De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
ἀπαντᾷ τὴν λιτὴν ἐν τῇ μέσῃ, καὶ ἅψας 1.95 κηροὺς καὶ εὐξάμενος, προσκυνεῖ τὸν τίμιον καὶ ζωοποιὸν σταυρὸν καὶ τὸ ἄχραντον Εὐαγγέλιον, εἶτα προσκυνήσαντες ἀμφότεροι, ὅ τε βασιλεὺς καὶ ὁ πατριάρχης, διέρχεται ἔμπροσθεν τῆς λιτῆς, δηριγευόμενος ὑπὸ τῶν κατὰ συνήθειαν, διὰ τοῦ λουτῆρος, καὶ ἀνελθὼν τὰ εἰσάγοντα γραδήλια ἐν τῷ νάρθηκι, εἰσέρχεται εἰς τὸν αὐτὸν νάρθηκα καὶ καθέζεται ἐπὶ σελλίου χρυσοῦ ἐξ ἀριστερᾶς τῆς εἰσαγούσης ἀπὸ τῶν βάθρων μέσης πύλης, ἐκδεχόμενος μέχρις ἂν καταλάβῃ ὁ πατριάρχης μετὰ λιτῆς. Καὶ τούτου γινομένου καὶ μέλλοντος τοῦ τιμίου σταυροῦ εἰσέρχεσθαι τὴν εὐώνυμον τῶν γραδηλίων πύλην, ἀνίσταται ὁ βασιλεύς, καὶ ἀνελθόντος τοῦ πατριάρχου τὰ γραδήλια, ἀπέρχεται ὁ βασιλεὺς μετὰ τοῦ πατριάρχου, καὶ ἵστανται ἀμφότεροι ἐν τῷ οὐδῷ τῶν βασιλικῶν πυλῶν, καὶ ὁ μὲν βασιλεὺς ἅψας κηροὺς εὔχεται, ὁ δὲ πατριάρχης τελεῖ τὴν εὐχὴν τῆς εἰσόδου τῆς θείας λειτουργίας, καὶ εὐξάμενος ὁ βασιλεὺς ἐπιδίδωσι τὰ κηρία τῷ πραιποσίτῳ· τελεσθείσης δὲ καὶ τῆς εὐχῆς προσκυνεῖ τὸ ἄχραντον Εὐαγγέλιον καὶ τὸν τίμιον σταυρόν. Καὶ ἐπιλαβομένου τοῦ βασιλέως τῆς χειρὸς τοῦ πατριάρχου, διέρχονται μέσον διὰ τοῦ ναοῦ καὶ διὰ τῆς δεξιᾶς πλαγίας τοῦ ἄμβωνος εἰσέρχονται ἐν τῇ σωλέᾳ, καὶ ἀπελθόντων μέχρι τῶν ἁγίων θυρῶν, ὁ μὲν πατριάρχης εἰσέρχεται εἰς τὸ θυσιαστήριον, ὁ δὲ βασιλεὺς εὐξάμενος καὶ ἐπιδοὺς τῷ πραιποσίτῳ τοὺς κηρούς, εἰσέρχεται. Ἡνίκα δὲ μέλλει εἰσέρχεσθαι εἰς τὸ θυσιαστήριον, ἐπιρρέπουσιν οἱ μητροπολῖται κατὰ τὸ ἔθος τὰ ἅγια θύρια πρὸς τὸν βασιλέα, καὶ προσκυνήσας ὁ βασιλεὺς τοὺς ἐπ' αὐτοῖς πεπαρμένους σταυρούς, εἰσέρχεται εἰς τὸ θυσιαστήριον, καὶ εὐξάμενος ὑπαλλάξας τὴν ἁγίαν τράπεζαν, ὡς εἴθισται αὐτῷ, τίθησιν ἐπ' αὐτῇ ἀποκόμβιον καὶ διέρχεται μετὰ τοῦ πατριάρχου διὰ τῆς πλαγίας τοῦ θυσιαστηρίου ἐκ δεξιῶν μέχρι τῶν 1.96 ἁγίων θυρῶν τοῦ βήματος. Καὶ ὁ μὲν πατριάρχης μένει ἐν τῷ θυσιαστηρίῳ πρὸς τὸ ἐκτελέσαι τὴν θείαν λειτουργίαν, ὁ δὲ βασιλεὺς ἐξελθὼν ἐκ θυσιαστηρίου διέρχεται διὰ τῆς πλαγίας τοῦ γυναικίτου, οἱ δὲ πατρίκιοι ἵστανται ἔξωθεν τῆς πύλης τῆς εἰσαγούσης εἰς τὸν κοχλίαν μετὰ στρατηγῶν, τῆς καταστάσεώς τε καὶ σιλεντιαρίων, μετὰ τῆς συγκλήτου ὑπερευχόμενοι