ποιῶν ἐκείνῳ τε χαριῇ, καὶ τὸ ἐν τῇ Ἀσίᾳ γένος καὶ ἐν τῇ Εὐρώπῃ χάριν εἰσομένους σοι διὰ τοῦτο. εἰ δέ τι παρὰ τὰς συνθήκας πεποιημένοι εἶεν, ἐπετράποντο διαιτητῇ τῷ βασιλεῖ Τεμήρῃ, ἐς ὅ τι ἂν λέγοις ὑπ' αὐτῶν ἠδικῆσθαι." Τὸν μὲν οὖν Παιαζήτην διακηκοότα λέγεται τῶν πρέσβεων τὰ μὲν ἄλλα οὐ χαλεπῶς, ἀχθεσθῆναι δὲ μάλα ἐπιεικῶς διὰ τὴν ἐσθῆτα, καὶ μὴ ἀνασχόμενον εἰπεῖν ἐς τοὺς πρέσβεις "ἀπαγγείλατε τοίνυν τῷ ὑμετέρῳ βασιλεῖ, ὡς ἔμοιγε ἀγωνιζομένῳ ὑπέρ τε τοῦ ἥρωος πρὸς τοὺς ἡμῖν πολεμιωτάτους χάριν ἂν εἰδείης σύ τε καὶ οἱ ἐν τῇ Ἀσίᾳ πρὸς τὴν ἡμετέραν τετραμμένοι θρησκείαν· καὶ σέ τε ἀντὶ τοῦ ὁτιοῦν ἡμῖν συλλαμβάνειν ἐς τὸν ἡμέτερον τοῦτον ἀγῶνα, στράτευμά τε καὶ χρήματα ἐπιπέμποντα, οὐκ ἂν δέοι δὴ τοιαῦτα ἡμῖν ἐξηγούμενον συμβουλεύεσθαι. ἀφαιρεῖσθαι δὲ πειρώμενος χώραν, ἣν καταστρεψάμενος τοὺς ἐμοὶ ἐπιβουλεύοντας ἔχω, πῶς ἂν εἰδείης χάριν ἐμοί, ᾗ ἔφησθα εἰδέναι; ἐσθῆτα τοῦ λοιποῦ ἀπαγγείλατε 1.98 τῷ βασιλεῖ τῷ ὑμετέρῳ μὴ ἐπιπέμπειν ἀντὶ ἑαυτοῦ τό τε γένος καὶ τὴν τύχην ἀμείνονι." Ταῦτα ὡς ἀνηνέχθη παρὰ βασιλέα Τεμήρην ἐς Σαμαρχάνδην, τεθυμωμένον μεγάλως τῇ ἐσθῆτος ὕβρει, ἄγγελον λέγεται ἐπιπέμψαι προαγορεύοντα τήντε ἀρχὴν ἐς τοὺς ἡγεμόνας ὀπίσω ἀποδοῦναι καὶ μὴ τὴν ταχίστην διαμέλλειν· εἰ δὲ μή, περιέψεσθαι ὡς πολέμιον. ταύτην δὲ τὴν δίκην ἔφασαν αὐτὸν βασιλέα Τεμήρην ἐπιδικάσαι, ὡς ἠδικημένοι τε εἶεν οἱ Τοῦρκοι ἡγεμόνες ὑπ' αὐτοῦ δὴ τοῦ Παιαζήτεω, καὶ μὴ περιιδεῖν αὐτοὺς ἐστερημένους τῆς σφῶν ἀρχῆς περινοστεῖν κατὰ τὴν Ἀσίαν, Τεμήρεω ἔτι περιόντος. τὸν δὲ Παιαζήτην ὑπολαβόντα ἐς τὸν ἄγγελον φάναι "εἰ τοίνυν μὴ ἐπίῃ μαχούμενος ἡμῖν, ἐς τρὶς τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω ἀπολαβών." τοῦτο δὴ οὖν ἐς ὕβριν φέρειν τῷ γένει τούτῳ, Μεχμέτην ἐξορκῶσαι ἐς τρὶς ἤδη ἀπολαβεῖν τὴν ἑαυτοῦ γυναῖκα, ἂν μὴ πείθηται. τοῦτο δέ ἐστιν, ὅτι νόμος ἐστὶ τούτοις ἀποπεμπόμενον τὴν ἑαυτοῦ γυναῖκα ἕκαστον ἀπαγορεύειν τοῦ λοιποῦ αὖθις ἄγεσθαι ἐς τὰ οἰκεῖα, ὡς οὐ θεμιτὸν ὄν, ἐπειδὰν ἐς τρεῖς ἔφησε σπλῆνας διαστῆσαι τὸν γάμον αὐτῷ ὁ ἀνήρ, ἀρνησάμενον ἔτι ἐπὶ τὸν αὐτὸν γάμον ἐλθεῖν, εἰ μή τις τρὶς σπληνὸς ἐς μέσον ἐμβαλόντος αὖθις ἄγοιτο ὑπὸ ἑτέρου μοιχευομένην. Ταῦτα μὲν οὖν ὡς ἤκουσεν ὁ ἄγγελος, ἤλαυνεν ὀπίσω τὴν ταχίστην παρὰ βασιλέα Τεμήρην. λέγουσι δὲ τὴν γυναῖκα 1.99 Τεμήρεω δεισιδαίμονά τινα ἐς τὰ μέγιστα γεγονέναι, καὶ μὴ ἐᾶν Τεμήρην οὕτω προσφέρεσθαι ἐπαχθῆ ὄντα Παιαζήτῃ, ἀνδρί τε ἐπαίνου ἀξίῳ ἐς τὴν κατ' αὐτοὺς θρησκείαν, ἀγωνιζομένῳ πρὸς τὴν τοῦ Ἰησοῦ μοῖραν, ἀλλ' ἐᾶν αὐτὸν ἡσυχίαν ἄγειν, καὶ μὴ πράγματα παρέχειν οὐ δικαίῳ ὑφίστασθαι ὁτιοῦν ἀνήκεστον ὑπ' αὐτῶν. ὡς δὲ τὰ ὑπ' ἀγγέλου ἐλέχθη, λέγεται ἐπικαλεσάμενον τὴν γυναῖκα αὐτοῦ κελεῦσαι ἐναντίον αὐτῆς τὰ παρὰ τοῦ Παιαζήτεω λεχθέντα ὑπ' αὐτῷ ἀπαγγεῖλαι. τοῦ δὲ ἀπαγγείλαντος τὰ ὑπὸ Παιαζήτεω ἐπεσταλμένα, ἐρέσθαι τὴν γυναῖκα αὐτοῦ, εἰ ἔτι δικαιοῖ Παιαζήτην ἐᾶν οὕτω ἐξυβρίζοντα. καὶ ἀνεδήλου, ὡς, εἰ ἐπὶ θάτερα δικαιοῖ Παιαζήτην, οὐκέτι δέοι αὐτῷ ἐκείνην συνοικεῖν τοῦ λοιποῦ· εἰ δ' ἐπὶ θάτερα γένοιτο ἡ γνώμη, ὥστε ἀμύνεσθαι τὸν πόλεμον, οὕτω δὲ νομίζεσθαι αὐτήν οἱ γυναῖκα, καὶ μεταδιώκειν, ὅ τι ἂν αὐτῷ γενέσθαι ἀναγκάζοι. τὴν δὲ γυναῖκα τότε δὴ ὑπολαβοῦσαν φάναι λέγεται. "Ἀλλ' ὅτι μέν, ὦ βασιλεῦ, ὑπὸ ἀφροσύνης κατεχόμενος, συμφορᾷ χρώμενος τοιᾷδε, οὐκέτι ἔμπεδον ἔχει τὸν λογισμὸν ἐκεῖνος ἀνήρ, δῆλά ἐστι, καὶ ἔμοιγε ταύτῃ καταφαίνεται εἶναι, καὶ ἠπιστάμην, ὡς ἐκεῖνον σὺν δίκῃ τισάμενος σωφρονεῖς τε ὡς μάλιστα, καὶ ἐνδείξῃ αὐτῷ, οἵῳ ὄντι σοι οἷος ὢν ἐκεῖνος τοιαῦτα ἐπιπέμπει. ἐκεῖνο μέντοι σαφῶς ἐπίστασο, ὡς ὅτ' ἂν ὑπὲρ τοῦ ἡμετέρου ἥρωος ἀγωνιζομένῳ ἔστε τοὺς Ἕλληνας καὶ ἐς τὰ ἄλλα τὰ ἐς 1.100 τὴν ἄλλην ἤπειρον ἔθνη ὑπάρξαι πολέμου ἐς ἐκεῖνον οὔτε θέμις ἡγησάμην ἔγωγε εἶναι. ἢν δέ τι ἐκεῖνος ἀφροσύνῃ μὴ διασκοποῖτο, οὐ δίκαιόν ἐστιν ἐπιτρέπειν ὑβριστῇ τοιούτῳ μέγα φρονεῖν. ἀλλ' ἴθι δὴ ἐπὶ τὸν πόλεμον, μήτε αὐτὸς μαχεσάμενος, ἀλλὰ πόλιν αὐτοῦ Σεβάστειαν ἢν καθέλῃς, ἱκανῶς τετιμωρημένος ἔσῃ