βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
ὅθεν τῶν ἀλόγων κρείττους ὄντες καὶ κατ' ἐξουσίαν ἀναιρεῖν μὲν ἡμεῖς αὐτὰ πεφύκαμεν· ἡμῶν δὲ τὴν ἐξουσίαν αὐτῶν ἐχόντων, σὺ πάλιν κρείττων ὑπάρχεις, ἡμῶν ἔχων τὴν ἐξουσίαν. Ὡς οὖν ἡμεῖς καταλογικώτερον τῶν ἀλόγων ζώων, ἄμεινον ὄντες, ἄρχομεν, οὕτως ἡμῶν σὺ, βασιλεῦ, κρείττων ὑπάρχων, κατὰ τὸν τῆς ἀρχῆς λόγον τὴν ἐξουσίαν ἔχεις, ὥσπερ δὴ καὶ σοῦ κρείττων οὐκ ἄνθρωπος, ἀλλ' ὁ Θεὸς ὁ ἀόρατος καὶ ποιητὴς πάντων καὶ δεσπότης, παρ' οὗ καὶ τὸ συμφέρον αἰ τεῖσθαι προσήκει." Πολλὰ δέ γε τοιαῦτα λέξας ὁ Ἄβραμ εἰς τὸν τῆς ἀστρολογίας σκοπὸν τῷ βασιλεῖ χαριζόμενος, πολλοὺς τῶν Αἰγυπτίων ἐπεσπάσατο εἰς θεοσέβειαν, καὶ τὴν ἐσφαλμένην ̣10a ̣αὐτῶν γνῶσιν καὶ παιδείαν περὶ ἀστρολογίας καὶ μαγείας διωρθώσατο φάσκων· "Πολλή τις, ὦ ἄνδρες, ἡ δια φορά ἐστιν ἀληθείας καὶ συνηθείας· ἡ μὲν γὰρ ἀλή θεια γνησίως ζητουμένη πάντως εὑρίσκεται, τὸ δὲ ἔθος ὁποῖον ἂν παραληφθῇ εἴτε ἀληθῶς, εἴτε ψευδῶς, ἀκρίτως ὑφ' ἑαυτοῦ κρατύνεται, καὶ οὔτε ἀληθεῖ αὐτῷ ἥδεται ὁ παραλαβὼν, 69 οὔτε ὡς ψευδὲς ἄχθεται· οὐ γὰρ κρίσει, ἀλλὰ προλήψει ὁ τοιοῦτος πεπίστευκε γνώμῃ τῶν πρὸ αὐτοῦ, ἐπ' ἀδήλῳ τύχῃ τὴν ἰδίαν ἐπιδεδωκὼς ἐλπίδα. Καὶ οὐκέτι ῥᾳδίως ἀποδύσασθαι τὴν πάτριον περιβολὴν, κἂν πάνυ αὐτῷ δείκνυται μωρία καὶ καταγέλαστος οὖσα. Αὐτίκα οὖν ἐγὼ τὴν παρ' Ἑλλήνων παιδείαν καὶ φληναφίαν κακοῦ δαίμονος χαλεπωτάτην ὑπόθεσιν εἶναι λέγω· οἱ μὲν γὰρ αὐτῶν πολλοὺς θεοὺς εἰσηγήσαντο καὶ τούτους φαύλους καὶ παντοπαθεῖς, ἵνα ὁ τὰ ὅμοια πράττειν ἐθέλων μηδὲ αἰδῆται, ὅπερ ἴδιον ἀνθρώ που, παράδειγμα τῶν μυθολογουμένων θεῶν ἔχων τοὺς κακίστους καὶ ἀσέμνους βίους, τῷ δὲ μὴ αἰ δεῖσθαι οὐδὲ μετανοίας ἐλπίδα πάντως ὁ τοιοῦτος 110.145 ἐμφαίνει· οἱ δὲ, Εἱμαρμένης πλάσαντες πλάνην, ἑτέραν τὴν λεγομένην γένεσιν, ἧς χωρὶς μηδὲν πάσχειν ἢ ποιεῖν τι δύνασθαί τινα τερατολογοῦσιν· καὶ τῇ αὐτῇ πλάνῃ καὶ δυσσεβείᾳ περιπίπτουσι· νομίσας γάρ τις, ὅτι παρὰ γένεσιν ἤγουν Εἱμαρ μένην οὐδεὶς οὔτε ποιεῖν τι οὔτε