31
ἐκέχρητο λέγων, "Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα," ὃ δηλοῖ τὸ μεγαλόφωνον καὶ μεγαλοφυὲς τῶν οὐρανίων δογμάτων. Ὡς ἡ πρώτη κραυγὴ συγγενής ἐστιν ἀπὸ Σοδόμων καὶ Γομόῤῥας. ∆ιῃρέθη δὲ ἡ προσηγορία τοῦ Ἰακὼβ εἰς τὸν Ἰσραὴλκαὶ Ἰούδαν· καὶ πρότερον μὲν ἐπὶ τοῦ ∆αβὶδ, μετὰ τὴν τελευτὴν τοῦ Σαοὺλ, εἰς αὐτὸν ∆αβὶδ, καὶ τὸν υἱὸν τοῦ Σαούλ· ὕστερον δὲ ἡνίκα τοῦ Ῥοβοὰμ τὰς δέκα φυλὰς ἀπέστησεν Ἱεροβοάμ. ∆ιὸ καὶ νῦν τὰς δύο προσηγορίας φησίν. Πλείονα δὲ ἡμάρτανεν Ἰσραὴλ, ὅθεν καὶ θᾶττον ᾐχμαλωτίσθη. ∆ιὸ καὶ ἐνταῦθα, ὁ μὲν ἀκανθοφόρος ἀμπελὼν οἶκος τοῦ Ἰσραὴλ γίνεται· ὁ δὲ ἄνθρωπος τοῦ Ἰούδα, 1912 οὐκέτι ἀμπελὼν, ἀλλὰ νεόφυτον, οὐ κεχερσωμένον, ἀλλ' ἠγαπημένον. Ἐπειδὴ δὲ σεσιώπηται ἐν τούτοις ὁ περὶ τῶν γεωργῶν τοῦ ἀμπελῶνος λόγος· διὰ τοῦτο Χριστὸς τοῖς ἄρχουσι τοῦ λαοῦ τὴν προκειμένην, ὡς γνώριμον, ἔφη παραβολὴν, καὶ τοὺς γεωργοὺς προστίθησι, τὸ λεῖπον ἀναπληρῶν· ἐν ᾗ φησιν, Ὃς ἐξέδοτο τὸν ἀμπελῶνα καὶ ἀπεδήμησεν. Οἱ δὲ τοὺς δούλους κατὰ καιρὸν ἥκοντας ἐπὶ τὸ λαβεῖν τοὺς καρποὺς, ἀπέκτειναν, οἷσπερ ὕστερον καὶ τὸν υἱὸν καὶ κληρονόμον προσέθηκαν. ∆ιὸ κακοὺς κακῶς ἀπολέσειν ἠπείλει τοὺς γεωργούς. Εὐξώμεθα τοίνυν ἀπηρτῆσθαι τῆς ἀληθινῆς ἀμπέλου, οἷα κλήματα τῆς ζωοποιοῦ πιότητος ἐκπληρούμενοι. Οὕτω γὰρ δι' οἰκειότητα πνευματικὴν καρποφόροι γινόμεθα. ∆ιό φησι, "Μείνατε ἐν ἐμοὶ κἀγὼ ἐν ὑμῖν. Καθὼς τὸ κλῆμα οὐ δύναται καρπὸν φέρειν οὐδὲν, ἐὰν μὴ μείνῃ ἐν τῇ ἀμπέλῳ· οὕτως οὐδὲ ὑμεῖς ἐὰν μὴ ἐν ἐμοὶ μείνητε. Ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα· ὁ μὲν ὢν ἐν ἐμοὶ, κἀγὼ ἐν αὐτῷ, οὗτος φέρει καρπὸν πολύν." Αὐτὸς οὖν καρποφόρους ποιεῖ. Αὐτὸς φραγμὸν περιτίθησιν. Καὶ ἐγείρας τεῖχος ἀποστήσει τοὺς διοδεύοντας. Πρὸς γὰρ αὐτὸν, λόγιόν φησιν ἕτερον, "Καὶ οἰκοδομηθήσονταί σοι ἔρημοι αἰώνιοι, καὶ μνημόσυνον γενεῶν γενεαῖς καὶ κληθήσῃ οἰκοδόμος φραγμῶν, καὶ τὰς τρίβους τὰς ἀναμέσον παύσεις." ηʹιηʹ. 