τελευτᾷ δὲ Κωνσταντῖνος υἱὸς Μιχαὴλ ὁ ἐξ Εὐδοκίας, ὡς δὲ λόγος, υἱὸς Βασιλείου· ὃν πολλὰ θρηνήσας ἀπέθετο ἐν τοῖς τάφοις τῶν βασιλέων. 16. Τῷ ιδʹ αὐτοῦ ἔτει, μηνὶ Μαΐῳ αʹ, ἐγκαινίζεται καὶ ἐνθρονίζεται ἡ Νέα ἐκκλησία παρὰ Φωτίου πατριάρχου. 17. Τῷ ιεʹ αὐτοῦ ἔτει Λέων ὁ Σαλιβαρᾶς συνοψίζει Φωτίῳ πατριάρχῃ Θεόδωρον μοναχὸν τὸν Σανταβαρηνόν, ὃς ὑπὸ Φωτίου μετὰ τοῦτο γέγονεν ἀρχιεπίσκοπος Εὐχαΐτων, ὡς εὐλαβῆ 693 καὶ ποιοῦντα τεράστια καὶ προορατικόν. Φώτιος δὲ τοῦτον Βασιλείῳ βασιλεῖ μεσιτεύει· εἰς ὃν ὁ βασιλεὺς ἀρεσθείς (πρὸς γὰρ τὰς ἐπιθυμίας αὐτοῦ διέκειτο) εἶχεν ἐν τιμῇ πολλῇ. ὃς ἀθυμοῦντα τὸν βασιλέα περὶ τοῦ τελευτήσαντος υἱοῦ αὐτοῦ Κωνστανίνου, διὰ τὸ φίλτρον ὅπερ εἰς αὐτὸν εἶχεν, ἐπλάνα, καὶ ἐπηγγέλλετο δεῖξαι ζῶντα. ὃ καὶ ἐποίησεν· ἐν γὰρ λόχμῃ τινὶ διερχομένῳ τῷ βασιλεῖ φάντασμα συνηντήθη ἔφιππον, χρυσοΰφαντον ἐνδεδυμένον, ἐν τῷ εἴδει τοῦ Κωνσταντίνου· ὃ καὶ ὀφθαλμοῖς ἰδὼν καὶ περιπλακεὶς κατεφίλησεν. καὶ γεγονότος ἀφανοῦς, αὐτὸν ἰδεῖν ὑπελάμβανε, καὶ ὡς οὐ πεπλάνητο. διὸ καὶ μονὴν ἐκεῖσε τίσας ἐπωνόμασεν αὐτὴν τοῦ ἁγίου Κωνσταντίνου. 18. Τούτοις καὶ ἑτέροις πλείστοις ἐκ τῶν Ἀπολλωνίου ἀκριβῶς μεμυημένος ὁ Σανταβαρηνὸς ἐποίησε τὸν βασιλέα πίστιν κεκτῆσθαι εἰς ἑαυτὸν πολλήν. οὗτος ὁ περιώνυμος Σανταβαρηνός, ὃς ὑπ' αὐτοῦ τοῦ Φωτίου κατὰ δευτέραν αὐτοῦ τυραννίδα ἐπίσκοπος Εὐχαΐτων ἐγένετο, Μανιχαίου υἱὸς καὶ Μανιχαῖος ὤν, καὶ ὡς νεώτερος διὰ Βάρδα τοῦ Καίσαρος τὴν κεφαλικὴν τιμωρίαν διαφυγὼν τῇ τῶν Στουδίου μονῇ ἐπὶ διορθώσει ἀπεδόθη· ὁ δὲ καὶ μοναχῶν σχῆμα περιβαλόμενος οὐδ' ὅλως τῆς κακίας, ἀνένευσεν. κατὰ μέντοι τὴν πρώτην τυραννίδα Φωτίου καὶ ἡγούμενος ἐν αὐτῇ τῇ μονῇ γίνεται· ὑφ' οὗ καὶ πάντες οἱ εὐλαβεῖς τῆς μονῆς ἔφυγον, τὴν κοινωνίαν Φωτίου μὴ καταδεχόμενοι. τοῦ 694 μέντοι Φωτίου τῆς πατριαρχίας διωχθέντος καὶ ὁ Σατανώνυμος ἐκεῖνος τῆς μονῆς ἀπηλάθη. εἶτα εἰσοικίζεται Φωτίῳ, καὶ φησὶ "χρῆσαί τινι τῶν