1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

34

οὐδὲν δὲ ἧττον καὶ ἐκκλησιαστικὸς ἀνήρ, Γάϊος ὄνομα, κατὰ Ζεφυρῖνον Ῥωμαίων γεγονὼς ἐπίσκοπον· ὃς δὴ Πρόκλῳ τῆς κατὰ Φρύγας προϊσταμένῳ γνώμης ἐγγράφως διαλεχθείς, αὐτὰ δὴ ταῦτα περὶ τῶν τόπων, ἔνθα τῶν εἰρημένων ἀποστόλων τὰ ἱερὰ σκηνώματα κατατέθειται, φησίν· 2.25.7 «ἐγὼ δὲ τὰ τρόπαια τῶν ἀποστόλων ἔχω δεῖξαι. ἐὰν γὰρ θελήσῃς ἀπελθεῖν ἐπὶ τὸν Βασικανὸν ἢ ἐπὶ τὴν ὁδὸν τὴν Ὠστίαν, εὑρήσεις τὰ τρόπαια τῶν ταύτην ἱδρυσαμένων τὴν ἐκκλησίαν.» 2.25.8 ὡς δὲ κατὰ τὸν αὐτὸν ἄμφω καιρὸν ἐμαρτύρησαν, Κορινθίων ἐπίσκοπος ∆ιονύσιος ἐγγράφως Ῥωμαίοις ὁμιλῶν, ὧδε παρίστησιν· «ταῦτα καὶ ὑμεῖς διὰ τῆς τοσαύτης νουθεσίας τὴν ἀπὸ Πέτρου καὶ Παύλου φυτείαν γενηθεῖσαν Ῥωμαίων τε καὶ Κορινθίων συνεκεράσατε. καὶ γὰρ ἄμφω καὶ εἰς τὴν ἡμετέραν Κόρινθον φυτεύσαντες ἡμᾶς ὁμοίως ἐδίδαξαν, ὁμοίως δὲ καὶ εἰς τὴν Ἰταλίαν ὁμόσε διδάξαντες ἐμαρτύρησαν κατὰ τὸν αὐτὸν καιρόν». καὶ ταῦτα δὲ, ὡς ἂν ἔτι μᾶλλον πιστωθείη τὰ τῆς ἱστορίας. 2.26.1 Αὖθις δ' ὁ Ἰώσηπος πλεῖστα ὅσα περὶ τῆς τὸ πᾶν Ἰουδαίων ἔθνος καταλαβούσης διελθὼν συμφορᾶς, δηλοῖ κατὰ λέξιν ἐπὶ πλείστοις ἄλλοις μυρίους ὅσους τῶν παρὰ Ἰουδαίοις τετιμημένων μάστιξιν αἰκισθέντας ἐν αὐτῇ τῇ Ἱερουσαλὴμ ἀνασταυρωθῆναι ὑπὸ Φλώρου· τοῦτον δὲ εἶναι τῆς Ἰουδαίας ἐπίτροπον, ὁπηνίκα τὴν ἀρχὴν ἀναρριπισθῆναι τοῦ πολέμου, ἔτους δωδεκάτου τῆς 2.26.2 Νέρωνος ἡγεμονίας, συνέβη. εἶτα δὲ καὶ καθ' ὅλην τὴν Συρίαν ἐπὶ τῇ τῶν Ἰουδαίων ἀποστάσει δεινήν φησι κατειληφέναι ταραχήν, πανταχόσε τῶν ἀπὸ τοῦ ἔθνους πρὸς τῶν κατὰ πόλιν ἐνοίκων ὡς ἂν πολεμίων ἀνηλεῶς πορθουμένων, ὥστε ὁρᾶν τὰς πόλεις μεστὰς ἀτάφων σωμάτων καὶ νεκροὺς ἅμα νηπίοις γέροντας ἐρριμμένους γύναιά τε μηδὲ τῆς ἐπ' αἰδῷ σκέπης μετειληφότα, καὶ πᾶσαν μὲν τὴν ἐπαρχίαν μεστὴν ἀδιηγήτων συμφορῶν, μείζονα δὲ τῶν ἑκάστοτε τολμωμένων τὴν ἐπὶ τοῖς ἀπειλουμένοις ἀνάτασιν. ταῦτα κατὰ λέξιν