τὸν βασιλέα. Ὁ δὲ βασιλεύς, δηριγευόμενος ὑπό τε τῶν ἀρχόντων τοῦ κουβουκλείου καὶ τῶν βασιλικῶν οἰκειακῶν, ἀνέρχεται διὰ τοῦ μυστικοῦ κοχλιοῦ καὶ εἰσέρχονται εἰς τὸ παρακυπτικόν, ἔνθα καὶ τὴν θείαν λειτουργίαν τελεῖ· καὶ εἰ μὲν κελεύει ὁ βασιλεύς, ἐκδέχεται ἐκεῖσε τὸν πατριάρχην, μέχρις ἂν καταλάβῃ τοῦ ἀκουμβίσαι αὐτὸν ἐν τῇ τραπέζῃ, εἰ δὲ μήγε, διέρχεται διὰ τῶν κατηχουμενίων, δηριγευόμενος ὑπὸ τῶν προειρημένων, καὶ ἀπέρχεται ἐν τῷ κοιτῶνι αὐτοῦ. Ἡνίκα δὲ καταλάβῃ ὁ τοῦ κλητωρίου καιρός, ἐξέρχεται ὁ βασιλεὺς ἀπὸ τοῦ κοιτῶνος αὐτοῦ, δηριγευόμενος ὑπ' αὐτῶν, καὶ ἀπέρχεται ἐν τοῖς κατηχουμενίοις, ἐν οἷς καὶ ἡ τιμία τράπεζα ἵσταται αὐτοῦ. Καὶ δὴ καταλαβόντος τοῦ πατριάρχου ἀπὸ προσκλήσεως, δέχονται αὐτὸν ἄρχοντες τοῦ κουβουκλείου μετὰ κουβικουλαρίων ἀπὸ κελεύσεως ἐν τῷ κοχλίᾳ, δι' οὗ ἀνῆλθεν ὁ βασιλεὺς ἐν πρώτοις πρὸ τοῦ καταλαβεῖν τὴν λιτήν, καὶ ἀποφέρουσιν αὐτὸν διὰ τῶν κατηχουμένων, καὶ εἰσελθὼν ἑνοῦται τῷ βασιλεῖ. Εἰσέρχονται δὲ καὶ οἱ ἱερεῖς καὶ ποιοῦσι τὸν στίχον, καὶ λαβόντες οἱ αὐτοὶ ἱερεῖς τοῦ πατριάρχου τὸ ὠμοφόριον, ἐξέρχονται, καὶ καθέζονται ἀμφότεροι, ὅ τε βασιλεὺς καὶ ὁ πατριάρχης, ἐν τῇ τραπέζῃ. Πιόντων δὲ ὡς εἴθισται αὐτοῖς πρὸς ἅπαξ, εἰσέρχονται οἱ φίλοι, καὶ πάσης τῆς τοῦ τραπεζίου ἀκολουθίας τελεσθείσης, ἀνίστανται καὶ ἐξέρχονται, καὶ μένει ὁ βασιλεὺς μετὰ τοῦ πατριάρχου ἐν τῷ κλητωρίῳ, πιόντες δὲ 1.97 πάλιν ἀμφότεροι πρὸς ἅπαξ, ἀνίστανται. Εἶτα προσκυνήσαντες ἀλλήλους ὅ τε βασιλεὺς καὶ ὁ πατριάρχης, ὁ μὲν πατριάρχης ἐξέρχεται, διασώζουσι δὲ αὐτὸν ἄρχοντες τοῦ κουβουκλείου μέχρι τοῦ προειρημένου κοχλιοῦ, ὁ δὲ βασιλεὺς δηριγευόμενος ὑπὸ τῶν ἀρχόντων τοῦ κουβουκλείου καὶ βασιλικῶν οἰκειακῶν, ἀπέρχεται ἐν τῷ κοιτῶνι αὐτοῦ, ἐκδεχόμενος τὸν καιρόν. Καταλαβόντος δὲ τοῦ καιροῦ τῆς προελεύσεως, ἐξέρχεται ἀπὸ τοῦ κοιτῶνος αὐτοῦ ἐν τοῖς κατηχουμενίοις ὕπερθεν τοῖς τῶν βασιλικῶν πυλῶν καὶ ὑπαλλάσσει τὴν στολήν, ἣν εἴθισται αὐτῷ ἐν ταύτῃ τῇ ἑορτῇ περιβεβλῆσθαι. Καὶ λαβὼν ὁ πραιπόσιτος τὴν τιάραν, ἐπιτίθησιν αὐτὴν ἐπὶ τὴν κεφαλὴν τοῦ βασιλέως, καὶ δηριγευόμενος ὁ βασιλεὺς ὑπὸ τοῦ κουβουκλείου, κατέρχεται ὑπὸ τοῦ προειρημένου δυτικοῦ κοχλιοῦ, ἅπαντες δὲ αὐτῶν ἀπὸ σαγίων ἀληθινῶν, καὶ δέχονται αὐτὸν