32
Θεὸς, "ἡνίκα ἂν εἰσπορεύεσθε εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου." Σίκερα δὲ καθ' Ἐβραίους πᾶν ἐμποιῆσαι μέθην δυνάμενον. Εἶτα λοιπὸν ἐπάγει τὰ διὰ ταῦτα δεινὰ γενόμενα μὲν αὐτοῖς ὑπὸ Βεσπασιανοῦ καὶ Ἀδριανοῦ Ῥωμαίων αὐτοκρατόρων. Καὶ κατὰ διάνοιαν δὲ στερηθέντες τοῦ ἐπιουσίου καὶ λογικοῦ ἄρτου τῆς ζωῆς, λιμώττουσι δεινῶς, κατὰ τὸ, "Ἐπιστρέψουσιν εἰς ἑσπέραν, καὶ λιμώξουσιν ὡς κύων, καὶ κυκλώσουσι πόλιν." Καὶ τὸν ἀρχηγὸν τῆς ζωῆς ἀρνησάμενοι, τῷ τῆς ψυχῆς θανάτῳ περιπεπτώκασιν, ἀποστραφέντες τε τὸν ἐλθόντα κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν, τοῖς νοητοῖς παρεδόθησαν αἰχμάλωτοι πολεμίοις. Ἐνεκρώθησαν οὖν οὐ διὰ λιμὸν ἄρτου, οὐδὲ διὰ δίψαν ὕδατος, ἀλλὰ διὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου, καὶ διὰ δίψαν ὕδατος, οὗ τις ἐκ τοῦ Κυρίου μεταλαβὼν οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα· οὐ λιμοκτονήσει γὰρ Κύριος ψυχὰς δικαίων· οὐδὲ τὸ σπέρμα τοῦ δικαίου ζητεῖ ἄρτους· οὐδὲ νηστεύουσιν οἱ τοῦ νυμφῶνος υἱοὶ παρόντος αὐτοῖς τοῦ νυμφίου. Τὸ δὲ, Ἐπλάτυνεν ὁ ᾅδης τὴν ψυχὴν αὐτοῦ, τὸ πάθος τῶν ἀπολουμένων δηλοῖ. Οὐ γὰρ τὸ ζῶον οὕτως, οὐδ' ἡ δύναμις ἐπιτεταμένη τοῖς ἀποθνήσκουσιν. Τὸ δὲ στόμα λέγων, παρέστησεν τόπον τινὰ ἐκ τῆς εἰς θάνατον ἁμαρτίας ἐνδοτάτω τῆς γῆς ἀφεγγῆ διὰ στομίου τινὸς τοὺς κατιόντας δεχόμενον. Αἰχμαλωτίζεται δέ τις, ἀπαχθεὶς ἀπάτῃ τῆς ἐν τῷ παραδείσῳ μακαριότητος. Νεκροῦται δὲ, τὴν ἐκ τῆς ἐντολῆς οὐκ ἔχων ζωήν. Εἰς ᾅδου δὲ κάτεισι ὁ φύσει κακίας τοῦ Θεοῦ χωρισθεὶς, τῷ ἀγαθῷ ποιούσης ἐναντίαν διάθεσιν. Ἐκ δὲ τῶν ἐναντίων ὁ δίκαιος συνηγέρθη Χριστῷ, καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανιοῖς. Κατίασι δὲ πρὸς ᾅδην, πρῶτον οἱ ἔνδοξοι, δοκοῦντες μὲν ἀγαθοὶ, μὴ τοιαῦτα δὲ τὰ ἕργα κτησάμενοι. Εἶτα οἱ μεγάλοι. δυνάμει καὶ ἀρχῇ τῶν πολλῶν ὑπερέχοντες, οἱ ἐξ ἀδικίας τε πλούσιοι, ἢ οἱ τὴν ἐπιθυμίαν τοῦ πλείονος ἀκόρεστον ἔχοντες, λοιμοί τε πάντες, οἱ διδάσκον 1916 τες πονηρὰ λόγοις, ἢ τῷ πρὸς ἁμαρτίαν