χώραν καὶ πράγματα ἀναμαθών, καὶ καταγραψάμενος τὸ βιβλίον, καὶ τούτου ἐπιτηδεύμασι παλαιότατον ποιήσας, τῇ βασιλικῇ βιβλιοθήκῃ, ὡς εἴρηται, κατατίθεται διὰ Σφηνοδαίμονος Θεοφάνους. καί ποτε αὐτοῦ τοῦ Σφηνοδαίμονος προστάξει βασιλικῇ βιβλίον τι ζητοῦντος, ὡς εὗρεν αὐτὸ καὶ πολυπραγμονῶν ἠπόρει, τῷ βασιλεῖ ὑποδείκνυσι καὶ φησὶ "τούτου ἄλλος νοῆσαι οὐ δύναται τὰ γεγραμμένα εἰ μὴ Φώτιος." καὶ εὐθὺς ὁ αὐτὸς ἀποστέλλεται· καὶ ἡ πρόφασις εὐχερής, ὡς εἰ μὴ ἴδω τὸν βασιλέα, οὐ λέγω τί ἐστι τὸ βιβλίον ἢ ἡ τούτου ἐπιγραφή. καὶ 690 εἰσελθὼν τοῦτο ἀναγινώσκει, καὶ ὡς δι' ἀγγέλου τοῦτο μεμάθηκεν. τοῦτο πάλιν ἡ πρὸς τὸν βασιλέα Φωτίου οἰκείωσις γίνεται. 8. Τῷ εʹ αὐτοῦ ἔτει τῆς κγʹ τοῦ Νοεμβρίου μηνὸς ἐγεννήθη Ἀλέξανδρος βασιλεὺς ἀπὸ τῆς Ἴγγηρος Εὐδοκίας, γνήσιος παῖς τοῦ Βασιλείου. ἐκστρατεύει δὲ ὁ βασιλεὺς κατὰ τῶν Ἀγαρηνῶν τῶν εἰς Ἀφρικήν, καὶ πολέμους συνάψας πολλοὺς εἰς πάντας ἡττήθη καὶ πολλοὺς τῶν Ῥωμαίων ἀπεβάλετο. μέλλοντα δὲ κρατηθῆναι καὶ αὐτὸν τὸν βασιλέα Θεοφύλακτος ὁ Ἀβάστακτος διέσωσεν, ὁ πατὴρ Ῥωμανοῦ τοῦ μετὰ ταῦτα βασιλεύσαντος. ὑποστρέψαντος δὲ τοῦ βασιλέως ἐν τῇ πόλει, ἀπέστειλε Χριστοφόρον γαμβρὸν αὐτοῦ ἐν τῇ Ἀφρικῇ, καὶ νίκην ποιήσας ἐκπόρθησε ταύτην καταστρέψας ἕως ἐδάφους. 9. Τῷ ʹ ἔτει αὐτοῦ Ἰγνάτιος ὁ πατριάρχης τὴν τοῦ Σατύρου ἐκκλησίαν εἰς ὄνομα τοῦ ἀρχιστρατήγου τοῦ Ἀνατέλλοντος ἐποίησεν· εἶτα καὶ μονὴν αὐτὴν ἀνδρῴαν εἰργάσατο, ἔνθα καὶ ἐτάφη. καὶ Σάτυρος μὲν ὀνομάζεται, ὅτι ἐν μικρῷ διαστήματι τῆς τοιαύτης μονῆς ὁ παλαιὸς ὀνομάζεται Σάτυρος, ἐν ᾗ ἦν ἱερὸν παρ' Ἑλλήνων οἰκοδομηθὲν τῷ αὐτῷ Σατύρῳ, οὗ καθ' ὁμωνυμίαν διὰ τὸ πλησίον εἶναι τὴν εἰρημένην μονὴν τῷ τοιούτῳ καλεῖται ὀνόματι· ἐξ οὗ καὶ τὸ παλάτιον τοῦ Βρύαντος κτίσας Θεόφιλος ὁ βασιλεὺς τὴν ὕλην ἀφελόμενος ταύτην ἐδείματο. Ἀν 691 τέλλων δὲ καλεῖται δι' αἰτίαν τοιαύτην. κυνηγοῦντί ποτε Νικηφόρῳ τῷ βασιλεῖ ἐν οἷς ἀρτίως ἐστὶν ἡ μονὴ μέρεσιν, ἐν αὐτῷ τῷ τόπῳ χειρωθείσης ἐλάφου ἐν ᾧ νῦν τὸ τῆς μονῆς θυσιαστήριον ἵδρυται, εὑρέθη τράπεζα παλαιὰ ὑπὸ κίονος βασταζομένη γράφουσα οὕτως "τοῦτό ἐστιν τὸ ἅγιον θυσιαστήριον τοῦ ἀρχιστρατήγου Μιχαὴλ τοῦ Ἀνατέλλοντος, ὅπερ ἐνεθρόνισεν ὁ ἅγιος ἀπόστολος Ἀνδρέας." 