ἐπὶ τοῦ κοιτῶνος τοῦ βασιλέως, καὶ λαβὼν ταῦτα τὰ ὕδατα ἃ ἐσκεύασα ῥανάτω ἐπὶ τοῦ κοιτῶνος· καὶ ὄψει αὐτίκα τὸν βασιλέα καταδεδουλωμένον τῇ ἀγάπῃ σου. καὶ μετὰ ταῦτα ἀγώνισαι ὅπως ἴδω αὐτὸν ἅπαξ, καὶ ποιήσω σε ἐπανελθεῖν εἰς τὴν προτέραν σου τιμήν." τούτου οὖν γενομένου, πρωῒ πρωῒ τοὺς υἱοὺς αὐτοῦ εὐχῆς χάριν καὶ χρυσίον ἀπέστειλεν Φωτίῳ, καὶ εἰς τὴν Μαγναύραν κατῴκισε, καὶ συνεχῶς ὡμίλει, καὶ παρρησίας τοσαύτης μετέδωκεν ὡς καὶ τοὺς οἰκείους αὐτῷ πάντας ἐν τῷ παλατίῳ ἐπιστῆναι ὀφφικίοις. ἐντεῦθεν καὶ τὸν ἀρχιμάγον Σανταβαρηνὸν ὡς ἅγιον καὶ εὐλαβῆ καὶ διορατικώτατον συνοψίζει καὶ προσοικειοῖ. 19. Τῷ ιʹ αὐτοῦ ἔτει ἠγάγετο ὁ βασιλεὺς γυναῖκα Λέοντι τῷ βασιλεῖ Θεοφανὼ τὴν θυγατέρα Μαρτινακίου, καὶ στέψας τοὺς γάμους ἐποίησε ἐν τῇ Μαγναύρᾳ. 20. Τῷ ιζʹ αὐτοῦ ἔτει αἱ τῶν Σαρακηνῶν ναυστολίαι καὶ Ἰταλίας καὶ Σικελίας καὶ τῶν λοιπῶν χωρῶν ἐπῆλθον· ὑφ' ὧν συνέβη τι τοιοῦτον. Σαλδανὸς ὁ τῶν Ἀγαρηνῶν ἀρχηγὸς τὴν Βάρην κρατήσας, ἥτις ἐστὶ πόλις μεγάλη τῶν Ῥαουσαίων, καὶ ἐν αὐτῇ κατοικήσας πολλὰς ἑτέρας πόλεις καὶ χώρας κατελυμήνατο. γράφει οὖν ὁ βασιλεὺς τῷ ῥηγὶ Φραγγίας ἐπικουρῆσαι τῷ ὑπ' αὐ 695 τοῦ ἀποσταλέντι στόλῳ κατὰ τῶν Ἀγαρηνῶν. καὶ δὴ πολέμου κροτηθέντος ἁλίσκεται μὲν τὸ κάστρον καὶ ἡ χώρα, ἀλλὰ μὴν καὶ αὐτὸς ὁ Σαλδανὸς καὶ ὁ ὑπ' αὐτὸν λαός. τοῦτον τὸν Σαλδανὸν ὁ ῥὴξ ἐν Καπύῃ ἀπάγει, καὶ ἐπὶ διετίαν τῷ ῥηγὶ συνὼν παρρησίας καὶ συνδιαιτήσεως ἐπέλαχε. ὁ δὲ πανοῦργος ὢν ἐκ τῆς ἑτέρων διαβολῆς ἔγνω σωτηρίαν ἑαυτῷ πραγματεύσασθαι. τοῖς γὰρ ἄρχουσι Καπύης καὶ Βενεβενδοῦ λέγει ἐν μυστηρίῳ "βούλομαι ὑμῖν εἰπεῖν ἀπόρρητον βούλευμα τοῦ ῥηγός, δέδοικα δὲ τὸν ἐκ μηνύσεως κίνδυνον." τῶν δὲ διομοσαμένων ἀνέκφορον ποιήσασθαι τὸ λαλούμενον, φησὶ "πάντας ὑμᾶς πρὸς τὴν ἑαυτοῦ χώραν Φραγγίας ὁ ῥὴξ σιδηροδεσμίους συντόμως ἀποστέλλει." τῶν δὲ μὴ πιστευσάντων ἀλλὰ ζητούντων ἔτι σαφεστέραν κατάληψιν, αὖθις ὁ Σαλδανὸς πρὸς τὸν ῥῆγά φησιν ὡς