ὁδηγοὶ τυφλῶν. Τίνες δή; οἱ Φαρισαῖοι, ὧν «ὁ θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσε τὰ νοήματα», ὄντων «ἀπίστων» παρὰ τὸ μὴ πεπιστευκέναι εἰς Ἰησοῦν Χριστόν, καὶ ἐτύφλωσεν «εἰς τὸ μὴ αὐγάσαι αὐτοῖς τὸν φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης τοῦ θεοῦ ἐν προσώπῳ τοῦ Χριστοῦ». Οὐ μόνον δὲ ἀπ' ἐκείνων φευκτέον ὁδηγεῖσθαι τυφλῶν τῶν αἰσθανομένων δεῖσθαι ὁδηγῶν, παρὰ τὸ μηδέπω αὐτοὺς ἀπειληφέναι τὴν δύναμιν τοῦ δι' αὑτῶν βλέπειν· ἀλλὰ γὰρ καὶ ἐπὶ πάντων τῶν ἐπαγγελλομένων ὁδηγεῖν ἐν ὑγιεῖ διδασκαλίᾳ ἐπιμελῶς ἀκουστέον, καὶ κρίσιν ὑγιῆ τοῖς λεγομένοις προσακτέον, μήποτε κατ' ἄγνοιαν τυφλῶν καὶ μὴ βλεπόντων τὰ πράγματα τῆς ὑγιοῦς διδασκαλίας ὁδηγούμενοι, τυφλοὶ καὶ αὐτοὶ διὰ τὸ μὴ βλέπειν τὸν νοῦν τῶν γραφῶν τυγχάνοντες φανῶμεν, ὡς ἀμφοτέρους, τόν τε ὁδηγοῦντα καὶ <τὸν> ὁδηγούμενον, ἐμπεσεῖν εἰς τὸν βόθυνον περὶ οὗ προειρήκαμεν. Ἑξῆς δὲ τούτοις γέγραπται τίνα τρόπον ὁ Πέτρος ἀποκριθεὶς εἶπε τῷ σωτῆρι-ὡς μὴ νοήσας τὸ οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος-τὸ φράσον ἡμῖν τὴν παραβολήν. Πρὸς ὃ ὁ σωτήρ φησι τὸ ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε, οἱονεὶ τοσούτῳ μοι συνόντες χρόνῳ ἔτι οὐ συνίετε τοῦ βουλήματος τῶν λεγομένων, καὶ ἔτι οὐ νοεῖτε ὅτι διὰ τοῦτο οὐ κοινοῖ τὸν ἄνθρωπον, ἐπεὶ τὸ εἰσερχόμενον αὐτοῦ εἰς τὸ στόμα εἰς τὴν κοιλίαν χωρεῖ καὶ προχωροῦν ἀπ' αὐτῆς εἰς ἀφεδρῶνα βάλλεται. Οὐ παρὰ τὸν νόμον, ᾧ πιστεύειν ἐδόκουν, οὐκ ἦσαν φυτεία τοῦ πατρὸς Ἰησοῦ Φαρισαῖοι, ἀλλὰ παρὰ τὴν μοχθηρὰν περὶ τοῦ νόμου καὶ τῶν ἐν αὐτῷ γεγραμμένων ἐκδοχήν. ∆ύο γὰρ νοουμένων κατὰ τὸν νόμον, διακονίας τε «θανάτου» τῆς ἐντετυπω μένης «γράμμασι» καὶ οὐδὲν οἰκεῖον ἐχούσης πρὸς τὸ πνεῦμα, καὶ διακονίας ζωῆς τῆς νοουμένης ἐν τῷ πνευματικῷ νόμῳ, οἱ μὲν δυνάμενοι ἀπὸ διαθέσεως ἀληθευούσης λέγειν τὸ «οἴδαμεν γὰρ ὅτι ὁ νόμος πνευματικός ἐστι», καὶ διὰ τοῦτο «ὁ νόμος ἅγιος, καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή», οὗτοι ἦσαν φυτεία ἣν ἐφύτευσεν ὁ οὐράνιος