ἐξελθὼν ἐκεῖθεν ὁ Ἰησοῦς ἀνεχώρησεν εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος, καὶ ἰδοὺ γυνὴ Χαναναία (15, 21. 22 [-28]). Πόθεν ἐκεῖθεν ἢ ἀπὸ γῆς Γενησαρέτ, περὶ ἧς προείρητο· «Καὶ διαπεράσαντες ἦλθον εἰς τὴν γῆν Γενησαρέτ»; Ἀνεχώρησε δὲ τάχα διὰ τὸ σκανδαλίζεσθαι τοὺς Φαρισαίους ἀκούσαντας ὅτι «οὐ τὸ εἰσερχόμενον, ἀλλὰ τὸ ἐκπορευόμενον κοινοῖ τὸν ἄνθρωπον». Ὅτι δὲ διὰ τοὺς ὑπονοουμένους ἐπιβουλεύειν, εἴ ποτε, ἀνεχώρησε, δῆλον ἐκ τοῦ «ἀκούσας δὲ ὅτι Ἰωάννης παρεδόθη ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν». Τάχα διὰ τοῦτο καὶ ὁ Μᾶρκος ἀναγράφων τὰ κατὰ τὸν τόπον φησὶν ὅτι «ἀναστὰς ἦλθεν εἰς τὰ ὅρια Τύρου. Καὶ εἰσελθὼν εἰς τὴν οἰκίαν οὐδένα ἠθέλησε γνῶναι»· <καὶ> εἰκὸς ὅτι τοὺς σκανδαλισθέντας ἐπὶ τῇ διδασκαλίᾳ αὐτοῦ Φαρισαίους περιίστατο, περιμένων τὸν ἐπιτηδειότερον εἰς τὸ παθεῖν καὶ καλῶς ὡρισμένον καιρόν. Εἴποι δ' ἄν τις ὅτι Τύρος καὶ Σιδὼν ἀντὶ τῶν ἐθνῶν λέλεκται· ἀναχωρήσας οὖν ἀπὸ τοῦ Ἰσραὴλ εἰς τὰ μέρη τῶν ἐθνῶν παραγίνεται. Τύρος μὲν οὖν παρ' Ἑβραίοις ὀνομαζομένη μεταλαμβάνεται Σόρ, ἥτις ἑρμηνεύεται "3συνοχή"3· Σιδὼν δὲ οὕτως καὶ παρ' Ἑβραίοις ὀνομαζομένη μεταλαμβάνεται εἰς τὸ "3θηρῶντες"3. Ἐν δὲ τοῖς ἔθνεσι καὶ οἱ θηρῶντές εἰσιν αἱ πονηραὶ δυνάμεις, καὶ πολλὴ συνοχὴ παρ' αὐτοῖς ἡ ἐν τῇ κακίᾳ καὶ τοῖς πάθεσιν. Ἐξελθὼν οὖν ἀπὸ τῆς Γενησαρὲτ ὁ Ἰησοῦς ἀνεχώρησε μὲν ἀπὸ τοῦ Ἰσραήλ, ἦλθε δὲ οὐκ εἰς Τύρον καὶ Σιδῶνα ἀλλ' εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος, τῷ ἐκ μέρους νῦν πιστεύειν τοὺς ἀπὸ τῶν ἐθνῶν, ὡς εἰ εἰς πᾶσαν Τύρον καὶ Σιδῶνα ἐπεδήμησεν, οὐδεὶς ἄπιστος ἐν αὐτῇ κατελείφθη. Κατὰ δὲ τὸν Μᾶρκον «ἀναστὰς ὁ Ἰησοῦς ἦλθεν εἰς τὰ ὅρια Τύρου», τῆς συνοχῆς τῶν ἐθνῶν, ἵνα καὶ ἀπὸ τῶν ὁρίων ἐκείνων οἱ πιστεύοντες σωθῆναι δυνηθῶσιν, ἐπὰν ἐξέλθωσιν αὐτά. Πρόσχες γὰρ τῷ καὶ ἰδοὺ γυνὴ Χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα ἔκραξε λέγουσα· ἐλέησόν με, <κύριε> υἱὲ ∆αυίδ· ἡ θυγάτηρ μου δεινῶς δαιμονίζεται.» Καὶ οἶμαι ὅτι οὐκ ἂν μὴ ἐξελθοῦσα ἀπὸ τῶν ὁρίων ἐκείνων κράζειν