ἦλθον εἰς μέσον καὶ νομομαθής τις ἄγαν παρ' αὐτοῖς νομιζόμενος ἐρωτᾷ ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ, οἰηθεὶς ὅτι μέλλει μὲν τὰ Μω σέως παραγράφεσθαι, παρατιθέναι δὲ τὴν ἑαυτοῦ διδασκαλίαν ἢ <εἰπεῖν> ὅτι ἀγαπήσεις κύριον τὸν θεόν σου καὶ ἐμέ, παραζευγνὺς ἑαυτοῦ τὴν δόξαν τῇ δόξῃ τοῦ πατρὸς καὶ οὕτως εὑρίσκει τόπον τοῦ ἐμβαλεῖν εἰς κίνδυνον ὡς θεοποιοῦντα ἑαυτὸν ἤ, εἰ τοῦτο παρασιωπήσει, λέγειν· οὐκοῦν οὐ προσδέχομαί σε ὡς θεόν. ὁ δὲ κύριος οὐδὲν καινὸν εἰπὼν ἀλλὰ τὰ τοῦ νόμου καὶ ταύτῃ ἐπιστομίσας τοὺς Φαρισαίους ἐρωτᾷ καὶ αὐτὸς αὐτοὺς τίνος υἱὸν νομίζουσιν τὸν Χριστόν. 253 Mt 22, 43-46 Πῶς οὖν ∆αυὶδ ἐν πνεύματι κύριον αὐτὸν καλεῖ; δέον γάρ φησιν τοὺς πατέρας τῶν υἱῶν κυρίους ὀνομάζεσθαι διὰ τὸ ἔχειν αὐτοὺς ὑπὸ τὴν αὐτῶν ἐξουσίαν τοὺς υἱούς, τοὐναντίον ὁ ∆αυὶδ τὸν ἐκ σπέρ ματος ἑαυτοῦ κύριον αὐτοῦ καλεῖ. 254 Mt 23, 4 Οὐαὶ τοίνυν ὑμῖν, ὦ νομικοί, ὅτι φορτικὸν ὁμολογουμένως ὄντα τὸν νόμον τοῖς μὲν ἄλλοις πατοῦσιν αὐτὸν θανάτου δίκην ἐπάγετε, αὐτοὶ δὲ τοῦ νόμου οὐδὲ προσψαύετε. 255 Mt 23, 11-12 Ἐπειδὴ τοὺς καινὰ δόγματα διδάσκοντας ὡς ἐπίπαν ἰδεῖν ἔστι κενοδοξίας καὶ ἀλαζονείας ἔρωτι εἰς τὸ τῆς διδασκαλίας ἀξίωμα παρα γενομένους, ἀναιρεῖ ὁ κύριος ταύτην τὴν ὑπόνοιαν καὶ τὴν ὁδὸν ἐκκό πτει ὡς ἐπ' ὄλεθρον ἄγουσαν. εἰ τοίνυν, φησίν, δόξης τε καὶ πρωτείων ἐρᾷς, τὴν τῶν διακόνων καὶ ὑστέρων τάξιν ἐπιζήτει καὶ ταπεινοφροσύνην ἄσκει. 256 Mt 23, 15 Υἱὸν γεέννης φησὶ τὸν ἀπολλύμενον ἐξ ἀπιστίας ὡς δυσσεβείας εἰς τοῦτο κατολισθεῖν καὶ εἰς τοῦτο παρανομίας ἀφικέσθαι μέτρον ὡς ἀμεσίτευτον ἔχειν πρὸς φλόγα τὴν οἰκειότητα καὶ μονονουχὶ συγγένειαν τὴν πρὸς <τὸ τὰς> αἰκίας ἀναμφιλόγως διενεγκεῖν. 