ἐρεθισμῷ. Ἀγαλλιᾶται δὲ ἐν Ἰερουσαλὴμ τῇ γηΐνῃ, ὁ κατὰ σάρκα ζῶν Ἰουδαῖος, πρὸς τὴν ἀποκειμένην τοῖς ἁγίοις μὴ βλέπων μακαριότητα. Ταπεινοῦται δὲ ἄνθρωπος μὲν ἁπλῶς ὁ κατὰ τὰς κοινὰς ἐννοίας μείζων, καὶ τὴν δύναμιν τὴν ἐκ πρώτης αὐτῷ δοθεῖσαν κατασκευῆς, διὰ τὴν πρὸς τὰ κάτω συμπάθειαν. Ὁ δὲ καταξιωθεὶς ἤδη χρηματίζειν ἀνὴρ, πρὸς τὰ πάθη μαλακιζόμενος, ἀτιμάζεται ζημειωθεὶς οὐ τὸ κοινὸν ἁπλῶς, ἀλλὰ καὶ τὸ ἐξ ἀσκήσεως αὐτῷ γεγονὸς ἀγαθόν. "Τοὺς γὰρ δοξάζοντάς με, δοξάσω· καὶ οἱ ἐξουθενοῦντές με, ἀτιμασθήσονται," φησὶν ἐν πρώτῃ Βασιλειῶν. Ἐξουθενοῖ δὲ Θεὸν ὁ παραβαίνων τὰς ἐντολάς. Ὀφθαλμοὶ δὲ μετέωροι τῶν τὴν διάνοιαν εἰς τὸ ὕψος ἀράντων. Θεασάμενοι γὰρ τὸν τὰ πάντα ποιήσαντα, καὶ ὑπεράνω γεγονότες τῶν αἰσθητῶν, διὰ ψευδοδοξίας καὶ τοῦ προσπάσχειν τοῖς ὑλικοῖς, εἰκότως ἐταπεινώθησαν. Ὑψοῦται δὲ Κύριος ἐν κρίματι, κατὰ τὴν δικαίαν τῶν εἰρημένων ἀνταπόδοσιν. Καὶ καθ' ἕκαστον δὲ κατόρθωμα ὑψοῦμεν Θεόν. Συνεργίᾳ γὰρ κατορθοῦμεν τῇ παρ' αὐτοῦ. ∆ιό φησιν, "Ὑψώσω σε, Κύριε, ὅτι ὑπέλαβές με·" καὶ πάλιν, ὑψοῦμεν αὐτὸν, θεωροῦντες αὐτοῦ τὴν σοφίαν, τὴν δύναμιν, τὰ κρίματα· ὡς λέγεσθαι περὶ τοῦ δικαίου, "Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτοῦ." Ὁ δὲ τὸν Κύριον ἰδὼν ὑψούμενον, ἐν τοῖς κρίμασιν, ὁρᾷ καὶ τὴν δόξαν τῆς δικαιοσύνης αὐτοῦ. Ἀντὶ δὲ τοῦ, Καὶ βοσκηθήσονται οἱ διηρπασμένοι ὡς ταῦροι, ὁ Σύμμαχος, Νεμεθήσονται, φησὶν, οἱ ἀμνοὶ αὐτῶν. Τὰ δὲ ἔρημα τῶν παρανόμων πάροικοι φάγονται· ἃ καὶ πρὸς λῆξιν ἐγένετο. Τῶν γὰρ ἀρχόντων τοῦ λαοῦ δίκην ταύρων ἀγέλης ἡγουμένων εἰς μετοικίαν ἀπαχθέντων, καὶ ἐπὶ τῆς ἀλλοδαπῆς διαρπασθέντων, τὰς ἐρήμους αὐτῶν χώρας πάροικοί τινες ἐπελθόντες καὶ μέτοικοι κατέσχον· ὅπερ ἔλεγε, Τὴν χώραν ὑμῶν ἐνώπιον ὑμῶν ἀλλότριοι κατεσθίουσιν αὐτήν. Οὗ τοὐναντίον ἦν, ὅτε Θεὸς ὑπερεμάχει τοῦ ἰδίου λαοῦ. Νῦν δὲ δι' ἄλλου προφήτου φησὶν ὁ Θεὸς, "Καλαμᾶσθε, καλαμᾶσθε, ὡς ἄμπελον τὰ κατάλοιπα τοῦ Ἰσραήλ. Ἐπιστρέψατε ὡς ὁ τρυγῶν ἐπὶ τὸν κάρταλλον αὐτοῦ." Φησὶν οὖν καὶ οὗτος,