33
ὅτι οἱ πάλαι ὑπὸ τῶν Ἰουδαίων διηρπασμένοι ἡνίκα τούτοις συνεμάχει Θεὸς, τὰ τούτων βοσκηθήσονται, ταύρων ἔχοντες δύναμιν. Καὶ τὰς ἐρήμους, φησὶ, τῶν πολιορκηθέντων ἄρνες οἱ ἐξ ἐθνῶν βοσκηθήσονται. βαθυτάτην, ὡς ἐν ἐρήμῳ, πόαν νεμόμενοι. Τοὺς [μὲν] ἰσχυροὺς ταύρους εἰπὼν, τοὺς δὲ μὴ τοιούτους ἄρνας. Τοιαῦτα δὲ πάσχομεν ὑπὸ τῶν ἀντικειμένων δυνάμεων ἡττώμενοι κατὰ πόλεμον καὶ ὑπὸ τῶν ἀλόγων κινημάτων, ταύρων δίκην, ἐν τῇ ἐρημίᾳ τοῦ βίου τούτου διάξομεν. Ὅθεν οὐκ ἔφη, Βόες. Συναγελαστικαὶ γάρ. Ὁ δὲ ταῦρος θυμοειδὴς ὢν ἀποσπᾶται τῶν ἄλλων. 1917 ιηιθʹ. 9Οὐαὶ οἱ ἐπισπώμενοι τὰς ἁμαρτίας ὡς σχοινίῳ μακρῷ, καὶ ὡς ζυγοῦ ἱμάντι δαμάλεως τὰς ἀνομίας οἱ λέγοντες· Τὸ τάχος ἐγγισάτω ἃ ποιήσει, ἵνα ἴδωμεν. Καὶ ἐλθέτω ἡ βουλὴ τοῦ ἁγίου Ἰσραὴλ, ἵνα γνῶμεν9. Καὶ ταῦτα τοῖς προλεχθεῖσιν ἀκόλουθα. Πολλῶν γὰρ ἐπακούσαντες διδασκαλικῶν λόγων τοῦ Σωτῆρος, μετ' αὐτόν τε τῶν ἀποστόλων, ἐπιμένοντες ἀπιστίᾳ, προσθήκας ἐποιοῦντο πλημμελημάτων, ἀεὶ τοῖς προλαβοῦσιν ἐπισυμπλέκοντες ἕτερα, καθάπερ οἱ πλέκοντες σχοινίον, παυσαμένου τοῦ κλωθομένου συνάπτουσιν ἕτερον, μακρὸν ποιῆσαι βουλόμενοι. Πᾶς δὲ ἁμαρτάνων, δεσμοὺς ἑαυτῷ δι' ὧν ἁμαρτάνει κατασκευάζεται, μακρὸν, ἢ βραχὺ, κατὰ λόγον τῶν ἁμαρτημάτων, τὸ σχοινίον ᾧ δεσμεῖται ποιῶν. ∆ιὰ γὰρ τοῦτο γινόμεθα δέσμιοι κατὰ τὴν Ἱερεμίου φωνήν. Σειραῖς γὰρ τῷ ὄντι τῶν ἰδίων ἁμαρτημάτων ἕκαστος σφίγγεται. Καὶ ἅπερ δὲ κατὰ τὸν πλησίον οὐκ ἐκ τοῦ παρατυχόντος, ἀλλ' ἐκ βουλῆς καὶ ἐνέδρας καὶ μακρῶν συντελοῦμεν κατασκευῶν, σχοινίον ἐστὶ μακρὸν, δι' οὗ καὶ πόῤῥω κειμένας ἑαυτοῖς τὰς ἁμαρτίας ἐπισυρόμεθα, ἤγουν τὰς ἐπ' αὐταῖς τιμωρίας. Καὶ ταύτας γὰρ οἶδεν ἁμαρτίας καλεῖν ἡ Γραφή. Τρόπον γάρ τινα τὴν τοῦ Θεοῦ καθ' ἑαυτὸν ἐλθεῖν βιαζόμεθα δίκην, ὡς ἡμῶν ἑκάστῳ λέγεσθαι· "Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ, καὶ τῆς ἀνοχῆς, καὶ τῆς μακροθυμίας καταφρονεῖς;" Ὁ δὲ Σύμμαχος ἐξέδωκεν· Οὐαὶ οἱ ἕλκοντες τὰς ἀνομίας, ὡς σχοινίῳ ματαιότητος, καὶ ὡς βρόχῳ τῆς ἁμάξης τὴν ἁμαρτίαν. Μακρὰ γὰρ ὄντα τὰ σχοινία δυσδιάλυτά ἐστιν, τῷ τῶν ἁμαρτημάτων εὐτόνῳ πυκνούμενα. Οἱ γὰρ ζυγόδεσμοι, οὐδὲ ὑπὸ τῶν ἰσχυροτάτων ζυγῶν, καὶ βιαίως ἐπισπωμένων τὰ βάρη, εὐχερῶς διαῤῥήγνυνται. Τὴν δὲ ἰσχὺν ἐπέτεινεν ἐκ δαμάλεως εἰπὼν τὸν ἱμάντα ἰσχυροῦ τε ζώου, καὶ οὔτε διὰ πόνον, οὔτε διὰ χρόνον ἠσθενηκότος. Ἢ οὕτως, ὡς οἱ τὰς δαμάλεις, ἤτοι τὰς βοῦς ὑποφέροντες τοῖς ζυγοῖς, ἕλκουσιν ἔσθ' ὅτε σὺν βίᾳ πολλῇ εἰς πόνους [καὶ] καταδεσμεύουσιν· τὸν αὐτὸν τρόπον τοῖς ἐκ θείας ὀργῆς ἐσομένοις ἑαυτοὺς ὑποφέροντες ἔφασκον, Ἐγγισάτω τὸ τάχος ἃ ποιήσει, τὰς καθ' ἑαυτῶν ἀπειλὰς παρά τε προφητῶν, καὶ αὐτοῦ τοῦ Σωτῆρος ἀκούσαντες, δι' ἀπιστίαν τε ταύτας ἐπικαλούμενοι. ∆ιό τις αὐτοὺς ταλανίζει προφήτης εἰπών· "Οὐαὶ οἱ ἐπιθυμοῦντες τὴν ἡμέραν Κυρίου. Καὶ αὕτη ἐστὶ σκότος, καὶ οὐ φῶς." Καὶ αὐτὸν μέντοι γενόμενον δέσμιον ἁμαρτίας ἀκολουθῆσαι Χριστῷ τῷ ἐροῦντι τοῖς ἐν δεσμοῖς, Ἐξέλθετε. Ἅγιον δὲ Ἰσραὴλ τὸν μονογενῆτοῦ Θεοῦ Λόγον φησίν. κʹ. 9Οὐαὶ οἱ λέγοντες τὸ πονηρὸν καλὸν, καὶ τὸ 1920 καλὸν πονηρὸν, οἱ τιθέντες τὸ σκότος φῶς, καὶ τὸ φῶς σκότος, οἱ τιθέντες τὸ πικρὸν γλυκὺ, καὶ τὸ γλυκὺ πικρόν9. Καὶ ταῦτα τοῖς αὐτοῖς ἐπιφέρεται. Τοὺς γὰρ ἀγαθοὺς τοῦ Σωτῆρος καὶ [φρο]νίμους λόγους ἀποστρεφόμενοι, τοὺς ἐναντίους λογισμοὺς ἀπεδέχοντο. Ἀντὶ δὲ τοῦ εὐαγγελικοῦ φωτὸς, τὸ τῆς αὐτῶν πλάνης σκότος, ὥσπερ τι φῶς, κατησπάζοντο, τῆς τε κακίας τὴν πικρὰν φύσιν, ὥσπερ τινα γλυκεῖαν ἡδονὴν μετεδίωκον. Ὡς καὶ νῦν τοῦ Εὐαγγελίου τὴν ἀλήθειαν ἀποστρέφονται, καὶ τοὺς γραώδεις μύθους θαυμάζοντες, τοιοῦτον ἦν καὶ τὸ Χριστὸν μὲν ἀρνήσασθαι, τὸν δὲ Βαραββὰν ἐξαιτεῖν τῆς τῶν ληστῶν γεγονότας μερίδος· καὶ τὸ εἰδωλολάτρας μὲν ἀποδέχεσθαι, διώκειν δὲ τοῦ Χριστοῦ τὸν λαὸν τὸν σεμνόν τε καὶ σώφρονα. Παρωσάμενοι γὰρ τὸν διὰ Χριστοῦ φωτισμὸν, μεμενήκασιν ἐν σκότῳ, κατὰ τό· "Ὑπομεινάντων αὐτῶν, τὸ φῶς ἐγένετο αὐτοῖς εἰς σκότος· ὑπομείναντες