πρὸς Ἰησοῦν ἐδύνατο ἀπὸ μεγάλης, ὡς ἐμαρτυρήθη, πίστεως. Καὶ «κατὰ τὴν ἀναλογίαν γε τῆς πίστεως» ἐξέρχεταί τις ἀπὸ τῶν ἐν τοῖς ἔθνεσιν ὁρίων, ἃ «ὅτε διεμέριζεν ἔθνη ὁ ὕψιστος, ἔστησε κατὰ ἀριθμὸν υἱῶν Ἰσραὴλ» καὶ τὴν ἐπὶ πλεῖον φορὰν αὐτῶν ἐκώλυσεν. Ἐνταῦθα μὲν οὖν ὅρια εἴρηταί τινα Τύρου καὶ Σιδῶνος, ἐν δὲ τῇ Ἐξόδῳ ὅρια τοῦ Φαραώ, ἐν οἷς, φασί, γίνονται αἱ κατὰ τῶν Αἰγυπτίων μάστιγες. Καὶ νομιστέον γε ἕκαστον ἡμῶν ἁμαρτάνοντα μὲν ἐν τοῖς ὁρίοις εἶναι Τύρου ἢ Σιδῶνος ἢ Φαραὼ καὶ τῆς Αἰγύπτου ἤ τινος τῶν ἔξω τῆς τοῦ θεοῦ κληροδοσίας, μεταβάλλοντα δὲ ἀπὸ τῆς κακίας εἰς ἀρετὴν ἐξέρχεσθαι μὲν ἀπὸ τῶν κατὰ τὰ φαῦλα ὁρίων, φθάνειν δὲ ἐπὶ τὰ ὅρια τῆς μερίδος τοῦ θεοῦ, καὶ ἐν τούτοις οὔσης διαφορᾶς, ἥτις φανεῖται τοῖς τὰ τοῦ μερισμοῦ καὶ τῆς κληροδοσίας τοῦ Ἰσραὴλ δυναμένοις ἀνάλογον τῷ πνευματικῷ συνιστάναι νόμῳ. Πρόσχες δὲ καὶ τῇ οἱονεὶ ἀπαντήσει γενομένῃ τοῦ Ἰησοῦ πρὸς τὴν Χαναναίαν γυναῖκα· ὁ μὲν γὰρ ἔρχεται ὡς ἐπὶ τὰ μέρη Τύρου καὶ Σιδῶνος, ἡ δὲ ἐξελθοῦσα τῶν ὁρίων ἐκείνων κέκραγε λέγουσα· ἐλέησόν με, κύριε υἱὲ ∆αυίδ. Χαναναία δὲ ἦν ἡ γυνή, ὅπερ μεταλαμ βάνεται εἰς τὸ "3ἡτοιμασμένη ταπεινώσει"3. Οἱ μὲν δίκαιοι ἡτοιμασμένοι εἰσὶν τῇ βασιλείᾳ τῶν οὐρανῶν καὶ τῇ ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ ὑψώσει· οἱ δὲ ἁμαρτωλοὶ ἡτοιμασμένοι ταπεινώσει τῆς ἐν αὑτοῖς κακίας καὶ τῶν κατ' αὐτὴν πράξεων -ἑτοιμαζόντων αὑτοὺς αὐτῇ-καὶ τῆς βασιλευούσης «ἐν τῷ θνητῷ αὐτῶν σώματι» ἁμαρτίας. Πλὴν ἡ Χαναναία ἐξελθοῦσα ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξῄει ἀπὸ τοῦ ἡτοιμάσθαι τῇ ταπεινώσει, κεκραγυῖα καὶ λέγουσα· «ἐλέησόν με, κύριε υἱὲ ∆αυίδ.» 11.17 Συνάγαγε δὲ ἀπὸ τῶν εὐαγγελίων, τίνες μὲν αὐτὸν καλοῦσιν υἱὸν ∆αυίδ, ὡς αὕτη καὶ οἱ ἐν Ἱεριχοῖ τυφλοί, τίνες δὲ υἱὸν θεοῦ καὶ ἤτοι χωρὶς τῆς ἀληθῶς προσθήκης, ὡς οἱ δαιμονιζόμενοι λέγοντες· «Τί ἡμῖν καὶ σοί, υἱὲ τοῦ θεοῦ», τίνες δὲ μετὰ τῆς ἀληθῶς προσθήκης, ὡς οἱ ἐν τῷ πλοίῳ προσκυνοῦντες, «ἀληθῶς θεοῦ υἱὸς εἶ» λέγοντες αὐτῷ. Καὶ γὰρ χρήσιμος, οἶμαι, ἔσται σοι ἡ τούτων συναγωγὴ