καταφυτεύεσθαι» ὅλον ἔθνος· καὶ ἐπεὶ τοῦτο <τὸ> ἀνοι κοδομούμενον καὶ καταφυτευόμενον ἔθνος ἐπαγγελίαν ἔχει καλήν, δύναται δὲ ἁμαρτάνειν, φησὶ μετὰ τὸ λαλῆσαι ταῦτα, ἐὰν ἀποστῶσι τῶν ἔργων τῶν ἀγαθῶν· «μετανοήσω περὶ τῶν ἀγαθῶν ὧν ἐλάλησα τοῦ ποιῆσαι αὐτοῖς». Τίνα οὖν τὰ δύο ἔθνη, τὸ πρότερον ὀνομασθὲν ᾧ ἀπειλεῖ ὁ λό γος, καὶ τὸ δεύτερον ᾧ ἐπαγγέλλεται; ἀπειλεῖ μέντοιγε ὥστε, εἰ μετανοήσαι, μὴ ποιῆσαι τὰ τῆς ἀπειλῆς. ἐπαγγέλλεται ὥστε, εἰ μεταπέσοι καὶ ἄξιον μὴ γένοιτο τὸ δεύτερον ἔθνος τῶν ἐπαγγελιῶν, μὴ τεύξεσθαι αὐτῶν. περὶ δύο μάλιστα ἐθνῶν πρόκειται πᾶσα ἡ οἰκονομία τοῦ θεοῦ τοῖς ἐν τῷ κόσμῳ ἀνθρώποις. γέγονε πρῶτον ἔθνος ἐκεῖνο ὁ Ἰσραήλ, δεύτερον ἀπὸ τῆς Χριστοῦ ἐπιδημίας τοῦτο τὸ ἔθνος. τῷ προτέρῳ ἠπείλησεν ὁ θεὸς ἃ ἠπείλησε, καὶ βλέπομεν τὰ τῆς ἀπειλῆς τοῦ προτέρου ἔθνους· ἐν αἰχμαλωσίᾳ γεγένηται, κατεσκάφη αὐτῶν ἡ πόλις, καθῃρέθη τὸ ἁγίασμα, τὸ θυσιαστήριον καταβέβληται, οὐδὲν ἔτι σῴζεται τῶν πάλαι σεμνῶν παρ' αὐτοῖς. ἔλεγε γὰρ ἐκείνῳ τῷ ἔθνει ὁ θεός· μετανοήσατε, καὶ οὐ μετενόησαν. μετὰ τὸ ἐκείνοις εἰρῆσθαι ταῦτα, λέγει τούτῳ τῷ δευτέρῳ ἔθνει ὁ θεὸς τὰ περὶ τοῦ ἀνοικοδομεῖσθαι αὐτό. ὁρᾷ δὲ ὅτι καὶ τοῦτο τὸ ἔθνος ἄνθρωποί εἰσι δυνάμενοι πάλιν παραπεσεῖν. διὰ τοῦτο καὶ τούτῳ ἀπειλεῖ καί φησιν· εἰ καὶ προεῖπον τὰ περὶ τῆς οἰκοδομῆς καὶ τὰ περὶ τῆς καταφυτεύ σεως καὶ τῆς γεωργίας, μέλλει δὲ ἁμαρτάνειν καὶ τοῦτο τὸ ἔθνος, καὶ τούτῳ ἁμαρτήσαντι συμβήσεται ταὐτὰ ἅπερ εἴρηται ἐκείνοις διὰ τὰ ἁμαρτήματα, καὶ πείσονται ἐὰν μὴ μετανοήσωσι. πᾶσαν ἐρεύνησον τὴν γραφήν, καὶ εὑρήσεις τὰ πλεῖστα περὶ τῶν δύο τούτων τῶν ἐθνῶν λεγόμενα. ἐξελέξατο ὁ θεὸς τοὺς πατέρας, ἐπαγγελίαν δέδωκεν αὐτοῖς, ἐξήγαγε λαὸν ἐκ τοῦ γένους τῶν πατέρων ἀπὸ Αἰγύπτου, ἐμακροθύμησεν ἐπ' αὐτοῖς ἁμαρτάνουσιν, ἐπαίδευσεν αὐτοὺς ὡς πατήρ, εἰσήγαγεν αὐτούς, ἔδωκεν αὐτοῖς γῆν ἐπαγγελίας, ἔπεμψεν αὐτοῖς προφήτας κατὰ καιρούς, ἐπαίδευσε καὶ ἐπέστρεψεν αὐτοὺς ἀπὸ τῶν ἁμαρτημάτων. ἐμακροθύμησεν ἀεὶ πέμπων