10. Τῷ ζʹ καὶ τῷ ηʹ αὐτοῦ ἔτει βαπτίζει ὁ Βασίλειος πάντας τοὺς ὑπὸ χεῖρα αὐτοῦ Ἑβραίους, διδοὺς αὐτοῖς ἀξίας καὶ δῶρα πολλά. τότε δὲ καὶ τὸν προειρημένον Νικόλαον τὸν προσμονάριον τοῦ ἁγίου ∆ιομήδους ἐποίησεν οἰκονόμον καὶ σύγκελλον, τὸν δὲ ἀδελφὸν αὐτοῦ Ἰωάννην δρουγγάριον τῆς βίγλας, τὸν δὲ ἕτερον ἀδελφὸν Παῦλον ἐπὶ τῆς βασιλικῆς σακέλλης, τὸν δὲ ἕτερον ἀδελφὸν Κωνσταντῖνον γενικὸν λογοθέτην. 11. Τῷ θʹ αὐτοῦ ἔτει ἤρξατο κτίζειν ὁ βασιλεὺς τὴν Νέαν ἐκκλησίαν, καὶ ἡ Συράκουσα παρεδόθη τοῖς Σαρακηνοῖς. 12. Τῷ ιʹ αὐτοῦ ἔτει Νικήτας ὁ Ξυληνίτης καὶ ἐπὶ τῆς τραπέζης κατηγορήθη ὡς φιλούμενος παρὰ τῆς Αὐγούστης· ὃς καὶ ἀποκείρεται καὶ μοναχὸς γίνεται. πολλὰ δὲ χαλκουργήματα κατέαξεν ὁ βασιλεὺς λόγῳ τῆς Νέας ἐκκλησίας· ἀλλὰ καὶ μάρμαρα καὶ ψηφῖδας καὶ κίονας ἐκ πολλῶν ἐκκλησιῶν καὶ οἴκων λόγῳ ταύτης ἀνελάβετο. ἐν οἷς στήλη ἵσταται χαλκῆ ἐν τῷ Σενάτῳ σχῆμα ἐπισκόπου φέρουσα· ἐκράτει δὲ ἐν τῇ χειρὶ ῥάβδον ὄφιν 692 ἐντετυλισμένον ἔχουσαν. ταύτην ἤγαγον ἐν τῷ βεστιαρίῳ· καὶ ἐλθὼν ὁ βασιλεὺς ἔβαλε τὸν δάκτυλον αὐτοῦ εἰς τὸ στόμα τοῦ ὄφεως· καὶ ἦν ἔσωθεν ἄλλος ὄφις ζῶν, ὃς καὶ ἔδακε τὸν δάκτυλον τοῦ βασιλέως· καὶ μόλις δι' ἀντιφαρμάκων ἰάθη. καὶ τὴν στήλην δὲ Σολομῶντος ἐν τῇ βασιλικῇ οὖσαν εἰς ὄνομα αὐτοῦ ἐκτυπώσας, τοῖς θεμελίοις τῆς Νέας ἐκκλησίας ὡς θυσίαν ἑαυτὸν τῷ θεῷ προσῆξεν. 13. Τῷ ιαʹ αὐτοῦ ἔτει ἐκστρατεύει πάλιν κατὰ Μελιτηνῶν, καὶ πολλοὺς πολέμους κατορθώσας καὶ αἰχμαλωσίαν πολλὴν λαβὼν ὑπέστρεψεν. 14. Τῷ ιβʹ αὐτοῦ ἔτει τελευτᾷ ὁ πατριάρχης Ἰγνάτιος, καὶ πάλιν Φώτιος ἀναβιβάζεται. 15. Τῷ ιγʹ αὐτοῦ ἔτει ἐκστρατεύει ὁ βασιλεὺς κατὰ Γερμανικίαν, καὶ ταύτην αἰχμαλωτεύσας ὑπέστρεψεν.