De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
ναῷ τοῦ Κυρίου, φοροῦντες σαγία ἀληθινά, πατρίκιοί τε καὶ στρατηγοί, πραιπόσιτοί τε καὶ ὀστιάριοι καὶ πριμικήριοι, οἱ δὲ εὐνοῦχοι πρωτοσπαθάριοι σπέκια ἀληθινά, ὁμοίως δὲ καὶ οἱ βαρβάτοι πρωτοσπαθάριοι, οἱ δὲ σπαθαροκουβικουλάριοι καὶ οἱ κουβικουλάριοι ἀπὸ καμινσίων, βαστάζοντες οἱ σπαθαροκουβικουλάριοι καὶ τὰ διστράλια αὐτῶν, οἱ δὲ κανδιδάτοι καὶ μανδάτορες, ὡσαύτως καὶ οἱ σκρίβωνες φοροῦντες τὰς ἑαυτῶν στολάς, ὡς εἴθισται αὐτοῖς· ἀνοίξαντος δὲ τοῦ παλατίου ἐπὶ τοῦ Κυρίου, φορῶν ὁ βασιλεὺς σκαραμάγγιον δίασπρον χρυσόκλαβον καὶ στεφθεὶς ὑπὸ τοῦ πραιποσίτου, ἐξέρχεται ἔξω τῆς πύλης τοῦ Κυρίου, καὶ δέχονται αὐτὸν ἐκεῖσε πατρίκιοι καὶ στρατηγοί. Καὶ δηριγευόμενος ὑπ' αὐτῶν πάντων, ἐξέρχεται μέχρι τῆς μεγάλης πύλης τῶν Ἐκσκουβίτων, ἐν ᾗ καὶ οἱ σκρίβωνες προβάλλονται· ἱππεύει δὲ ἐκεῖσε ὁ βασιλεὺς ἐφ' ἵππου ἐστρωμένου ἀπὸ σελλοχαλίνου χρυσοῦ διαλίθου χειμευτοῦ, ἠμφιεσμένου ἀπὸ μαργάρων· ἐν δὲ τοῖς τέσσαρσι ποσὶ τοῦ αὐτοῦ ἵππου καὶ τῇ οὐρᾷ πράνδιοι πέτασοι ἀποκρέμανται, καὶ διέρχεται διὰ 1.93 τῶν κορτίνων καὶ τῆς Χαλκῆς. Οἱ δὲ πατρίκιοι καὶ στρατηγοὶ καὶ ἄρχοντες τοῦ κουβουκλείου μετὰ πάσης τῆς συγκλήτου, φοροῦντες σαγία ἀληθινά, ἱππεύουσιν ἔξω τῶν κορτίνων, καὶ οὗτοι μὲν ἐφ' ἵππων δηριγεύοντες τὸν βασιλέα μετὰ σιλεντιαρίων καὶ ἀπὸ ἐπάρχων καὶ τοῦ τῆς καταστάσεως διερχομένου ἐν τῷ μέσῳ καὶ ἑστῶτος τὴν προέλευσιν. Οἱ δὲ πεζοὶ οἱ δηριγεύοντες τὸν βασιλέα εἰσὶν οὗτοι· σπαθάριοι βαστάζοντες διστράλια, φοροῦντες καὶ τὰ σκουτάρια αὐτῶν, κανδιδάτοι βαστάζοντες ὁμοίως, σκρίβωνες καὶ μανδάτορες βαστάζοντες τὰ βεργία αὐτῶν· πάντες δὲ οὗτοι ἔνθεν κἀκεῖσε δηριγεύουσι τὸν βασιλέα, ἐν δὲ τῷ μέσῳ αὐτῶν σιλεντιάριοι τέσσαρες, βαστάζοντες χρυσᾶ διάλιθα βεργία, φοροῦντες σαγία ἀληθινά. ∆ηριγευόμενος δὲ ὑπ' αὐτῶν πάντων, ὁ βασιλεὺς ὑπό τε πεζῶν καὶ ἐφίππων, διέρχεται διά τε τοῦ Φόρου καὶ τοῦ Ταύρου, τοῦ Φιλαδελφίου, τοῦ Βοός, τοῦ Ξηρολόφου καὶ τοῦ Ἑξακιονίου. Καταλαβὼν δὲ ἐν τῇ τριόδῳ, ἔνθα ὁ ναὸς τοῦ Ἁγίου Ἀποστόλου Ὀνησίμου, ἐκνεύει δεξιᾷ καὶ διέρχεται διὰ τοῦ Ἁγίου Ἰακώβου τοῦ Πέρσου· ἀπὸ δὲ τῶν ἐκεῖσε εἰσέρχεται ἐν τῷ σεπτῷ ναῷ τοῦ ἁγίου μάρτυρος Μωκίου. Εἰσελθὼν δὲ ὁ βασιλεὺς ἐν τῷ λουτῆρι