τοὺς θεραπεύοντας, μέχρις οὗ ἔλθῃ ὁ ἀρχιατρός, ὁ διαφέρων προφητῶν προφήτης, ὁ διαφέρων ἰατρῶν ἰατρός. ἐληλυθότα τοῦτον προέδωκαν καὶ ἀπέκτειναν «αἶρε, αἶρε» λέγοντες «ἀπὸ τῆς γῆς τὸν τοιοῦτον· σταύρου, σταύρου αὐτόν». εὐθέως ἦλθεν ἐπισκοπὴ ἐπὶ τὸ ἔθνος, ἠρημώθη ὁ τόπος ἔνθα ἐσταύ ρωταί μου ὁ Ἰησοῦς, ἐξελέξατο ὁ θεὸς ἄλλο ἔθνος. «ὁ θερισμὸς ὁρᾶτε πῶς πολύς ἐστιν, εἰ καὶ οἱ ἐργάται ὀλίγοι εἰσί». καὶ ἄλλως δὲ οἰκονομεῖ ὁ θεὸς τὴν σαγήνην ἀεὶ βάλλεσθαι ἐπὶ τὴν θάλασσαν τοῦ βίου τού του καὶ συνάγονται ἰχθύες παντοδαποί· ἀποστέλλει «τοὺς ἁλιεῖς τοὺς πολλούς»· ἀποστέλλει «τοὺς θηρευτὰς τοὺς πολλούς», θηρεύουσιν ἀπὸ «παντὸς ὄρους», θηρεύουσιν ἀπὸ «παντὸς βουνοῦ». ὅρα πόση οἰκονομία περὶ τῆς τῶν ἐθνῶν ἐστι σωτηρίας. «Ἴδε οὖν χρηστότητα καὶ ἀποτομίαν θεοῦ· ἐπὶ μὲν» τὸ πρότερον ἔθνος καὶ πεσὸν «ἀποτομία, ἐπὶ δὲ σὲ» τὸ δεύτερον ἔθνος ἐπαγγελίαι καὶ «χρηστότης, ἐὰν ἐπιμείνῃς τῇ χρηστότητι· ἐπεὶ καὶ σὺ ἐκκοπήσῃ». οὐ γὰρ ἡ ἀξίνη τότε μόνον πρὸς τὴν ῥίζαν τῶν δένδρων ἔκειτο. ἑτοίμη πάλιν ἐστὶν ἐλθεῖν ἡ ἀξίνη· «ἡ» δὲ «ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται» ἔλεγέ μου ὁ Ἰησοῦς τότε προφητεύων περὶ τοῦ Ἰσραὴλ παρ' ὃν ἡ ἀξίνη ἦν. αὐτὸς ἦν ἡ ἀξίνη τοῦ ἀκάρπου δένδρου καὶ ἔλεγεν· «ἤδη ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται». ὅσα ἦν ἐκεῖ δένδρα μὴ ποιοῦντα καρπὸν ἐξεκόπη καὶ εἰς τὸ πῦρ ἐβλήθη καὶ κεκόλασται. νῦν δὲ ἄλλο γεώργιον γεγένηται ἀνάλογον τῷ προ τέρῳ, περὶ οὗ εἴρηται· «εἰσαγαγὼν καταφύτευσον αὐτοὺς εἰς ὄρος κληρονομίας σου, εἰς ἕτοιμον κατοικητήριόν σου». εἰσήγαγεν αὐτοῦ τὸ ἔθνος ὁ θεὸς εἰς ὄρος κληρονομίας αὐτοῦ. τὸ ὄρος ἐγὼ ζητῶ οὐχ ὡς Ἰουδαῖοι οὕτως ἐν ἀψύχοις ὕλαις. τὸ ὄρος ὁ Χριστός ἐστιν. ἐν τούτῳ κατεφυτεύθημεν, ἐπ' αὐτῷ ἐτηρήθημεν. ὁρᾶτε οὖν, ἐὰν <καὶ> μακροθυμήσῃ, μήποτε ἐλθὼν ὁ οἰκοδεσπότης εἴπῃ· «ἤδη τρία ἔτη ἔρχομαι ἐπὶ τὴν συκῆν ταύτην καὶ καρπὸν οὐκ ἤνεγκεν· ἔκκοψον αὐτήν· ἵνα τί καὶ τὴν γῆν καταργεῖ»; καταργεῖ γὰρ τὴν καλὴν γῆν,