νοητὴν ἔχει τὴν διὰ πίστεως θέαν· ὅταν γὰρ "εἰσέλθῃ τὸ πλήρωμα τῶν ἐθνῶν" καὶ πιστεύσωσι τῷ Χριστῷ, τότε οἱ μετὰ ταῦτα πιστεύσαντες Ἰουδαῖοι ὁρῶσι τὸ τῆς θεότητος κάλλος τοῦ Χριστοῦ ἐν υἱῷ θεωροῦντες εἶναι τὸν πατέρα καὶ αὐτὸν λέγοντες εἶναι τὸν λυτρωτὴν τὸν διὰ τῶν προφητῶν κηρυχθέντα, περὶ οὗ προμεμήνυκεν ὁ προφήτης ὡς ἐρχόμενον ἐν ὀνόματι κυρίου· οἱ γὰρ ἄλλοι προφῆται οὐκ ἐν ὀνόματι κυρίου ἦλθον· ἔλεγον γάρ· "τάδε κύριος" καὶ "δοῦλος κυρίου ἐγώ εἰμι, καὶ τὸν θεὸν τοῦ οὐρανοῦ ἐγὼ σέβομαι". 265 Mt 24, 1 Εἰπὼν "ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν" ἀκόλουθον τοῦτο ποιεῖ ἐξελ θὼν ἀπὸ τοῦ ἱεροῦ καὶ πορευόμενος καὶ διὰ τοῦτο δεικνὺς τὴν ἐκ τοῦ γένους τῶν Ἰουδαίων ἀπόστασιν τῆς θείας χάριτος, ἐφ' ἑτέρους μεταχωρούσης. ὑπερβολικῶς δὲ ἐχρήσατο τούτοις, ὅμως καὶ ἔργῳ ἐξέβη ἐριπωθὲν τελείως τὸ τέμενος. 266 Mt 24, 1-3 Ἐπεδείκνυόν τινες τῷ Χριστῷ τὰς ἐν τῷ ναῷ μεγαλουργίας καὶ τὸν τῶν ἀναθημάτων κόσμον· ᾠήθησαν γάρ, ὅτι θαυμάσει σὺν αὐτοῖς τὰ ὁρώμενα καίτοι θεὸς ὢν καὶ ἔχων θρόνον τὸν οὐρανόν. ὁ δὲ ἀφίησι μὲν τὸν περὶ αὐτῶν λόγον, προμεμήνυκε δέ, ὅτι ἐκ βάθρων πεσεῖται κατὰ καιροὺς κατακομιζούσης εἰς τοῦτο αὐτὸν τῆς Ῥωμαίων στρατιᾶς καὶ ἅπασαν τὴν Ἰερουσαλὴμ τὰς τῆς κυριοκτονίας δίκας ἐξαιτούσης τὸν Ἰσραήλ· μετὰ γάρ τοι τὸν τοῦ σωτῆρος σταυρὸν ταῦτα συνέβη παθεῖν αὐτούς, οἱ δὲ οὐ συνίεσαν τῶν λεγομένων τὴν δύναμιν. ᾠήθησαν δὲ τοὺς περὶ συντελείας τοῦ αἰῶνος λόγους ἐξυφαίνειν αὐτόν. ἤροντο δὴ οὖν πότε ταῦτα ἔσονται, καὶ τί τὸ σημεῖον, ὅταν μέλλῃ γίνεσθαι. 268 Mt 24, 4-5 Ἕπεται τῷ σκοπῷ τῶν προσαγόντων τὴν πεῦσιν ὁ κύριος καὶ περὶ συντελείας τέως φησὶ τοῦ παρόντος αἰῶνος· πρὶν γὰρ τὴν ἐξ οὐρανῶν γενέσθαι αὐτοῦ κάθοδον πρόδρομοί τινες ἀναφανοῦνται, ψευδόχριστοι καὶ ψευδοπροφῆται τὸ αὐτοῦ πρόσωπον ἑαυτοῖς περιπλάττοντες, ἀλλὰ μὴ ἀκολουθήσητέ φησιν αὐτοῖς. 