ὁ Ἰώσηπος. καὶ τὰ μὲν κατὰ Ἰουδαίους ἐν τούτοις ἦν. 3.pin.t Γ Τάδε καὶ ἡ γʹ περιέχει βίβλος τῆς Ἐκκλησιαστικῆς ἱστορίασ 3.pin.1 Α Ὅποι γῆς ἐκήρυξαν τὸν Χριστὸν οἱ ἀπόστολοι. Β Τίς πρῶτος τῆς Ῥωμαίων ἐκκλησίας προέστη. Γ Περὶ τῶν ἐπιστολῶν τῶν ἀποστόλων. ∆ Περὶ τῆς πρώτης τῶν ἀποστόλων διαδοχῆς. Ε Περὶ τῆς μετὰ τὸν Χριστὸν ὑστάτης Ἰουδαίων πολιορκίας. Περὶ τοῦ πιέσαντος λιμοῦ. Ζ Περὶ τῶν τοῦ Χριστοῦ προρρήσεων. Η Περὶ τῶν πρὸ τοῦ πολέμου σημείων. Θ Περὶ Ἰωσήπου καὶ ὧν κατέλιπεν συγγραμμάτων. Ι Ὅπως τῶν θείων μνημονεύει βιβλίων. ΙΑ Ὡς μετὰ Ἰάκωβον ἡγεῖται Συμεὼν τῆς ἐν Ἱεροσολύμοιςἐκκλησίας. ΙΒ Ὡς Οὐεσπασιανὸς τοὺς ἐκ ∆αυὶδ ἀναζητεῖσθαι προστάττει. ΙΓ Ὡς δεύτερος Ἀλεξανδρέων ἡγεῖται Ἀβίλιος.Ι∆ Ὡς καὶ Ῥωμαίων δεύτερος Ἀνέγκλητος ἐπισκοπεῖ. ΙΕ Ὡς τρίτος μετ' αὐτὸν Κλήμης. Ι Περὶ τῆς Κλήμεντος ἐπιστολῆς. ΙΖ Περὶ τοῦ κατὰ ∆ομετιανὸν διωγμοῦ. ΙΗ Περὶ Ἰωάννου τοῦ ἀποστόλου καὶ τῆς Ἀποκαλύψεως. ΙΘ Ὡς ∆ομετιανὸς τοὺς ἀπὸ γένους ∆αυὶδ ἀναιρεῖσθαι προστάττει. Κ Περὶ τῶν πρὸς γένους τοῦ σωτῆρος ἡμῶν. ΚΑ Ὡς τῆς Ἀλεξανδρέων ἐκκλησίας τρίτος ἡγεῖται Κέρδων. ΚΒ Ὡς τῆς Ἀντιοχέων δεύτερος Ἰγνάτιος.ΚΓ Ἱστορία περὶ Ἰωάννου τοῦ ἀποστόλου. Κ∆ Περὶ τῆς τάξεως τῶν εὐαγγελίων. ΚΕ Περὶ τῶν ὁμολογουμένων θείων γραφῶν καὶ τῶν μὴ τοιούτων. Κ Περὶ Μενάνδρου τοῦ γόητος. ΚΖ Περὶ τῆς τῶν Ἐβιωναίων αἱρέσεως. ΚΗ Περὶ Κηρίνθου αἱρεσιάρχου. ΚΘ Περὶ Νικολάου καὶ τῶν ἐξ αὐτοῦ κεκλημένων. Λ Περὶ τῶν ἐν συζυγίαις ἑξετασθέντων ἀποστόλων. ΛΑ Περὶ τῆς Ἰωάννου καὶ Φιλίππου τελευτῆς. ΛΒ Ὅπως Συμεὼν ὁ ἐν Ἱεροσολύμοις ἐπίσκοπος ἐμαρτύρησεν. ΛΓ Ὅπως Τραϊανὸς ζητεῖσθαι Χριστιανοὺς ἐκώλυσεν. Λ∆ Ὡς τῆς Ῥωμαίων ἐκκλησίας τέταρτος Εὐάρεστος ἡγεῖται. ΛΕ Ὡς τρίτος τῆς ἐν Ἱεροσολύμοις Ἰοῦστος.Λ Περὶ Ἰγνατίου καὶ τῶν ἐπιστολῶν αὐτοῦ. ΛΖ Περὶ τῶν εἰς ἔτι τότε διαπρεπόντων εὐαγγελιστῶν. ΛΗ Περὶ τῆς Κλήμεντος ἐπιστολῆς καὶ τῶν ψευδῶς εἰς αὐτὸν ἀναφερομένων. ΛΘ Περὶ