εἰσπορευόμενον εἰς τὸ στόμα εἰς τὴν κοιλίαν χωρεῖ καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται, καὶ τὸ ἁγιαζόμενον βρῶμα «διὰ λόγου θεοῦ καὶ ἐντεύξεως» κατ' αὐτὸ μὲν τὸ ὑλικὸν εἰς τὴν κοιλίαν χωρεῖ καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται. Κατὰ δὲ τὴν ἐπιγενομένην αὐτῷ εὐχὴν «κατὰ τὴν ἀναλογίαν τῆς πίστεως» ὠφέλιμον γίνεται καὶ τῆς τοῦ νοῦ αἴτιον διαβλέψεως ὁρῶντος ἐπὶ τὸ ὠφελοῦν· καὶ οὐχ ἡ ὕλη τοῦ ἄρτου ἀλλ' ὁ ἐπ' αὐτῷ εἰρημένος λόγος ἐστὶν ὁ ὠφελῶν τὸν μὴ «ἀναξίως» τοῦ κυρίου ἐσθίοντα αὐτόν. Καὶ ταῦτα μὲν περὶ τοῦ τυπικοῦ καὶ συμβολικοῦ σώματος. Πολλὰ δ' ἂν καὶ περὶ αὐτοῦ λέγοιτο τοῦ λόγου, ὃς γέγονε «σὰρξ» καὶ «ἀληθινὴ βρῶσις», ἥντινα ὁ φαγὼν πάντως «ζήσεται εἰς τὸν αἰῶνα», οὐδενὸς δυναμένου φαύλου ἐσθίειν αὐτήν· εἰ γὰρ οἷόν τε ἦν ἔτι φαῦλον μένοντα ἐσθίειν τὸν γενόμενον σάρκα λόγον, ὄντα καὶ ἄρτον ζῶντα, οὐκ ἂν ἐγέγραπτο ὅτι «πᾶς ὁ φαγὼν τὸν ἄρτον τοῦτον ζήσεται εἰς τὸν αἰῶνα». 11.15 Ἑξῆς τούτῳ ἴδωμεν πῶς τὰ ἐκπορευόμενα καὶ κοινοῦντα τὸν ἄνθρωπον οὐ παρὰ τὸ ἐκ τοῦ στόματος ἐκπορεύεσθαι κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὴν αἰτίαν ἔχει τῆς κοινώσεως ἐν τῇ καρδίᾳ, ὅτε ἐξέρχονται ἀπ' αὐτῆς, πρὸ τῶν ἐκπορευομένων διὰ τοῦ στόματος, διαλογισμοὶ πονηροί, ὧν ἐν εἴδει εἰσὶ φόνοι, μοιχεῖαι, πορνεῖαι, κλοπαί, ψευδομαρτυρίαι, βλασφημίαι· ταῦτα γάρ ἐστι τὰ κοινοῦντα τὸν ἄνθρωπον, ὅτε ἐξέρχεται ἀπὸ τῆς καρδίας καὶ ἐξελθόντα ἀπ' αὐτῆς διαπορεύεται διὰ τοῦ στόματος, ὡς εἰ ἔξω τῆς καρδίας μὴ ἐγίνετο ἀλλ' αὐτοῦ που περὶ τὴν καρδίαν κατείχετο, οὐκ ἐπιτρεπόμενα διὰ τοῦ στόματος λαλεῖσθαι, τάχιστα ἂν ἠφάνιστο καὶ οὐκέτι ἄνθρωπος ἐκοινοῦτο. Πηγὴ οὖν καὶ ἀρχὴ πάσης ἁμαρτίας διαλογισμοὶ πονηροί· μὴ γὰρ ἐπικρατησάντων τούτων, οὔτε φόνοι οὔτε μοιχεῖαι οὔτ' ἄλλο τι τῶν τοιούτων ἔσονται. ∆ιὰ τοῦτο πάσῃ φυλακῇ τηρητέον ἑκάστῳ τὴν ἑαυτοῦ καρδίαν· καὶ γὰρ ἐν ἡμέρᾳ κρίσεως ἐλθὼν «ὁ κύριος» «φωτίσει τὰ κρυπτὰ τοῦ σκότους καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν», «μεταξὺ» πάντων «τῶν λογισμῶν» ἀνθρώπων «κατηγο ρούντων ἢ καὶ ἀπολογουμένων», ἡνίκα ἐὰν κυκλώσῃ αὐτοὺς τὰ διαβούλια ἑαυτῶν. Τοιοῦτοι δ' εἰσὶν οἱ πονηροὶ διαλογισμοί, ὡς ἔσθ' ὅτε καὶ τὰ δοκοῦντα ἀγαθὰ καί, ὅσον ἐπὶ τῇ κρίσει τῶν πολλῶν, ἐπαινετὰ ψεκτὰ ποιεῖν. Ἐὰν γοῦν ποιῶμεν «ἐλεημοσύνην» «ἔμπροσθεν τῶν ἀνθρώπων», ἐν τοῖς διαλογισμοῖς ἡμῶν σκοποῦντες «τὸ θεαθῆναι» τοῖς ἀνθρώποις φιλάν θρωποι καὶ ἐπὶ φιλανθρωπίᾳ δοξασθῆναι, ἀπέχομεν «τὸν» ἀπὸ τῶν ἀνθρώπων «μισθόν»· καὶ ἁπαξαπλῶς πᾶν τὸ γινόμενον μετὰ τοῦ ἐν τῷ πράττοντι συνειδότος ἐπὶ τῷ δοξασθῆναι «ὑπὸ τῶν ἀνθρώπων» οὐκ ἔχει τέλος ἀπὸ τοῦ βλέποντος «ἐν τῷ κρυπτῷ» καὶ ἀποδιδόντος τὸν μισθὸν τοῖς ἐν τῷ κρυπτῷ καθαροῖς. Οὕτως οὖν καὶ ἡ δοκοῦσα ἁγνεία, ἐὰν διαλογισμοὺς ἔχῃ τοὺς ἐπὶ κενοδοξίᾳ ἢ φιλοκερδίᾳ, καὶ ἡ νομιζομένη ἐκκλησιαστικὴ διδασκαλία, ἐὰν ἐν λόγῳ κολακείας ἀνελευθερία γίνηται ἢ προφάσει πλεονεξίας ἢ ζητοῦντός τινος τὴν ἀπὸ ἀνθρώπων ἐπὶ διδασ καλίᾳ δόξαν, οὐκ ἔστι λελογισμένη ὑπὸ τῶν τεθέντων ἀπὸ τοῦ θεοῦ «ἐν τῇ ἐκκλησίᾳ» πρῶτον ἀποστόλων, δεύτερον προφητῶν καὶ τρίτον διδασκάλων. Τὸ δ' ὅμοιον ἐρεῖς καὶ ἐπὶ τοῦ ὀρεγομένου «ἐπισκοπῆς» διὰ τὴν παρὰ ἀνθρώποις δόξαν ἢ τὴν ἀπὸ ἀνθρώπων κολακείαν ἢ τὸν ἀπὸ τῶν προσιόντων τῷ λόγῳ πορισμὸν διδόντων προφάσει εὐσεβείας. Ὁ γοῦν τοιοῦτος ἐπίσκοπος οὐ «καλοῦ ἔργου ἐπιθυμεῖ» οὐδὲ δύναται εἶναι ἀνεπίληπτος οὐδὲ νηφάλιος οὐδὲ σώφρων, μεθύων ὑπὸ δόξης καὶ ἀκολάστως αὐτῆς ἐμφορούμενος. Τὸ δὲ αὐτὸ καὶ περὶ πρεσβυτέρων καὶ διακόνων ἐρεῖς. Ταῦτα δέ, εἰ καὶ δόξομέν τισιν ἐν παρεκβάσει εἰρηκέναι, ὅρα εἰ μὴ ἀναγκαίως λέλεκται διὰ τὸ πηγὴν εἶναι πάντων τῶν ἁμαρτη μάτων τοὺς πονηροὺς διαλογισμούς, δυναμένους μολῦναι καὶ τά, εἰ χωρὶς αὐτῶν πράττοιντο, δικαιώσαντα ἂν τὸν ποιήσαντα. Τίνα μὲν οὖν τὰ κοινοῦντα, κατὰ δύναμιν ἡμῖν ἐξήτασται. Τὸ δὲ ἀνίπτοις χερσὶ φαγεῖν οὐ κοινοῖ τὸν ἄνθρωπον· ἀλλά, εἰ δεῖ τολμήσαντα εἰπεῖν, κοινοῖ τὸ ἀνίπτῳ καρδίᾳ ὁτιποτοῦν φαγεῖν, ὃ πέφυκε τὸ ἡγεμονικὸν ἡμῶν ἐσθίειν. 11.16 Καὶ