1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

33

ὁρμῶντα προδιαγνῶναι τῷ λογισμῷ, τίς αὐτῷ λυσιτελήσει πατὴρ καὶ ἐκ τίνος ἄμεινον αὐτῷ συστῆναι τὴν φύσιν· εἴρηται γὰρ ὅτι κατ' ἐξουσίαν τοὺς γεννήτορας ὁ τοιοῦτος αἱρεῖται τόκος. διχῆ τοίνυν τῶν ὄντων μεμερισμένων εἰς τὸ κτιστὸν καὶ τὸ ἄκτιστον, καὶ τῆς μὲν ἀκτίστου φύσεως τὸ ἄτρεπτόν τε καὶ ἀμετάθετον ἐν ἑαυτῇ κεκτημένης, τῆς δὲ κτίσεως πρὸς τροπὴν ἀλλοιουμένης, ὁ κατὰ λογισμὸν τὸ λυσιτελοῦν προαιρούμενος τίνος αἱρήσεται μᾶλλον γενέσθαι τέκνον, τῆς ἐν τροπῇ θεωρουμένης ἢ τῆς ἀμετάστατόν τε καὶ παγίαν καὶ ἀεὶ ὡσαύτως ἔχουσαν ἐν τῷ ἀγαθῷ κεκτημένης τὴν φύσιν; ἐπεὶ οὖν ἐν τῷ εὐαγγελίῳ τὰ τρία παραδέ δοται πρόσωπά τε καὶ ὀνόματα δι' ὧν ἡ γέννησις τοῖς πιστεύουσι γίνεται, γεννᾶται δὲ κατὰ τὸ ἴσον ὁ ἐν τῇ τριάδι γεννώμενος παρὰ πατρός τε καὶ υἱοῦ καὶ πνεύματος ἁγίου· οὕτω γάρ φησι περὶ τοῦ πνεύματος τὸ εὐαγγέλιον ὅτι Τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστι, καὶ ὁ Παῦλος ἐν Χριστῷ γεννᾷ, καὶ Ὁ πατὴρ πάντων ἐστὶ πατήρ· ἐνταῦθά μοι νηφέτω τοῦ ἀκροατοῦ ἡ διάνοια, μὴ τῆς ἀστατούσης φύσεως ἑαυτὴν ἔκγονον ποιήσῃ, ἐξὸν τὴν ἄτρεπτόν τε καὶ ἀναλλοίωτον ἀρχηγὸν ποιήσασθαι τῆς ἰδίας ζωῆς. κατὰ γὰρ τὴν διάθεσιν τῆς καρδίας τοῦ προσιόντος τῇ οἰκονομίᾳ καὶ τὸ γινόμενον τὴν δύναμιν ἔχει, ὥστε τὸν μὲν ἄκτιστον ὁμολογοῦντα τὴν ἁγίαν τριάδα εἰς τὴν ἄτρεπτόν τε καὶ ἀναλλοίωτον εἰσελθεῖν ζωήν, τὸν δὲ τὴν κτιστὴν φύσιν ἐν τῇ τριάδι διὰ τῆς ἠπατημένης ὑπολήψεως βλέποντα, ἔπειτα ἐν αὐτῇ βαπτιζόμενον, πάλιν τῷ τρεπτῷ τε καὶ ἀλλοιουμένῳ ἐγγεννηθῆναι βίῳ· τῇ γὰρ τῶν γεννώντων φύσει κατ' ἀνάγκην ὁμογενές ἐστι καὶ τὸ τικτόμενον. τί οὖν ἂν εἴη λυσιτελέστερον, εἰς τὴν ἄτρε πτον ζωὴν εἰσελθεῖν ἢ πάλιν τῷ ἀστατοῦντι καὶ ἀλλοιου μένῳ ἐγκυματοῦσθαι βίῳ; ἐπεὶ οὖν παντὶ δῆλόν ἐστι τῷ καὶ ὁπωσοῦν διανοίας μετέχοντι, ὅτι τὸ ἑστὼς τοῦ μὴ ἑστῶτος παρὰ πολὺ τιμιώτερον, καὶ τοῦ ἐλλιποῦς τὸ τέλειον, καὶ τοῦ δεομένου τὸ μὴ δεόμενον, καὶ τοῦ διὰ προκοπῆς ἀνιόντος τὸ μὴ ἔχον εἰς ὅ τι προέλθῃ, ἀλλ' ἐπὶ τῆς τελειότητος τοῦ ἀγαθοῦ μένον ἀεί, ἐπάναγκες ἂν εἴη ἓν ἐξ ἀμφοτέρων αἱρεῖσθαι πάντως τόν γε νοῦν ἔχοντα, ἢ τῆς ἀκτίστου φύσεως εἶναι πιστεύειν τὴν ἁγίαν τριάδα καὶ οὕτως ἀρχηγὸν διὰ τῆς πνευματικῆς γεννήσεως ποιεῖσθαι τῆς ἰδίας ζωῆς, ἤ, εἰ ἔξω τῆς τοῦ πρώτου καὶ ἀληθινοῦ καὶ ἀγαθοῦ θεοῦ φύσεως, τῆς τοῦ πατρὸς λέγω, νομίζοι εἶναι τὸν υἱὸν ἢ τὸ πνεῦμα τὸ ἅγιον, μὴ συμπαραλαμβάνειν τὴν εἰς ταῦτα πίστιν ἐν τῷ καιρῷ τῆς γεννήσεως, μήποτε λάθῃ τῇ ἐλλιπεῖ φύσει καὶ δεομένῃ τοῦ ἀγαθύνοντος ἑαυτὸν εἰσποιῶν καὶ τρόπον τινὰ πάλιν εἰς τὸ ὁμογενὲς ἑαυτὸν εἰσαγάγῃ, τῆς ὑπερεχούσης φύσεως ἀποστήσας τὴν πίστιν. ὁ γάρ τινι τῶν κτιστῶν ἑαυτὸν ὑποζεύξας λέληθεν εἰς αὐτὸ καὶ οὐκ εἰς τὸ θεῖον τὴν ἐλπίδα τῆς σωτηρίας ἔχων. πᾶσα γὰρ ἡ κτίσις τῷ κατὰ τὸ ἴσον ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι προήκειν οἰκείως πρὸς ἑαυτὴν ἔχει· καὶ ὥσπερ ἐπὶ τῆς τῶν σωμάτων κατασκευῆς πάντα τὰ μέλη πρὸς ἑαυτὰ συμφυῶς ἔχει, κἂν τὰ μὲν ὑποβεβηκότα, τὰ δὲ ὑπερανεστῶτα τύχῃ, οὕτως ἡ κτιστὴ φύσις ἥνωται πρὸς ἑαυτὴν κατὰ τὸν λόγον τῆς κτίσεως καὶ οὐδὲν ἡ κατὰ τὸ ὑπερέχον καὶ ἐνδέον ἐν ἡμῖν διαφορὰ διίστησιν αὐτὴν τῆς πρὸς ἑαυτὴν συμφυίας· ὧν γὰρ ἐπ' ἴσης προεπινοεῖται ἡ ἀνυπαρξία, κἂν ἐν τοῖς ἄλλοις τὸ διάφορον ᾖ, οὐδεμίαν κατὰ τὸ μέρος τοῦτο τῆς φύσεως παραλλαγὴν ἐξευρίσκομεν. εἰ οὖν κτιστὸς μὲν ὁ ἄνθρωπος, κτιστὸν δὲ καὶ τὸ πνεῦμα καὶ τὸν μονογενῆ θεὸν εἶναι νομίζοι, μάταιος ἂν εἴη ἐν ἐλπίδι τῆς ἐπὶ τὸ κρεῖττον μεταστάσεως, πρὸς ἑαυτὸν ἀναλύων. ὅμοιον γὰρ ταῖς τοῦ Νικοδήμου ὑπολήψεσίν ἐστι τὸ γινόμενον, ὃς περὶ τοῦ δεῖν ἄνωθεν γεννηθῆναι παρὰ τοῦ κυρίου μαθὼν διὰ τὸ μήπω χωρῆσαι τοῦ μυστηρίου τὸν λόγον ἐπὶ τὸν μητρῷον κόλπον τοῖς λογισμοῖς κατεσύρετο. ὥστε εἰ μὴ πρὸς τὴν ἄκτιστον φύσιν, ἀλλὰ πρὸς τὴν συγγενῆ καὶ ὁμό δουλον κτίσιν ἑαυτὸν ἀπάγοι, τῆς κάτωθεν, οὐ τῆς ἄνωθέν ἐστι γεννήσεως. φησὶ δὲ τὸ εὐαγγέλιον ἄνωθεν εἶναι τῶν σωζομένων τὴν γέννησιν.