πάσχειν ἐξουσίαν ἔχει, ῥᾳδίως λοιπὸν ὡς κτηνώδης ἐπὶ τὸ ἁμαρτάνειν ἔρχεται. Καὶ ἁμαρτὼν οὐ μεταμελεῖται παντελῶς ἐφ' οἷς ἠσέβησεν, ἀπολογίαν ἄλογον φέρων, ὡς ὑπὸ γενέσεως αὐτὰ ποιεῖν ἐξηνάγκαστο. Καὶ ὁ τὴν γέ νεσιν ἄλλως κατορθῶσαι μὴ δυνάμενος οὐδὲ τὸ αἰδεῖσθαι ἔχει ἐφ' οἷς ἐξαμαρτάνει. Ἄλλοι δὲ ἀπρο νόητον φορὰν εἰσηγοῦνται καὶ αὐτόματον τὸ πᾶν συνεστάναι τε καὶ φέρεσθαι, οὐδενὸς ἐφεστηκότος κυρίου καὶ δεσπότου. ∆ιὸ δὴ τοίνυν οὐδὲ ῥᾳδίως ἢ τάχα οὐδ' ὅλως οἱ τὰ τοιαῦτα φοροῦντες παντελῶς βελτιοῦνται καὶ σωφρονίζονται." Ἐφ' οἷς ὁ βασιλεὺς ἄγαν ἐπαινέσας αὐτὸν καὶ ὑπὸ πάντων ἰδὼν θαυ μασθέντα πολλοῖς δώροις καὶ μεγάλοις αὐτὸν τιμήσας ἐπὶ πάντων καὶ τῆς διδασκαλίας τὴν ὠφέλειαν ὁμολογήσας, μετὰ παίδων καὶ παιδισκῶν ἐπανελθεῖν οἴκαδε σπεύδοντα προὔπεμψεν, ὑπερεκπληττόμενος τὴν ἄκραν σύνεσιν αὐτοῦ καὶ σοφίαν καὶ θεοσέβειαν εἰς πάντα τὰ ὑπ' αὐτοῦ ἑρμηνευθέντα.
Ιʹ Περὶ Σίδου καὶ Μελχισεδέκ. Γίνονται οὖν ἀπὸ τοῦ διαμερισμοῦ τῆς συγχύ σεως ἕως οὗ ἦλθεν Ἄβραμ ἐκ Μεσοποταμίας, ἐκ πόλεως Χαρὰν καὶ τοῦ 70 οἴκου τοῦ πα τρὸς αὐτοῦ κατὰ κέλευσιν Θεοῦ εἰς γῆν Χαναὰν ἢ ἐπὶ Παλαιστίνην, ἔτη αιζʹ· ὑπῆρχε δὲ ̣10ḅ ἐτῶν οεʹ. ∆ιατρίψας δὲ εἰς Χαναὰν ἔτη κεʹ, ἐγέννησε τὸν Ἰσαὰκ, καὶ μετὰ τοῦτο ἔζησεν ἔτη ο ϛʹ καὶ ἀπέθανε, ζήσας τὰ πάντα ἔτη ρο ϛʹ. ̣2 ̣ Ὃς καὶ τῆς εὐλογίας τοῦ θεσπεσίου Μελχισεδὲκ βασιλέως Σαλὴμ ἠξιώθη μετὰ τὸ ὑποστρέψαι αὐτὸν ἀπὸ τῆς κοπῆς τοῦ Χο δολαγομὼρ καὶ λυτρωσάμενος τὸν ἀδελφιδοῦν ἐκ τῆς αἰχμαλωσίας. "Καὶ Μελχισεδὲκ, φησὶν, βασιλεὺς Σαλὴμ, ἐξήνεγκεν ἄρτους καὶ οἶνον· ἦν δὲ ἱερεὺς τοῦ Ὑψίστου, καὶ εὐλόγησε τὸν Ἀβραὰμ, καὶ εἶπεν· "Εὐλογημένος Ἀβραὰμ τῷ Θεῷ τῷ ὑψίστῳ, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ εὐλογημένος ὁ Θεὸς ὁ ὕψιστος, ὃς παρέδωκε τοὺς ἐχθρούς σου ὑπο χειρίους σοι. Καὶ ἔδωκεν αὐτῷ δεκάτην Ἀβραὰμ ἀπὸ πάντων." ̣3 ̣ Περὶ οὗ καὶ ὁ Ἀπόστολος ἔφη· "Οὗτος γὰρ ὁ Μελχισεδὲκ, βασιλεὺς Σαλὴμ, ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου, ὁ συναντήσας Ἀβραὰμ