9Οὐαὶ οἱ συνάπτοντες οἰκίαν πρὸς οἰκίαν, καὶ ἀγρὸν πρὸς ἀγρὸν ἐγγίζοντες, ἵνα τοῦ πλησίον ἀφέλωνταί τι. Μὴ οἰκήσετε μόνοι ἐπὶ τῆς γῆς; ἠκούσθη γὰρ εἰς τὰ ὦτα Κυρίου Σαββαὼθ ταῦτα9, κ.τ.λ. ∆ύναται μὲν καὶ κοινὰ ταῦτα εἶναι παραγγέλματα τοῖς πλεονεξίαν καὶ τρυφὴ νενοσηκόσι. ∆ύναται δὲ καὶ συνηρτῆσθαι τῶν ἄνω, καὶ τὰς ἀκάνθας διηγεῖσθαι κατὰ μέρος, ἃς ἔφη τὸν ἀμπελῶνα πεποιηκέναι. Καὶ πάλιν, ἃ διὰ ταύτας Ἰουδαίοις συμβήσεται δυσχερῆ, ὧν ἔσεσθαι μελλόντων ὀλιγωροῦντες, ἀρπαγὲς καὶ μέθαις προσέκειντο, καὶ ταῦτα κατὰ τοῦ Κυρίου τολμήσαντες δεινότατα. Ἐπειδὴ δὲ καὶ ἡμῶν ἕκαστος ἐν ἑαυτῷ φέρει γεώργιον, φυλαξώμεθα τὸ προσκροῦσαι Θεῷ. Τότε γὰρ ὡς οἶκον ἀσφαλῆ τὴν ποικίλην ἀρετὴν κατοικήσομεν, πληθυνοῦμεν δὲ σῖτον ὥσπερ κοιλάδες. Εὐλογούμενα γὰρ αὐξήσει τὰ γεννήματα τῆς δικαιοσύνης ἡμῶν, κατὰ τὸν θεῖον Ἀπόστολον. Οὓς δὴ καὶ, φησὶν, ὅτι μέθυσοι βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι. Τούτους γὰρ καὶ νῦν ὁ προφήτης θρηνεῖ μὴ συγχωρουμένους ἰδεῖν τὰ ἔργα Κυρίου νήφοντι λογισμῷ. Συγκαιόμενοι γὰρ οἴνῳ, πρὸς τὸ πίνειν οὐκ ἔχουσι πέρας, τῆς συγκαύσεως δηλούσης καὶ τὴν φλόγα τὴν ἐκ τῶν ἄλλων ἐγειρομένην παθῶν ἐπιτεινόντων ταῦτα, καὶ τῶν ὀργάνων τῶν μουσικῶν, ἃ τοῦ Ἰωβάλ ἐστιν εὑρήματα, τοῦ ἐκ τοῦ Κάϊν καταγομένου, οἷς καὶ Λάβαν ἠβούλετο 1913 παραπέμπειν τὸν Ἰακὼβ, ἀλλ' ἀπέδρα πρὸς τὸ ἰδεῖν τὰ ἔργα Κυρίου, ταῦτα κρίνας ἐμπόδιον, ὧν ἀκοῦσαι καὶ αἱ φυλαὶ τῶν Βαβυλωνίων κατέπιπτον. Οἱ δὲ φυγόντες τὸν οἶνον τὸν Βαβυλώνιον, καὶ τοῦ βασιλέως ἐκείνου τὴν τράπεζαν, οὔτε πεσόντες προσεκύνησαν, καὶ τὴν δύναμιν ἔσβεσαν τοῦ πυρός. Βλέπει μὲν οὖν τις δι' ὀφθαλμῶν τὰ ἔργα Κυρίου. Ἀπὸ δὲ τούτων κατανοεῖ τὰ ἀόρατα. Ταῦτα γὰρ τοῖς ποιήμασι νοούμενα καθορᾶται. Καὶ πῶς ἂν τοῦτο γένοιτο σκοπουμένου τῇ μέθῃ τοῦ νοῦ, καὶ Θεὸν ὁρᾷν οὐκ ἰσχύοντος; ἔργα δὲ χειρῶν, καὶ ἡ προσδοκωμένη κατὰ τὸν ᾅδην ἀντίδοσις, πῦρ καὶ γλῶττα ξηραινομένη, καὶ τὰ λοιπά· ὅθεν ἀνιστάμενοι ζῇν ἐθελήσωμεν ἱερατικῶς. "Οἶνον γὰρ καὶ σίκερα, φησὶν, οὐ πίεσθε" πρὸς Ἀαρὼν καὶ τοὺς υἱοὺς ὁ