Μωυσέως τρόπον. "Οὐ γὰρ "πρέσβυς, οὐκ ἄγγελος, κατὰ τὸ γεγραμμένον, ἀλλ' αὐτὸς ὁ "Κύριος," ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος ἄνθρωπος γεγονὼς καθ' ἡμᾶς, ἑαυτῷ παρέστησε τὴν ἐκκλησίαν, καὶ "τοὺς δύο "λαοὺς ἔκτισεν εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, καὶ "ἀποκαταλλάσων τοὺς ἀμφοτέρους ἐν ἑνὶ πνεύματι πρὸς "τὸν πατέρα," κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν. Ἢ καὶ καθ' ἕτερον, εἰ βούλει, τρόπον ἐκδέξῃ τὸ εἰρημένον. ἐμνηστεύετο γὰρ, ὡς ἔφην, ἐν Αἰγύπτῳ ποτὲ τὴν τῶν 1.75 Ἰουδαίων Συναγωγήν· ἀλλ' οἱονείπως ἑτέρῳ μᾶλλον, οὐχ ἑαυτῷ, φημὶ δὴ τῷ θεσπεσίῳ Μωυσεῖ, πρὸς ὃν ἔφη που "Βάδιζε κατάβηθι τὸ τάχος ἐντεῦθεν· ἠνόμησε γὰρ ὁ λαός "σου, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου." ἀκούεις ὅπως Μωυσεῖ προσνενέμηκε τὴν μεμνηστευμένην, ἤτοι τὸν λαὸν, οὔπω τῆς οἰκειότητος ἀξιῶν τῆς πρὸς ἑαυτόν· οὐ γὰρ ἱκανὸς, ὡς ἔφην, ὁ νόμος ἤτοι Μωυσῆς, συνάψαι καθαρῶς τε καὶ ὁλοτρόπως Θεῷ· τετήρητο γὰρ ὡς κατορθωμάτων ἄριστον καὶ θεοπρεπὲς ἀληθῶς τῷ μεσίτῃ Θεοῦ καὶ ἀνθρώπων, του- τέστι Χριστῷ, δι' οὗ καὶ ἐν ᾧ πρὸς Θεὸν ἑνούμεθα. καὶ γάρ ἐστιν "αὐτὸς ἡ εἰρήνη ἡμῶν," κατὰ τὰς γραφὰς, ὁ τὴν μεταξὺ κειμένην ἐξελὼν ἁμαρτίαν, καὶ καθαροὺς ἡμᾶς καὶ ἐκνενιμμένους καὶ ἡγιασμένους τῷ πνεύματι συνάψας ἑαυτῷ, καὶ δι' ἑαυτοῦ τῷ Θεῷ καὶ Πατρί. 9Καὶ μνηστεύσομαί σε ἐμαυτῷ ἐν δικαιοσύνῃ καὶ ἐν κρίματι καὶ ἐν ἐλέει καὶ ἐν οἰκτιρμοῖς καὶ μνηστεύσομαί σε ἐμαυτῷ ἐν πίστει, καὶ ἐπιγνώσῃ τὸν Κύριον.9 Ἐξηγεῖται σαφῶς τίς ἂν γένοιτο τῆς συναφείας ὁ τρόπος, καὶ διὰ ποίων ἂν ἴοι πραγμάτων τῆς οἰκονομίας τὸ μυστήριον. ἐν δικαιοσύνῃ γὰρ ἔσται φησὶ καὶ ἐν κρίματι καὶ μέντοι καὶ ἐν ἐλέει καὶ ἐν οἰκτιρμοῖς. τίς οὖν ἄρα ἐστὶν ἡ δικαιο- σύνη, τί δὲ τὸ κρίμα, καὶ μὴν καὶ τὸ ἔλεος, εἰπεῖν, ὡς ἔοικεν, ἀναγκαῖον. οὐκοῦν πεπλεονεκτήμεθα μὲν οἱ τάλανες, διαρ- πάζοντος ἡμᾶς ὡς θηρὸς ἀγρίου τοῦ σατανᾶ, καὶ ἀποφέροντος μὲν εἰς πλάνησιν, ἐνιέντος δὲ κατὰ τὸ αὐτῷ δοκοῦν τοῖς τῆς ἁμαρτίας βόθροις, οὐδὲν ἑαυτοῖς ἐπαμύνειν ἰσχύοντας. παγ- χάλεπος