269 Mt 24, 20 Ἴσως καὶ αἴνιγμα ἔχει ὁ λόγος, ὥστε εὔχεσθαι ἡμᾶς μὴ ἐκδημῆσαι ἀπὸ τοῦ σώματος μήτε ἐν ἀργίᾳ ὄντας ἔργου ἀγαθοῦ, ὃ ὑποσημαίνει τὸ σάββατον, μήτε ἐν ἀκαρπίᾳ, ὃ δηλοῖ χειμών· ση μειωτέον γὰρ ὅτι χειμῶνα κακῶν ὁ θεὸς οὐκ ἐποίησεν, ἐν χειμῶνι δέ ἐσμεν, ὅταν τὰ πάθη τῆς σαρκὸς δυναστεύῃ ἐν ἡμῖν. Τοῦτο αἰνίττεται ὁ Χριστὸς τὸ εὔχεσθαι ἡμᾶς μὴ γενέσθαι ἐν ἐκδη μίᾳ τοῦ σώματος μήτε ἐν ἀργίᾳ ὄν τας τῶν τῆς ἀρετῆς ἔργων, ὃ ὑπο σημαίνει τὸ σάββατον, μήτε ἐνο χλουμένους ἐν ταῖς βιωτικαῖς τύρ βαις τε καὶ ταραχαῖς, ὅπερ δηλοῖ ὁ χειμών. 270 Mt 24, 28 Ὥσπερ σώματος κειμένου νεκροῦ τὰ σαρκοβόρα τῶν πτηνῶν ἐπ' αὐτὸ συντρέχει, οὕτως, ὅταν ὁ υἱὸς τοῦ ἀνθρώπου παραγένηται, τότε δὴ πάντες οἱ ἀετοὶ τοῦτ' ἔστιν οἱ εἰς τὰ ὑψηλὰ πωτώμενοι καὶ ἀνω τάτω καὶ τῶν ἐπιγείων καὶ κοσμικῶν ἀνενηνεγμένοι ἐπ' αὐτὸν συνδρα μοῦνται. 271 Mt 24, 29 Πῶς οὐ φρίξουσιν; ἀναστοιχειουμένων γὰρ οὐρανοῦ καὶ γῆς πρὸς τὸ δοκοῦν τῷ θεῷ (ἀκριβὲς γάρ τι λέγειν ἐν τοῖς τοιούτοις οὐκ ἔνι) ὁ μὲν ἥλιος καὶ ἡ σελήνη ἀμαυρωθήσονται, τὰ δὲ ἄστρα ὡς ἄνθη πε σεῖται τοῦ δημιουργήσαντος αὐτὰ πάλιν μεταστοιχειοῦντος, καθὼς θέ λει, θορυβηθήσονται καὶ αὐτὰ τὰ στοιχεῖα· ἀνακαινιζομένης γὰρ τῆς ἀνθρωπότητος ἀνακεφαλαιοῦται καὶ συνανακτίζεται καὶ ἡ διὰ τὸν ἄν θρωπον δημιουργηθεῖσα κτίσις. 272 Mt 24, 36 Ἐπειδὴ τὰ ὑπὲρ ἑαυτοὺς ἤθελον μανθάνειν οἱ μαθηταί, ἀφορμὴν εὑρίσκει τοῦ κωλύειν αὐτοὺς τῶν τοιούτων τὸ μὴ εἰδέναι καθὸ ἄν θρωπος καί φησιν μηδὲ τοὺς κατ' οὐρανὸν ἁγίους ἀγγέλους δύνασθαι ταῦτα εἰδέναι. 273 Mt 24, 36 Ἔθος τῷ σωτῆρι Χριστῷ τοι οῦτόν τι δρᾶν ἐπὶ τοῖς ἁγίοις μά λιστα μαθηταῖς, εἰ μὲν διαπυνθά νοιντό τι τῶν ὅσα ἐστὶ φιλομαθείας μὲν ἔχοντα δόξαν ὑψηλοτέρας γε μὴν ἐρεύνης ἀπηλλαγμένα, χαρί ζεσθαι