αὐτῶν γεγονότες ὁμολογοῦντες, ὅτι οἱ προφῆται γεγόνασι σεπτοὶ καὶ τίμιοι, περιήρμοσαν αὐτοῖς τοὺς στεφάνους ἤτοι τὰ μνημεῖα τιμὴν ἀπονείμαντες τὴν τοῖς ἁγίοις πρεπωδεστάτην, αὐτοὶ δὲ προφήτας εἶναι πιστεύσαντες καὶ ἄνδρας ἁγίους κριταὶ γεγόνασιν τῶν ἀποκτεινάντων αὐτούς· δι' ὧν γὰρ τιμᾶν ἐγνώκασι τοὺς ἀνῃρημένους, διὰ τούτων αὐτῶν κατηγοροῦσιν ὡς ἠσε βηκότων. ἀλλ' οἱ τῶν ἰδίων πατέρων ἐπὶ ταῖς οὕτω δειναῖς μιαιφονίαι κατα ψηφισάμενοι τοῖς ἴσοις ἔμελλον ἁλῶναι κακοῖς, μᾶλλον δὲ τοῖς ἔτι χεί ροσιν. "ἀπέκτειναν" μὲν "τὸν τῆς ζωῆς ἀρχηγόν", προστεθείκασι δὲ ταῖς κατ' αὐτοῦ δυσσεβείαις μιαιφονίας ἑτέρας κατὰ τῶν θεσπεσίων αὐτοῦ μαθητῶν· ἕως μὲν γάρ τις τὰς ἑτέρων ἀδικίας ἐξετάζῃ φυσικῷ λογισμῷ κρίνων, ὁρᾷ τὸ φαῦλον καὶ μέμφεται, αὐτὸς δὲ εἰς τὰ ἴσα πάθη προαγόμενος οἱονεὶ τυφλὸς ἐπὶ ταῦτα φέρεται. 261 Mt 23, 35-36 Κατὰ τίνα τρόπον ἐπὶ τὴν τελευταίαν τῶν φονευτῶν γενεὰν ἡ παν τὸς αἵματος ἥξει δίκη, καίτοι διὰ τοῦ προφήτου λέγων ὁ θεὸς "οὐκ ἀποθανοῦνται πατέρες ὑπὲρ τέκνων" καὶ μὴν καὶ τὸ ἔμπαλιν "ἕκαστος δὲ τῇ ἰδίᾳ ἁμαρτίᾳ ἀποθανεῖται"; τί οὖν ἄρα φαμέν; πῶς τῆς ἑτέρων μιαιφονίας πραχθήσονται λόγους ἐκεῖνοι, πρὸς οὓς ταῦτα λελάληκεν ὁ Χριστός; ἢ γὰρ οὐχὶ κολασθήσεται μὲν ὑπὲρ Ἀβὲλ ὁ Κάϊν· Λάμεχ δὲ λέγων· "ἄνδρα" πεφόνευκα "εἰς τραῦμα ἐμοὶ καὶ νεανίσκον εἰς μώλωπα"· ἑκάστου τοιγαροῦν τοῖς ἰδίοις κατηχθισμένου κακοῖς πῶς οἱ δείλαιοι τὴν ὑπὲρ ἁπάντων ὑποστήσονται δίκην; "οὐ γὰρ ἄδικος ὁ θεός", ἀλλ' ἔστιν κριτὴς δίκαιος καὶ ἰσχυρὸς καὶ μακρόθυμος κατὰ τὸ γεγραμμένον. φαμὲν οὖν, ὅτι τοιάνδε τινὰ τοῖς εἰρημένοις προσήκει ἐφαρμόσαι διά νοιαν. ὑποκείσθω τοιγαροῦν τοιοῦτόν τι τυχόν· λῃσταὶ γεγόνασιν φέρε εἰπεῖν ἐν τῇδε τῇ χώρᾳ. οὗτοι τὰς ἐν κύκλῳ κατεληΐζοντο κώμας καὶ τοὺς ἐν αὐταῖς ἐθανάτουν· ἀλλ' ὁ τῆς ἀρχῆς ἡγεμὼν οὐκ εὐθὺς τὴν ἀρχοντικὴν αὐτοῖς ἀπεγύμνωσε μάχαιραν, ἀπειλαῖς δὲ μᾶλλον μετα παιδεύεσθαι τούτους ἐσπούδαζεν. οἱ δὲ ἦσαν οὐδὲν ἧττον ὠμοί· ἀλλ' ἵνα λοιπὸν ἀνακάμπτηται τὸ δεινόν, ἁλόντων τινῶν οὐκ ἐφείσατο, ὠμο τάταις δὲ αἰκίαις ὑποβαλὼν τὸν ἐπὶ τοῖς ἐσχάτοις ἐπετίθει κίνδυνον οὐχὶ δήπου μόνοις ἐπ' ἐκείνοις ἀγανακτῶν, ἀλλὰ πολλῷ μᾶλλον, ἐπείπερ αὐτὸν ἀνεξικακοῦντα καὶ ἡ τῶν πρώτων ἠπάτησεν ἀγριότης. ἀλλ' οἶμαι τίς ἐρεῖ τῶν τελευταίων ἀνημέρως κεκολασμένων, ὅτι τὰς ἁπάντων ἁμαρτίας ἀπέλαβον αὐτοὶ διὰ τὸ εἰς αὐτοὺς καταλῆξαι τοῦ δικάζοντος τὸν θυμόν; τοιοῦτόν τι νοήσεις καὶ περὶ θεοῦ· ἀνεξικακήσας γὰρ ἐν τοῖς προλαβοῦσι καιροῖς μέχρι τούτων διελογίζετο δεῖν τὸ τῆς ἀνεξι κακίας ὁρίσαι μέτρον· καὶ γὰρ ἔδει ἐπὶ τούτοις τὸν θεῖον κατασκῆψαι θυμόν· οἱ μὲν γὰρ εἰς ἀνθρώπους καὶ ὁμοδούλους ἡμάρτανον, οἱ δὲ τὸν τῶν ὅλων ἀπεκτόνασι κύριον. οὐχ ὅτι τοιγαροῦν κολάζει τοὺς τελευ ταίους διὰ τοῦτο τραχύς, ἀλλ' ὅτι διεκαρτέρησεν εἰς τὸ παρὸν ἀξιά γαστος. 262 Mt 23, 36 Εἴ τις βούλοιτο διὰ τὸ φάναι τὸν κύριον ταύτην τὴν γενεὰν οὐχὶ μόνους ἐκείνους κατασημαίνεσθαι, πρὸς οὓς ἦν ὁ λόγος, ἀλλ' ὅλων ὥσπερ τῶν φονευτῶν τὸ γένος, τοῦ ὀρθῶς ἔχοντος ἐξοίχεται· εὑρίσκομεν γὰρ τὴν ἁγίαν γραφὴν τὰς ἰσοτροπίας οἱονεί πως καὶ ταυτοβουλίας ὀνο μάζουσαν ὡς γένος. καὶ γοῦν ὁ μακάριος ἔφη ∆αβὶδ "γενεὰ εὐθείων εὐλογηθήσεται" καὶ "αὕτη ἡ γενεὰ ζητούντων" τὸν κύριον. οὐκοῦν τὸ ταύτην, εἰ καὶ λέγοιτο δεικτικῶς, οὐχὶ μόνον τάχα που κατασημῆναι φαμὲν τοὺς τότε παρόντας καὶ ἀκροωμένους, ἀλλὰ πάντα τὸν φονευτὴν καὶ ὑπὸ τὸ αὐτὸ τῆς ἀσεβείας πίπτοντα γένος· συντέξεται γὰρ τῷ ὁμοίῳ τὸν ὅμοιον ὡς ἀδελφὸν καὶ ὁμογενές. 263 Mt 23, 37 Εἰπὼν τοῦτο δείκνυσιν ἑαυτοῦ τὸ θεοπρεπὲς καὶ ἐν ἀνθρωπίνῃ μορφῇ ὤν· καὶ γὰρ περὶ τοῦ θεοῦ εἶπεν Μωυσῆς· "διεὶς τὰς πτέρυγας αὐτοῦ ἐδέξατο αὐτούς"· καὶ πάλιν ∆αβίδ· "οἱ δὲ υἱοὶ τῶν ἀνθρώπων ἐν σκέπῃ τῶν πτερύγων σου ἐλπιοῦσιν". 264 Mt 23, 39 Τὸ εἰρημένον