γὰρ καὶ βιαιότατος ἀληθῶς καὶ ἀνθρωποκτόνος ὁ θήρ. ἐπειδὴ δὲ εἰς τοῦτο ταλαιπωρίας κατεκομίσθη τὰ 1.76 ἀνθρώπινα, συχνὰς ἐποιοῦντο τὰς λιτὰς πρὸς τὸν ἐπαμύνειν δυνάμενον οἱ μακάριοι προφῆται, καὶ τὸ κοινὸν τῆς ἀνθρω- πότητος μονονουχὶ προσωπεῖον ἑαυτοῖς περιπλάττοντες, συλλήπτορα καὶ ἐπαρωγὸν ἐξ οὐρανῶν ἀφικέσθαι παρε- κάλουν τὸν Υἱόν. ἔφη γοῦν ὁ θεσπέσιος ∆αυείδ, "Ἀνάστα "ὁ Θεὸς, κρίνον τὴν γῆν·" καὶ πάλιν "Ὁ Θεὸς, ἐν τῷ "ὀνόματί σου σῶσόν με, καὶ ἐν τῇ δυνάμει σου κρινεῖς "με." ἔκρινε τοίνυν ἐν δικαιοσύνῃ ὁ Θεὸς, καὶ σέσωκε μὲν τοὺς ἠδικημένους, τὸν δὲ μιαιφόνον καὶ ἀλιτήριον ἀπεσόβησε σατανᾶν, καὶ τῆς καθ' ἡμῶν ἀπεώσατο πλεονεξίας, καὶ τὴν ἀλαζόνα καὶ οὐκ εὐάντητον τῶν δαιμονίων καθεῖλεν ἀρχήν. καὶ τοῦτο ἡμῖν τὸ μυστήριον αὐτὸς δι' ἑαυτοῦ διεσάφει λέγων, ὅτε τὸν ὑπὲρ τῆς ἁπάντων ζωῆς ἔμελλεν ἀνατλῆναι σταυρόν "Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου, νῦν ὁ ἄρχων "τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω. κἀγὼ ἐὰν ὑψωθῶ ἐκ "τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν." καὶ οὐ δήπου φαμὲν, ὅτι κρίσιν ἔφη τοῦ κόσμου τούτου γενήσεσθαι παρ' αὐτοῦ κατὰ τὸν τῆς ἐπιδημίας καιρόν. ὡς γὰρ αὐτὸς ἔφη πάλιν, "Οὐκ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν εἰς τὸν κόσμον, ἵνα κρίνῃ "τὸν κόσμον, ἀλλ' ἵνα σωθῇ ὁ κόσμος δι' αὐτοῦ." κρίσιν δὲ εἶναί φησι τὴν ὀρθὴν καὶ ἀμώμητον οἱονεὶ διαδικασίαν. δε- δίκακε γὰρ, ὡς ἔφην, ὀρθῶς καὶ θεοπρεπῶς ἡμῖν τε κἀκείνῳ. καὶ σέσωκε μὲν ἡμᾶς, ἑλκύσας πρὸς ἑαυτόν· ἐκβέβληκε δὲ τῆς καθ' ἡμῶν τυραννίδος τὸν πλεονεκτοῦντά τε καὶ διολ- λύντα ποικίλως. σεσώσμεθα δὴ οὖν ἐλεοῦντός τε ἡμᾶς καὶ κατοικτείροντος Θεοῦ. δεδικαιώμεθα γὰρ, "Οὐκ ἐξ ἔργων "δικαιοσύνης ἃ ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ πολὺ αὐτοῦ "ἔλεος," καθὰ γέγραπται· κεκλήμεθά τε πρὸς οἰκειότητα τὴν πνευματικὴν διὰ πίστεως· κεκλημένοι τε οὕτω, τὸν φύσει 1.77 Θεὸν ἐγνώκαμεν. ταύτῃτοι, φησὶ, καὶ μνηστεύσομαί σε ἐμαυτῷ ἐν πίστει, καὶ ἐπιγνώσῃ τὸν Κύριον. οὐκοῦν προεισβέβηκεν ἡ πίστις,