ πᾶν εἶδος εὐσεβείας διδάσκει· τὸ γὰρ ἐξ ὅλης καρδίας τὸν θεὸν ἀγαπᾶν αἴτιόν ἐστιν παντὸς ἀγαθοῦ, ἡ δὲ δευτέρα τὰ πρὸς ἀνθρώπους δίκαια περιέχει· καὶ ἡ μὲν ὁδοποιεῖ τῇ δευτέρᾳ, ἡ δὲ ἐκ ταύτης συγκροτεῖται· ὁ γὰρ τὴν πρὸς θεὸν ἀγάπην κατορθώσας δηλονότι καὶ τὴν πρὸς τὸν πλησίον εἰς πάντα ὡς ἑαυτὸν ἀγαπᾷ. πασῶν τῶν ἐντολῶν ὁ τοιοῦτος ἐκπληρωτὴς τυγχάνει. 252 Mt 22, 34-42 Ἐπείπερ καταισχυνθέντων τῶν Σαδδουκαίων καὶ ἀποχωρησάντων ἐπῃνεῖτο ὁ κύριος, ἐπὶ τούτῳ διαφθονούμενοι τούτοις οἱ Φαρισαῖοι