εἰς τὸν τοῦ κεραμέως οἶκον καὶ διηγεῖται ἃ ἐθεάσατο λέγων· «καὶ ἰδοὺ αὐτὸς ἐποίει ἔργον ἐπὶ τῶν χειρῶν αὐτοῦ, καὶ διέπεσε τὸ ἀγγεῖον ὃ αὐτὸς ἐποίει ἐν τῷ πηλῷ ἐν ταῖς χερσὶν αὐτοῦ· καὶ πάλιν ἐποίησεν αὐτὸ ἕτερον ἀγγεῖον, καθὼς ἤρεσεν ἐναντίον αὐτοῦ ποιῆσαι». ἀλλ' οὐκ οἶδα τί ἑώρακεν ὁ προ φήτης παρὰ τῷ κεραμεῖ γενόμενος. εἶδε γὰρ ἐργαζόμενον τὸν κεραμέα· πήλινον ἦν τὸ σκεῦος τὸ γεγενημένον· διέπεσε τὸ σκεῦος. τί ἀκρι βῶς οὐκ εἶπεν· ἀφῆκε τὸ σκεῦος ἐκ τῆς χειρὸς αὐτοῦ, οὐδὲ τῷ κεραμεῖ ἀνέθηκε τὴν αἰτίαν; ἀλλ' ἐπεὶ ὁ λόγος ἐστὶ περὶ ἐμψύχων σκευῶν, ἅτινα παρ' ἑαυτὰ διαπίπτει, διὰ τοῦτο εἴρηται· «διέπεσε τὸ σκεῦος ἀπὸ τῶν χειρῶν αὐτοῦ». πρόσεχε οὖν καὶ σὺ σαυτῷ, μήποτε ἐν ταῖς χερσὶν ὢν τοῦ κεραμέως καὶ ἔτι πλασσόμενος παρὰ σαυτὸν διαπέσῃς ἐκ τῶν χειρῶν αὐτοῦ. «οὐδεὶς» μὲν γὰρ ἁρπάζει «ἐκ τῶν χειρῶν αὐτοῦ» κατὰ τὰ εἰρημένα ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ. οὐ μὴν γέγραπται ὅτι ὡς οὐδεὶς ἁρπάζει, οὕτως οὐδεὶς διαπίπτει ἐκ τῶν χειρῶν αὐτοῦ· τὸ γὰρ αὐτεξούσιον ἐλεύθερόν ἐστι. καί φημι· οὐδεὶς μὲν ἁρπάσει ἐκ τῆς χειρὸς τοῦ ποιμένος, ἐκ τῆς χειρὸς τοῦ θεοῦ οὐδεὶς δύναται ἡμᾶς λαβεῖν· δυνάμεθα <δὲ> ἡμεῖς ἀμελήσαντες δια πεσεῖν ἐκ τῶν χειρῶν αὐτοῦ. 18.4 «Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων· εἰ καθὼς ὁ κεραμεὺς οὕτως οὐ δυνήσομαι τοῦ ποιῆσαι ὑμᾶς, οἶκος Ἰσραήλ; φησὶ κύριος». ἕκαστος κατὰ δύναμιν νοεῖ τὰ γεγραμμένα, ὁ μὲν ἐπιπολαιότερον οἷον ὡς ἐξ ἐπιπέδου πηγῆς λαμβάνων τὸν νοῦν ἀπ' αὐτῶν, ὁ δὲ βαθύτερον ὡς ἀπὸ φρέατος ἀνιμῶν. καὶ δύνανται ἀμφότεροι ὠφελεῖ σθαι, ἐπεὶ τὸ αὐτὸ τῷ μέν ἐστι πηγή, τῷ δὲ φρέαρ. μαρτυρεῖ τὸ εὐαγγέλιον, ἡνίκα διηγεῖται τὰ περὶ τῆς Σαμαρίτιδος· ἐκεῖ γὰρ ὀνο μάζεται τὸ αὐτὸ «πηγὴ» καὶ «φρέαρ», καὶ ἀνὰ μέρος ποτὲ λέγεται πηγὴ καὶ ποτὲ φρέαρ. κατανοείτω δὲ ὁ δυνάμενος, ἵνα εἰδῇ ὅτι τὸ αὐτὸ τῇ ὑποστάσει τῷ μὲν ἐπιπολαίῳ πηγή ἐστι, τῷ δὲ βαθυτέρῳ φρέαρ ἐστί. προοίμιόν μοι τοῦτό ἐστι τῆς μελλούσης διηγήσεως διὰ τὸ ἀγγεῖον τὸ πήλινον τὸ διαπεσὸν ἀπὸ τῆς χειρὸς τοῦ κεραμέως καὶ αὖθις πλασθέν. τινὲς ἐθεώρησαν ταῦτα ἁπλούστερον καὶ ἐνόησαν. παραθήσομαι ὑμῖν τὸν ἐκείνων λόγον καὶ τὴν διήγησιν· μετὰ ταῦτα ἐάν τι ἔχωμεν βαθύτερον καὶ τοῦτο διηγησόμεθα. δύναται, φασίν, ἐνταῦθα δηλοῦσθαι τὰ περὶ τῆς ἀναστάσεως. εἰ γὰρ τὸ πήλινον ἀγ γεῖον διέπεσεν ἀπὸ τῶν χειρῶν τοῦ κεραμέως καὶ ἀπὸ τῆς αὐτῆς ὕλης τοῦ πηλοῦ τοῦ αὐτοῦ ποιεῖ «αὐτὸ ἀγγεῖον ἕτερον καθὼς ἤρεσεν ἐνώπιον αὐτοῦ», δύναται ὁ κεραμεὺς θεὸς τῶν σωμάτων ἡμῶν, ὁ δημιουργὸς τῆς κατασκευῆς ἡμῶν, ἐπὰν διαπέσῃ τοῦτο καὶ συντριβῇ καθ' οἵαν δήποτε αἰτίαν, ἀναλαβεῖν αὐτὸ καὶ ἀνακαινῶσαι καὶ ποιῆσαι αὐτὸ ὡραιότερον καὶ βέλτιον «ἀγγεῖον ἕτερον καθὼς ἤρεσεν ἐνώπιον αὐτοῦ ποιῆσαι». Ἐχέτω καὶ αὕτη ἡ διήγησις χάριν. 18.5 αὐτοῦ δὲ ἀκούσωμεν τοῦ κυρίου διηγουμένου καὶ λέγοντος· «εἰ καθὼς ὁ κεραμεὺς οὕτως οὐ δυνήσομαι τοῦ ποιῆσαι ὑμᾶς, οἶκος Ἰσραήλ; φησὶ κύριος. ἰδοὺ ὡς ὁ πηλὸς τοῦ κεραμέως οὕτως ὑμεῖς ἐστε ἐν χερσί μου. πέρας λαλήσω ἐπ' ἔθνος καὶ βασιλείαν τοῦ ἐξᾶραι αὐτοὺς καὶ τοῦ ἀπολλύειν, καὶ ἐπιστρέψει τὸ ἔθνος ἐκεῖνο ἀπὸ τῶν κακῶν αὐτῶν ὧν ἐλάλησα πρὸς αὐτό, καὶ μετανοήσω ἀπὸ τῶν κακῶν ὧν ἐλογισάμην τοῦ ποιῆσαι αὐτοῖς. καὶ πέρας λαλήσω ἐπὶ ἔθνος καὶ βασιλείαν τοῦ ἀνοικοδομεῖσθαι καὶ καταφυτεύειν, καὶ ποιήσουσι τὰ πονηρὰ ἐναντίον μου τοῦ μὴ ἀκοῦσαι τῆς φωνῆς μου, καὶ μετανοήσω περὶ τῶν ἀγαθῶν ὧν ἐλάλησα τοῦ ποιῆσαι αὐτοῖς, φησὶ κύριος». τοῦτο τὸ κατὰ τὸν οἶκον τοῦ κεραμέως ὁρῶμεν ἀναφέρεσθαι οὐκ ἐπί τινα τῶν καθ' ἕνα, ἀλλ' ἐπὶ δύο ἔθνη· λέγει γὰρ ἀρξάμενος <ὅτι> μέλλει λέγειν περὶ ἐθνῶν, ἵνα τι ὑποβάλῃ τοῖς δυναμένοις ἀκούειν ἀπορρήτων μυστηρίων· «πέρας λαλήσω ἐπὶ ἔθνος». ζήτει καὶ τὸ πέρας καὶ τὸ πρότερον ἔθνος, <ἐφ' ὃ λαλεῖ> τὰ τῆς ἀπωλείας διὰ τὰς ἁμαρτίας αὐτῶν· καὶ λαλήσας τὰ τῆς ἀπωλείας διὰ τὰς ἁμαρτίας, οὐδὲν ἧττον ἐπαγγέλλεται ὅτι ἐὰν μετανοήσωσι, μετανοήσει περὶ τῶν κακῶν ὧν ἐλάλησε τοῦ ποιῆσαι αὐτοῖς. καὶ πάλιν λαλεῖ ἐπ' ἄλλο ἔθνος δεύτερον «τοῦ ἀνοικοδομεῖ σθαι καὶ τοῦ