καὶ διελθὼν μέχρι τῶν γραδηλίων τῶν ἀνερχομένων ἐν τῷ νάρθηκι, κἀκεῖσε νιψάμενος, διέρχεται διὰ τοῦ νάρθηκος, στάντες δὲ οἱ πατρίκιοι καὶ στρατηγοὶ μετὰ τῆς συγκλήτου πλησίον τῆς εἰσαγούσης πύλης εἰς τὸν κοχλίαν, ἐπεύχονται τὸν βασιλέα, ἕκαστος αὐτῶν, ὡς προείρηται. Ὁ δὲ βασιλεὺς δηριγευόμενος ὑπό τε τῶν ἀρχόντων τοῦ κουβουκλείου καὶ βασιλικῶν οἰκειακῶν, τοῦ τῆς καταστάσεώς τε καὶ σιλεντιαρίων, ἀνέρχεται διὰ τοῦ κοχλιοῦ, καὶ μικρὸν ἐκκλίνας ἀριστερόν, διέρχεται διὰ τῶν κατηχουμενίων τοῦ νάρθηκος καὶ εἰσέρχεται εἰς τὸν κοιτῶνα αὐτοῦ, καὶ εἰσελθὼν ὑπαλλάσσει διβητήσιον ἄσπρον, οἱ δὲ εὐνοῦχοι πρωτο 1.94 σπαθάριοι ὑπαλλάσσουσι διβητήσια ἄσπρα καὶ σαβάνια, βαστάζοντες καὶ τὰ σπαθοβάκλια αὐτῶν, φοροῦντες καὶ τὰ σπαθία αὐτῶν, διέρχονται ὄπισθεν τοῦ βασιλέως, ὡς εἴθισται αὐτοῖς. Ὁ δὲ τῆς καταστάσεως εἰσελθὼν δηλοῖ τῷ πραιποσίτῳ ὡς ὅτι ἤγγισεν ὁ καιρὸς τῆς λιτῆς μετὰ τοῦ πατριάρχου, ὁ δὲ πραιπόσιτος εἰσελθὼν δηλοῖ τῷ βασιλεῖ. Τοῦ δὲ βασιλέως ἐξελθόντος ἐκ τοῦ κοιτῶνος αὐτοῦ ἐν τοῖς κατηχουμενίοις ὕπερθεν τῶν βασιλικῶν πυλῶν, εἰσέρχονται οἱ βεστήτορες καὶ ὑπαλλάσσουσι τὴν χλανίδα τὸν βασιλέα, τὰ δὲ ἐκεῖσε κρεμάμενα βῆλα ἐν τοῖς κατηχουμενίοις κουβικουλάριοι ποιοῦσιν. Ἐξελθόντα δὲ τὸν βασιλέα ἐκ τῶν βήλων καὶ δηριγευόμενον ὑπὸ τῶν ἀρχόντων τοῦ κουβουκλείου, δέχονται αὐτὸν ἐκεῖσε ἔξω τοῦ βήλου πατρίκιοί τε καὶ στρατηγοί, καὶ πεσόντες προσκυνοῦσι, καὶ νεύει ὁ πραιπόσιτος ἀπὸ κελεύσεως τὸν τῆς καταστάσεως, κἀκεῖνος λέγει· "Κελεύσατε." Αὐτοὶ δὲ ὑπερεύχονται τό· "Εἰς πολλοὺς καὶ ἀγαθοὺς χρόνους." Καὶ δηριγευόμενος ὑπὸ πάντων φορούντων τὰ χρυσόταβλα αὐτῶν χλανίδια, κατέρχεται τὸν κοχλίαν, καὶ δέχονται αὐτὸν πάλιν ἐκεῖσε, ἤγουν ἐν τῷ πληρώματι τοῦ κοχλιοῦ, πατρίκιοί τε καὶ στρατηγοὶ σὺν πάσῃ τῇ συγκλήτῳ, καὶ πάντων πεσόντων, νεύει ὁ πραιπόσιτος ἀπὸ κελεύσεως τῷ σιλεντιαρίῳ, κἀκεῖνος λέγει· "Κελεύσατε." Αὐτοὶ δὲ ὑπερεύχονται ὁμοίως· "Εἰς πολλοὺς καὶ ἀγαθοὺς χρόνους·" ∆ηριγευόμενος δὲ ὁ βασιλεὺς ἀπὸ τῶν ἐκεῖσε, διέρχεται διὰ τοῦ νάρθηκος, καὶ ἐξελθὼν τὴν οὖσαν ἄντικρυ τῶν βασιλικῶν πυλῶν τοῦ μεγάλου ναοῦ πύλην, κατέρχεται τὰ γραδήλια, καὶ ἐκκλίνας ἐξ ἀριστερᾶς, ἐξέρχεται τὴν πύλην, δι' ἧς εἴθισται αὐτῷ καθ' ἑκάστην προέλευσιν διέρχεσθαι, καὶ