257 Mt 23, 22 ∆ιὰ τοῦτο δὲ "θρόνον θεοῦ" τὸν οὐρανὸν ὀνομάζουσιν αἱ γραφαί, ὅτι ταῖς ἄνω δυνάμεσι θεὸς ἐπαναπαύεται· ἐν οὐρανῷ γάρ εἰσιν οἱ ποιοῦντες τὸ θέλημα αὐτοῦ ἄγγελοι καὶ ἀεὶ δοξάζοντες αὐτόν· αὕτη γὰρ αὐτῷ ἀνάπαυσις. "ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ"· ἐν αὐτῇ γὰρ διὰ σαρκὸς τοῖς ἀνθρώποις συνανεστράφη. ποὺς δὲ θεοῦ ἡ ἁγία αὐτοῦ σὰρξ καὶ διαφόρως ὀνομάζεται. 258 Mt 23, 23 Ἀπαιτεῖτε, φησίν; ὦ Φαρι σαῖοι, τὰς δεκάτας τάχα που καὶ λαχάνων λεπτῶν παρέντες τὰς ἐντο λάς, ἐφ' αἷς ἐστιν μείζων ἡ παρά βασις. καὶ ποῖα ταῦτά ἐστιν τὰ ἐντάλματα; ἡ κρίσις, τοῦτ' ἔστιν τὸ κρίνειν ὀρθὰ καὶ ἀμώμητα, καὶ τὸ ἔλεος, τοῦτ' ἔστιν ἡ εἰς θεὸν γνησιότης· ἄμεινον γὰρ κρίσις καὶ ἔλεος καὶ πίστις ἡ εἰς θεὸν δεκάτης καὶ ἀπαρχῆς. διὸ καὶ διὰ τοῦ προφήτου φησὶν ὁ τῶν ὅλων θεός· καὶ νῦν, Ἰσραήλ, "τί κύριος" ὁ θεὸς "ζητεῖ παρὰ σοῦ ἀλλ' ἢ τοῦ ποιεῖν κρίμα καὶ ἀγαπᾶν" καὶ ζη τεῖν "ἔλεον καὶ ἕτοιμον εἶναι τοῦ πορεύεσθαι μετὰ κυρίου" τοῦ "θεοῦ σου". ἐν γὰρ τῷ λίαν ἑτοίμῳ πρὸς ἀκολούθησιν τὸ εἰς πίστιν γνησίαν ὁρᾶται σῳζόμενον. Ὅρα τὴν ἐπίπληξιν· ἀπαιτεῖτε, φησίν, ὦ Φαρισαῖοι, τὰς δεκάτας τάχα που καὶ λαχάνων λεπτῶν παρ έντες τὰς ἐντολάς, ἐφ' αἷς ἐστι μείζων ἡ παράβασις. ποῖαι δὲ αὗται αἱ ἐντολαί; ἡ κρίσις, τοῦτ' ἔστιν τὸ κρίνειν ὀρθὰ καὶ τὸ ἔλεος καὶ ἡ πίστις εἰς θεόν· ταῦτα γὰρ ἀμείνω δεκάτης καὶ ἀπαρχῆς. διὸ καὶ διὰ τοῦ προφήτου φησὶν ὁ τῶν ὅλων θεός· καὶ νῦν, Ἰσραήλ, "τί κύριος" ὁ θεὸς "ζητεῖ παρὰ σοῦ ἀλλ' ἢ τοῦ ποιεῖν κρίμα καὶ ἀγα πᾶν" καὶ ζητεῖν "ἔλεον καὶ ἕτοιμον εἶναι τοῦ πορεύεσθαι μετὰ κυρίου" τοῦ "θεοῦ σου". 259 Mt 23, 25 διὰ τούτων τὸν τῶν Φαρισαίων διαγράφει βίον παραινῶν μὴ τοῖς ἔξω θεν σχηματισμοῖς πλάττεσθαι μόνον, ἀλλ' ἔχειν καὶ τὰ ἔσωθεν κα θαρὰ τὰ εἰς νοῦν καὶ καρδίαν. 260 Mt 23, 29-36 Τί δὴ ἄρα φησὶν ὁ σωτήρ, ἀκριβῶς ἐρευνήσομεν. οἱ μὲν τῶν Ἰου δαίων πατέρες ἀπέκτειναν κατὰ καιροὺς τοὺς ἁγίους προφήτας τὸν θεῖον αὐτοῖς διαπορθμεύοντας λόγον· οἵ γε μὴν ἐξ