τοῦ Σπάρτης ἀρχιερέως κοινῇ τε συνιόντες σφίσι λόγον ἐδίδοσαν, καὶ συνίσταντο ἀλλήλοις, καὶ συνετίθεντο ὡς οὐδενὶ ἐπιτρέψοντες εἰσελθεῖν ἐς τὴν πόλιν τῶν Ναζηραίων, πᾶν δέ, ὅ τι ἂν δέοι, χαλεπὸν πεισομένους πρὸ τοῦ Ναζηραίοις τοῖς Λατίνων πείθεσθαι. ἐστήσαντο δὲ σφίσι καὶ τόν γε ἀρχιερέα ἄρχοντα ἐπὶ τούτῳ. καὶ ἐλθόντων τῶν Ναζηραίων προηγορεύοντο ἀπαλλάσσεσθαι τὴν ταχίστην· εἰ δὲ μή, περιέψεσθαι ὡς πολεμίους. οὗτοι μὲν οὖν ᾤχοντο ἀπαλλασσόμενοι ὡς ἐπὶ τὸν ἡγεμόνα, ὡς οὐδὲν ἐς τοῦτο σφίσι προεχώρει· Θεόδωρος δὲ ὁ τῆς Σπάρτης ἡγεμὼν, ὡς ᾔσθετο τὸ πρᾶγμα, ὡς τοὐναντίον, ἢ ἐβούλετο, περιέστη αὐτῷ, λόγους τε ἔπεμπεν αὖθις παρὰ τοὺς Σπαρτιάτας, ἀποπειρώμενος, εἰ δέξαιντο ἔτι αὐτὸν αὖθις ἐπανιόντα. ὡς δὲ διαπειρωμένου προσίεντο τοὺς λόγους, ἐσῄει δὲ τὴν πόλιν, ὅρκια ποιησάμενος 1.92 μηκέτι τοῦ λοιποῦ ἐπὶ νοῦν βαλέσθαι τοιοῦτον. τότε οἱ Οὐενετοὶ φρουρὰν ἐς τὴν ἀκρόπολιν ἀποφηνάμενοι κατεῖχον. ἐπὶ τοῦτο δὲ τὸ Ἄργος Ἰαγούπης ὁ Παιαζήτεω βασιλέως στρατηγὸς ὡς ἐστρατεύετο, ἐπολιόρκει τε ἀνὰ κράτος, καὶ προσβάλλων τῷ τείχει θαμὰ οὐκ ἀνίει. μετὰ δὲ οὐ πολὺν χρόνον, ὡς ἀπὸ δυοῖν ἅμα τόποιν προσβάλλων ἐπειρᾶτο τοῦ χωρίου, γίνεταί τι δεῖμα τοῖς ἐν τῇ πόλει πανικὸν τοῖς ἐπὶ τῷ εὐωνύμῳ τῆς πόλεως μέρει ἀμυνομένοις, ὡς δόξαν αὐτοῖς ἄνθρωπόν τινα τῶν ἐπιχωρίων φήσαντα εἰπεῖν, ὡς ἑάλω ἡ πόλις ἀπὸ τοῦ δεξιοῦ, καὶ ἐκλιπόντας τὸ χωρίον τοῦτο ἰέναι δρόμῳ ἐπὶ τὸ δεξιόν, ἐνταῦθα δὲ ἀναβεβηκότας τὸ τεῖχος τοὺς πολεμίους ταύτῃ ἑλεῖν τε κατὰ κράτος τὴν πόλιν καὶ ἀνδραποδίσασθαι πόλιν περιφανῆ τε καὶ παλαιάν. ἀνδράποδα δὲ λέγεται γενέσθαι ἐντεῦθεν τοῖς Τούρκοις ὡς τρισμύρια. κατοικίσαι μὲν τούτους λέγεται βασιλεὺς ἐς τὴν Ἀσίαν· οὐκ ἔχω δὲ τοῦτο συμβάλλεσθαι, ὡς εἴη ἀληθές, οὐ δυνάμενος ἐξευρεῖν διαπυνθανομένῳ, ὅποι τῆς Ἀσίας οὗτοι κατῴκηνται ὑπὸ Παιαζήτεω βασιλέως. Ἰαγούπης μὲν οὖν, ὡς τὸ Ἄργος ἠνδραποδίσατο, ἀπήγαγε τὸν στρατόν· μετὰ δὲ ταῦτα Βρενέζης τε αὐτίκα ἐπὶ μέγα