οὐκ ἔστι σοι ἀσφαλὴς ἡ τῶν κάστρων τούτων κατάσχεσις, ἕως οἱ τούτων ἄρχοντες ἐνταῦθα ἐπιχωριάζουσιν· ἀλλ' εἰ βούλει βεβαίως δεσπόζειν αὐτῶν, πρὸς Φραγγίαν τούτους δεσμίους ἀπόστειλον. πεισθεὶς οὖν ὁ ῥὴξ ἁλύσεις διωρίσατο συντόμως χαλκευθῆναι ὡς ἐπὶ χρείᾳ κατεπειγούσῃ τινί. ἰδὼν οὖν ὁ Σαλδανός φησι πρὸς τοὺς ἄρχοντας "οὐδὲ ἔτι μοι πιστεύετε;" γνόντες οὖν οἱ ἄρχοντες ἀληθεύειν τὸν βάρβαρον, ἐζήτουν ὅπως τὸν ῥῆγα ἀμύνωνται. καὶ δὴ πρὸς κυνηγέσιον ἐξελθόντος κλείουσι κατ' αὐτοῦ τὰς πύλας· ὁ δὲ πρὸς τὴν ἰδίαν χώραν ἀπαίρει λυπούμενος. καὶ ὁ Σαλδανὸς τὴν χάριν τῆς μηνύσεως ἀπαιτεῖ· ἡ δὲ ἦν τὸ πρὸς τὴν οἰκείαν πατρίδα συγχωρηθῆναι αὐ 696 τὸν ἀπελθεῖν. τὴν οἰκείαν οὖν ἀρχὴν ἀπολαβὼν καὶ τοῦ κακὸς εἶναι μὴ ἐκστὰς ἐκστρατεύει κατὰ Καπύης καὶ Βενεβενδοῦ. οἱ δὲ πρὸς τὸν ῥῆγα διαπρεσβεύονται. ἀλλὰ μεθ' ὕβρεως ἀποπέμπονται. στέλλουσιν οὖν πρὸς τὸν βασιλέα. ὁ δὲ θᾶττον ἐκπέμπει τὸν πρεσβευτήν, δηλῶν προσδέχεσθαι συντόμως τὴν ἐκεῖθεν βοήθειαν. γίνεται τοῖς πολεμίοις ἐγκρατὴς ὁ τῆς ἀγγελίας διάκονος. λέγει οὖν πρὸς αὐτὸν ὁ Σαλδανὸς "εἰ ὑπηρετήσῃς μου τῷ βουλήματι, καὶ σωτηρίας ἀξιωθήσῃ καὶ δωρεῶν ἀπολαύσῃ πολλῶν." τοῦ δὲ συνθεμένου "βούλομαι" ἔφη "στῆναί σε τοῦ κάστρου ἐκτός, καὶ τοῖς ἔνδον εἰπεῖν ὡς ἐγὼ μὲν τὴν διακονίαν μου ἐξεπλήρωσα, ἀλλ' ἐκ τοῦ βασιλέως βοήθειαν μὴ προσδέχεσθε· οὐ γὰρ ἤκουσεν τῆς δεήσεως ὑμῶν." ὁ δὲ πλησίον τοῦ τείχους μετὰ τῶν ὑπηρετῶν τοῦ Σαλδανοῦ γενόμενος καὶ τοὺς πρώτους παραγενέσθαι τῆς πόλεως αἰτησάμενος ἔφη "εἰ καὶ πρόδηλός μοι τυγχάνει ὁ θάνατος καὶ ἐν χερσὶν ἡ σφαγή, ἀλλ' ὅμως οὐκ ἀποκρύψομαι τὴν ἀλήθειαν. πλὴν αἰτῶ καὶ ὁρκίζω ὑμᾶς ἀποδοῦναί μοι τὴν χάριν εἰς τὰ ἐμὰ ἔκγονα καὶ τὴν σύνευνον. ἐγὼ γάρ, ὦ κύριοί μου, εἰ καὶ νῦν ταῖς τῶν πολεμίων περιεσχέθην χερσίν, ἀλλ' ὅμως τὴν διακονίαν μου ἐξεπλήρωσα καὶ τὴν παρ' ὑμῶν πρεσβείαν τῷ βασιλεῖ Ῥωμαίων προσήγαγον, καὶ συντόμως προσδέχεσθε τὴν ἐκεῖθεν βοήθειαν. διὸ στῆτε γενναίως καὶ μὴ δειλανδρήσητε· ἔρχεται γὰρ ὁ ὑμᾶς ῥυσόμενος, εἰ καὶ μὴ ἐμέ." ταῦτα οἱ τοῦ Σαλδανοῦ ἀκούσαντες καὶ πρὸς τὴν ἀπάτην ἐμμανέντες εὐθὺς αὐτὸν τοῖς ξίφεσι κατακόπτουσι. φοβηθεὶς οὖν ὁ Σαλδανὸς τὴν ἐκ τοῦ βασιλέως 697 προσδοκωμένην δύναμιν ἔλυσε τὴν πολιορκίαν καὶ πρὸς τὴν οἰκείαν χώραν ὑπέστρεψεν. 21. Τῷ ιηʹ αὐτοῦ ἔτει Λέων ὁ βασιλεὺς κατηγορεῖτο παρὰ τοῦ Σανταβαρηνοῦ πρὸς τὸν ἴδιον πατέρα τρόπῳ τοιῷδε. νουνεχὴς ὢν καὶ εὐσεβῶς τὸν βίον διαπερῶν τὰ γινόμενα παρὰ τοῦ Σανταβαρηνοῦ κατεγίνωσκε, καὶ ἐμέμφετο αὐτὸν καὶ ἀπεστρέφετο. ἐπεὶ ἐκεῖνος δὲ τὸ μῖσος τούτου ὑπενεγκεῖν οὐχ ὑπέφερεν, ὑφορώμενος διαβολὴν αὐτοῦ πρὸς τὸν βασιλέα γενήσεσθαι, τί τεχνάζεται; μάχαιραν μεγάλην, τὸ δὴ λεγόμενον παραμήριον, ποιήσας καὶ ποικίλως ἐπισκευάσας δίδωσι τῷ Λέοντι, εἰπὼν "οἶδα ὅτι πολλάκις εἰς κυνήγιον ἐμπίπτει σοι ζῷον μόνῳ, καὶ μὴ ἔχων μάχαιραν σφάξαι αὐτὸ ἀπόλλυται. βάσταζε οὖν αὐτό. ἴσως καὶ ὁ βασιλεὺς ὁ πατήρ σου ἐπαινέσει σοι." πεισθεὶς οὖν τῷ ἀλάστορι ὁ Λέων λαμβάνει τὴν μάχαιραν. ἀπέρχεται οὖν ὁ δόλιος Σανταβαρηνός, καὶ διαβάλλει τοῦτον πρὸς τὸν πατέρα αὐτοῦ, ὡς ὁ Λέων ὁ υἱός σου παραμήριον βαστάζει, καὶ ἡνίκα μοναζευθῇ μετὰ σοῦ, ὁρμᾶν ἔχει τοῦ σφάξαι σε." τοῦτο ἀκούσας ὁ βασιλεὺς καὶ ἐρευνήσας καὶ εὑρὼν ἀπέκλεισεν αὐτὸν ἐν τῷ Μαργαρίτῃ, βουλόμενος ἐκτυφλῶσαι, εἰ μὴ Φώτιος ὁ πατριάρχης μετ' ἄλλων πολλῶν τῆς συγκλήτου τοῦτο διεσκέδασαν. τοὺς δὲ ἀνθρώπους αὐτοῦ πάντας πολλὰ τιμωρήσας, ὡς οὐδὲν εὑρέθη τῆς κατηγορίας ἀληθές, ἐξώρισεν. ἐποίησε δὲ ἀπὸ ὄψεως μῆνας τρεῖς, θρηνῶν 698 καὶ ὀδυρόμενος καὶ δι' ἐπιστολῶν πολλῶν δυσωπῶν τὸν βασιλέα. καὶ τῆς ἑορτῆς τοῦ ἁγίου Ἠλιοὺ φθασάσης, ἐπεὶ πίστιν μεγάλην ἔσχεν ὁ βασιλεὺς εἰς τὸν ἅγιον, ἀποσυνοψίζει Λέων τῷ τρόπῳ τούτῳ. ἦν τι ζῷον πτηνὸν ἐν ταλάρῳ πλεκτῷ κατὰ τὰ βασίλεια αἰωρούμενον, μιμηλὸν καὶ πολύφωνον, ὃ ψιττακὸς ὀνομάζεται, ὅπερ εἴτε πρός τινων διδαχθὲν εἴτ' ἄλλως πως πολλάκις "αἲ αἲ κύριε Λέων" ἐφθέγγετο. πανδαισίας