πατήρ· οἱ δὲ μὴ τοιοῦτοι ἀλλὰ τὸ ἀποκτεῖνον «γράμμα» περιέ ποντες μόνον οὐκ ἦσαν φυτεία τοῦ θεοῦ, ἀλλὰ τοῦ πωρώσαντος αὐτῶν τὴν καρδίαν καὶ κάλυμμα ἐπιθέντος αὐτῇ, ἰσχύον ἐν ἐκείνοις ὅσον οὐκ ἐπέστρεφον πρὸς τὸν κύριον· «ἐὰν γάρ τις ἐπιστρέψῃ πρὸς τὸν κύριον, περιαιρεῖται τὸ κάλυμμα· ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν.» Εἴποι δ' ἄν τις κατὰ τὸν τόπον γενόμενος ὅτι, ὥσπερ οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον, κἂν νομίζηται εἶναι ὑπὸ Ἰουδαίων κοινόν, οὕτως οὐ τὸ εἰσερχό μενον εἰς τὸ στόμα ἁγιάζει τὸν ἄνθρωπον, κἂν ὑπὸ τῶν ἀκεραιοτέρων νομίζηται ἁγιάζειν ὁ ὀνομαζόμενος ἄρτος τοῦ κυρίου. Καὶ ἔστιν, οἶμαι, ὁ λόγος οὐκ εὐκαταφρόνητος καὶ διὰ τοῦτο δεόμενος σαφοῦς διηγήσεως οὕτως ἐμοὶ δοκούσης ἔχειν. Ὥσπερ οὐ τὸ βρῶμα, ἀλλ' ἡ συνείδησις τοῦ μετὰ διακρίσεως ἐσθίοντος κοινοῖ τὸν φαγόντα-»ὁ» γὰρ «διακρινόμενος ἐὰν φάγῃ κατακέκριται, ὅτι οὐκ ἐκ πίσ τεως», καὶ ὥσπερ οὐδὲν καθαρὸν οὐ παρ' αὐτό ἐστι τῷ μεμιασμένῳ καὶ ἀπίστῳ, ἀλλὰ παρὰ τὸν μιασμὸν αὐτοῦ καὶ τὴν ἀπιστίαν, οὕτως τὸ ἁγιαζόμενον «διὰ λόγου θεοῦ καὶ ἐντεύξεως» οὐ τῷ ἰδίῳ λόγῳ ἁγιάζει τὸν χρώμενον. Εἰ γὰρ τοῦτο, ἡγίαζεν ἂν καὶ τὸν ἐσθίοντα «ἀναξίως» τοῦ κυρίου, καὶ οὐδεὶς ἂν διὰ τὸ βρῶμα τοῦτο ἀσθενὴς ἢ ἄρρωστος ἐγίνετο ἢ ἐκοιμᾶτο· τοιοῦτον γάρ τι ὁ Παῦλος παρέστησεν ἐν τῷ «διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄρρωστοι καὶ κοιμῶνται ἱκανοί». Καὶ ἐπὶ τοῦ ἄρτου τοίνυν τοῦ κυρίου ἡ ὠφέλεια τῷ χρωμένῳ ἐστίν, ἐπὰν ἀμιάντῳ τῷ νῷ καὶ καθαρᾷ τῇ συνειδήσει μεταλαμβάνῃ τοῦ ἄρτου. Οὕτω δὲ οὔτε ἐκ τοῦ μὴ φαγεῖν, παρ' αὐτὸ τὸ μὴ φαγεῖν ἀπὸ τοῦ ἁγιασθέντος λόγῳ θεοῦ καὶ ἐντεύξει ἄρτου, «ὑστερούμεθα» ἀγαθοῦ τινος, οὔτε ἐκ τοῦ φαγεῖν «περισσεύομεν» ἀγαθῷ τινι. Τὸ γὰρ αἴτιον τῆς ὑστερήσεως ἡ κακία ἐστὶ καὶ τὰ ἁμαρτήματα, καὶ τὸ αἴτιον τῆς περισ σεύσεως ἡ δικαιοσύνη ἐστὶ καὶ τὰ κατορθώματα· ὡς τοιοῦτο εἶναι τὸ παρὰ τῷ Παύλῳ λεγόμενον ἐν τῷ «οὔτε ἐὰν φάγωμεν περισσεύομεν, οὔτε ἐὰν μὴ φάγωμεν ὑστερού μεθα». Εἰ δὲ πᾶν τὸ