ἐχώρει δυνάμεως, ἐμβάλλων τε ἐς τὴν Πελοπόννησον καὶ ἐς τὴν παράλιον Μακεδονίαν ἐπὶ τοὺς Ἀλβανούς, μεγάλα καὶ ἐπίσημα ἔργα ἀποδεικνύμενος τῷ τοῦ βασιλέως οἴκῳ, στρατηγὸς μὲν οὐκέτι ἀποδειχθεὶς ὑπὸ βασιλέως, τῶν δὲ Τούρκων ἑπομένων αὐτῷ, 1.93 ὅποι ἂν ἐξηγοῖτο, ὡς εὐτυχεῖ τε γενομένῳ τὰ ἐς πόλεμον καὶ πλουτίζοντι τὰ στρατεύματα, ὅποι ἂν ἐπίοι στρατευόμενος. τοὺς γὰρ δὴ ἱπποδρόμους καλουμένους τοῦ γένους τοῦδε, μήτε μισθόν, μήτε ἀρχὴν ἔχοντας ὑπὸ τοῦ βασιλέως, ἐπὶ διαρπαγήν τε καὶ λείαν ἀεὶ διωσθέντας ἕπεσθαι, ὅποι ἄν τις ἐξηγῆται αὐτοῖς ἐπὶ τοὺς πολεμίους, αὐτίκα ἕκαστον ἱππεύοντά τε καὶ ἕτερον ἀγόμενον ἵππον ἐς τὸν ὑπόδρομον τῆς λείας, ἐπὰν δὲ ἐν τῇ πολεμίᾳ γένωνται, σύνθημα λαμβάνοντες ὑπὸ τοῦ στρατηγοῦ, ἀναβάντες, οὓς περιάγουσιν ἵππους, θεῖν ἀνὰ κράτος, μηδέν τι ἐπέχοντας, καὶ σκεδαννυμένους σύντρεις διαρπάζειν ἀνδράποδα, καὶ ὅ τι ἐς ἄλλο προχωροίη. ταύτῃ ἐπίσταμαι τούς τε μετὰ Ἀμουράτεω τοῦ Ὀρχάνεω καὶ τοὺς τότε δὴ ἐπὶ Παιαζήτεω διαβάντας ἐς τὴν Εὐρώπην ὠθῆσαί τε καὶ ταύτῃ ἑλομένους σφίσι βιοτεύειν, καὶ ἐπιδόντας παραχρῆμα ἐνίους μέγα ὀλβίους ἐν βραχεῖ γίνεσθαι, ἀπανταχῇ τε τῆς Εὐρώπης οἰκήσαντας, ἀπὸ τῆς τῶν Σκοπίων πόλεως ἐπὶ τὴν Τριβαλλῶν χώραν καὶ Μυσῶν καὶ κατὰ τὴν Μακεδονίαν, μετὰ δὲ ταῦτα περὶ Θετταλίαν οἰκῆσαι πολλούς. Ἐπὶ μὲν οὖν Παιαζήτεω λέγεται μοῖραν οὐκ ὀλίγην Σκυθῶν ἐπὶ ∆ακίαν ἐλθοῦσαν πρεσβεύσασθαι πρὸς Παιαζήτην, αἰτεῖσθαι αὐτῶν τοὺς ἡγεμόνας χρήματά τε καὶ ἀρχήν, ἐφ' ᾧ διαβάντας τὸν Ἴστρον συνδιαφέρειν αὐτῷ τοὺς ἐπὶ τῇ Εὐρώπῃ ἐναντίους 1.94 πολέμους. τὸν δὲ ἡδόμενον τῷ λόγῳ προσίεσθαι τὴν αἴτησιν αὐτῶν καὶ ὑπισχνεῖσθαι μεγάλα. διαβάντων δὲ ἐκείνων κατοικίσαι αὐτοὺς ἀνὰ τὴν Εὐρώπην, θεραπεύοντας τοὺς ἡγεμόνας αὐτῶν ἀνὰ μέρος ἕκαστον, καὶ σκεδασθέντας οὕτω αὐτοὺς χρησίμους γενέσθαι ἔστε ἱπποδρόμους καὶ ἐς πόλεμον. ὕστερον μέντοι Παιαζήτης ὀρρωδῶν, μή τι νεωτερίσωσιν οἱ ἡγεμόνες αὐτῶν συνιόντες σφίσι, συλλαβὼν τούτους ἀπέκτεινε.