τὴν ἄκραν ὀξύτητα ἀγαγεῖν, ἢ τὴν σὴν ψυχὴν μὴ διαρ[ραγεῖσαν ἐξε]τάσεσιν, ἀλλὰ καὶ τῷ μεγέθει τῶν περιστάσεων καὶ τῷ πλήθει τοῦ χρόνου γενναιότατα διαρκέσασαν; [ἀλλ' ἔ]δει σε χωνευθῆναι τῷ δοκιμαστικῷ πυρί, καὶ κεχώνευσαι, οὕτω δὴ τεχνικῶς ὡς χρυσὸν ἀναδειχθῆναι καθαρώτατόν τε καὶ τιμαλφέστατον. Τοῖς δὲ τῆς ἑτέρας ἁρμονίας ποῖαι κιθάραι καὶ λύραι, ποῖαι δὲ μοῦσαι ποικίλως ἠχῆσαι δυναμέναι προσαρκέσουσιν; ἐπεὶ γὰρ ἔδει σε ἀναφανῆναι τὸν τέως κρυπτόμενον ἥλιον, ἐρρήγνυτο μὲν τὸ νέφος, διεσπᾶτο δὲ ἡ ἀχλύς, καταιγίδες δὲ καὶ θύελλαι ἐσκεδάννυντο. καὶ τὰ μὲν ὑπεχώρει καὶ ὑπεξίστατο, ὅσα δή σοι ἀντέπιπτον, τὰ δὲ συνείλεκτό τε καὶ συνηθροίζετο, δήμου βίαι, συγκλήτου βουλαί, χειροτονίαι τε καὶ ψηφίσματα καὶ γνῶμαι τῶν ἐκ περάτων γῆς εἰς μίαν ἰδέαν συνηρμοσμέναι. καὶ οἱ πρότερον διεστηκότες πρὸς μίαν γνώμην τότε συνήπτοντο, τῶν ἡλικιῶν τε τὸ διάφορον διαφορὰν οὐκ εἶχε φρονήματος, ἀλλὰ καὶ γεγηρακότες ὁμοῦ καὶ νεάζοντες τὴν αὐτὴν φωνὴν ἀφιέντες μίαν ἐδήλουν καὶ τὴν διάνοιαν. οὕτω σοι παραδόξως πρὸς τῆς ἀνατολῆς καὶ τὰ γένη συνήπτοντο καὶ πρὸς τελειότητα μίαν πάντα συνήγοντο, ἐφ' οἷς πᾶσι διαυγεῖ κύκλῳ καὶ ἀρρήτῳ τῇ λαμπηδόνι ὑπερφανεὶς τοῦ ὁρίζοντος, καὶ τάχει δρόμου πρὸς τὴν καθ' ἡμᾶς μεσημβρίαν φθάσας ταῖς ἀναβάσεσι, καὶ τοῦ παντὸς μέσον γενόμενος κύκλῳ τε τὰς ἀκτίνας ἀφείς, πᾶσαν ἔνδον τὴν οἰκουμένην συμπεριείληφας ὡς πάντας καὶ τοῦ φωτὸς παραπολαῦσαι καὶ τῆς θερμότητος. ὁ μὲν οὖν ὁρώμενος οὗτος ἐν οὐρανῷ ἥλιος ταῖς ἀκαμάτοις καὶ ἰσοταχέσι κινήσεσι τῷ δρόμῳ τὴν αἴγλην μετρεῖ, καὶ ᾧ πεπλησίακε κέντρῳ ἐκεῖθεν λαμπροτέρας τοῖς ὑποκειμένοις ἀφίησι τὰς αὐγάς, στηρίζειν μὲν δοκῶν διὰ τὴν ἀπόστασιν, ἄπαυστα δὲ θέων καὶ συγκινούμενος τῇ τοῦ παντὸς ἀεικινήτῳ φορᾷ. σὺ δὲ ἀφ' ἑνὸς καὶ τοῦ αὐτοῦ σημείου προχέων τὰς χάριτας, ἰσόμετρον τοῖς κοσμικοῖς κέντροις τὴν δᾳδουχίαν ἁπλοῖς, στηρίζων ὁ αὐτὸς ὁμοῦ καὶ κινούμενος καὶ πανταχοῦ φθάνων καὶ τοῦ βασιλικοῦ κύκλου μὴ ἀφιστάμενος. ποῖος γὰρ οὐκ ἔχει σε χῶρος ἢ ποῖ μὴ πεπόρευσαι σύ; ποῖος δὲ μυχὸς [γ]ῆς ἢ θαλάσσης τὰς σὰς ἀστραπὰς οὐκ ἐδέξατο, διττὴν ἐχούσας τὴν δύναμιν, ὡς τοὺς μὲν αἴγλης πληροῦν, [τοὺς] δὲ ἐμπιπρᾶν, κατὰ τὴν ἀνάλογον τῶν ὑποδεχομένων ὕλην τε καὶ ποιότητα; ἀλλ' ἐπεὶ ποικίλα τῶν εὐεργετη[μάτων τ]ὰ εἴδη ταῖς τῶν ἀρετῶν διαφοραῖς μεριζόμενα, τῶν τε μὴν εὐεργετουμένων καθ' ἕνα τε καὶ κατὰ πλῆθος [γίνεται ἡ] διαίρεσις. Οὕτως ἐν ἅπασιν ὑπὲρ ἅπαντας ἀναπέφηνας, ὡς μετὰ πάντων καὶ τοὺς λόγους νικᾶν. [ὁ μὲν γ]ὰρ καθ' ἕνα, ἵνα τὸ πᾶν συγκεφαλαιώσωμαι, εὐδαιμονέστατός τε καὶ ὀλβιώτατος κατὰ τοὺς πάλαι τῶν ἡρώων [......]ένας π[....] ἀπὸ μὴ τοιούτων γεγόνασιν. οἱ δὲ κατὰ πλῆθος πόλεις ὅλαι καὶ δῆμοι καὶ θέατρα, ἔθνη τε [....] ἅπαντα εὐ[ν]ομούμενα καὶ ὑπήκοα ἢ φορολόγων ἀπανθρωπίας ἐλευθερούμενα ἢ βαρύτητος ἀπαλλαττόμενα δυναστῶν ἤ τινος ἄλλου τοῦ συμπιέζοντος. ἀλλὰ τοὺς μὲν ἄλλους οὕτως ἔδει λαμπρῶς τετιμῆσθαι, τὴν δὲ [πατρί]δα [ἐν ᾗ αὐτὸς] γεγένησαι καὶ ἐφ' ᾗ βεβασίλευκας ἔλαττόν τινος τῶν προειληφότων τὸ κράτος τετιμηκέναι; [πο]λλοῦ γε καὶ δεῖ. ἡ δὲ [ἀτρε]μής· ὅρους αὐτῇ ἀνατολὴν καὶ [δ]ύσι[ν ἐ]ποίησας τῶν ἐθνῶν, [τοὺς] μὲν πο[λλοὺς .......], ἔστι δὲ οἷς καὶ προσβαλὼν καὶ ἄμφω ν[ενι]κηκώς τε καὶ [δου]λωσάμενος, πρῶτα μ[..................] φιλανθρωπίας ταῖς χάρισιν. εἰ δέ τι καὶ νῦν ἐστι [ὡς] σπαῖρόν τε καὶ κινούμενον, ἀλλὰ τῆς κεφαλῆς ἀναιρεθ[είσης] δράκ[οντος], κενοὶ πάντως οἱ τοῦ λοιποῦ σώματος ἐλιγμοί, [περι]ϊόντι τῷ χρόνῳ καὶ συννεκρούμενοί τε καὶ συντηκόμενοι καὶ [......]. ἀλλ' ὥσ[περ] μόλ[ουροι] τῷ τῆς ἡμετέρας πόλεως συνεκολλήθησαν σώματι καὶ πρὸς μίαν διῆλθε τὰ δι[εσ]τηκότα σύρ[ματα ...........], σοῦ παραδόξως ταῦτα συναγαγόντος τε καὶ συμπήξαντος καὶ τὴν φύσιν ἄλλοις ἁρμόσαντος [καὶ ἄλλοις] προσαρμόσαντος, ἔστιν ἃ διερράγησάν τε