1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

177

τοιαῦτα τοῦ νυμφίου λόγου πρὸς τὴν ἑαυτοῦ νύμφην τὴν ἱερὰν καὶ ἁγίαν ἐκκλησίαν ἐπιφωνοῦντος, εἰκότως ὁ νυμφοστόλος ὅδε αὐτήν, τὴν ἔρημον, τὴν πτῶμα κειμένην, τὴν παρὰ ἀνθρώποις ἀνέλπιδα, ταῖς κοιναῖς ἁπάντων ἡμῶν εὐχαῖς χεῖρας τὰς ὑμῶν αὐτῶν ὀρέξας ἐξήγειρεν καὶ ἐξανέσ τησεν θεοῦ τοῦ παμβασιλέως νεύματι καὶ τῆς Ἰησοῦ Χριστοῦ δυνάμεως ἐπιφανείᾳ τοιαύτην τε ἀναστήσας κατεστήσατο, οἵαν ἐκ τῆς τῶν ἱερῶν χρησμῶν καταγραφῆς ἐδιδάσκετο. 10.4.55 θαῦμα μὲν οὖν μέγιστον τοῦτο καὶ πέρα πάσης ἐκπλήξεως, μάλιστα τοῖς ἐπὶ μόνῃ τῇ τῶν ἔξωθεν φαντασίᾳ τὸν νοῦν προσανέχουσιν· θαυμάτων δὲ θαυμασιώτερα τά τε ἀρχέτυπα καὶ τούτων τὰ πρωτότυπα νοητὰ καὶ θεοπρεπῆ παραδείγματα, τὰ τῆς ἐνθέου φημὶ καὶ λογικῆς ἐν ψυχαῖς οἰκοδομῆς ἀνανεώματα· 10.4.56 ἣν αὐτὸς ὁ θεόπαις κατ' εἰκόνα τὴν αὐτὸς αὐτοῦ δημιουργήσας πάντῃ τε καὶ κατὰ πάντα τὸ θεοείκελον δεδωρημένος, ἄφθαρτον φύσιν, ἀσώματον, λογικήν, πάσης γεώδους ὕλης ἀλλοτρίαν, αὐτονοερὰν οὐσίαν, ἅπαξ τὸ πρῶτον ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι συστησάμενος, νύμφην ἁγίαν καὶ νεὼν πανίερον ἑαυτῷ τε καὶ τῷ πατρὶ κατειργάσατο· ὃ καὶ σαφῶς αὐτὸς ὁμολογῶν ἐκφαίνει, λέγων ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν θεὸς καὶ αὐτοὶ ἔσονταί μοι λαός. καὶ τοιαύτη μὲν ἡ τελεία καὶ κεκαθαρμένη ψυχή, ἀρχῆθεν οὕτω γεγενημένη, οἵα τὸν οὐράνιον λόγον ἀγαλματοφορεῖν· 10.4.57 ἀλλὰ γὰρ φθόνῳ καὶ ζήλῳ τοῦ φιλοπονήρου δαίμονος φιλοπαθὴς καὶ φιλοπόνηρος ἐξ αὐτεξουσίου αἱρέσεως γενομένη, ὑπαναχωρήσαντος αὐτῆς τοῦ θείου ὡς ἂν ἔρημος προστάτου, εὐάλωτος καὶ εἰς ἐπιβουλὴν εὐχερὴς τοῖς ἐκ μακροῦ διαφθονουμένοις ἀπελήλεγκται, ταῖς τε τῶν ἀοράτων ἐχθρῶν καὶ νοητῶν πολεμίων ἑλεπόλεσι καὶ μηχαναῖς καταβληθεῖσα, πτῶμα ἐξαίσιον καταπέπτωκεν, ὡς ὅσον οὐδ' ἐπὶ λίθῳ λίθον τῆς ἀρετῆς ἑστῶτα ἐν αὐτῇ διαμεῖναι, ὅλην δὲ δι' ὅλου χαμαὶ κεῖσθαι νεκράν, τῶν περὶ θεοῦ φυσικῶν ἐννοιῶν πάμπαν ἀπεστερημένην. 10.4.58 πεπτωκυῖαν δῆτα αὐτὴν ἐκείνην τὴν κατ' εἰκόνα θεοῦ κατασκευασθεῖσαν ἐλυμήνατο οὐχ ὗς οὗτος ὁ ἐκ δρυμοῦ τοῦ παρ' ἡμῖν ὁρατοῦ, ἀλλά τις φθοροποιὸς δαίμων καὶ θῆρες ἄγριοι νοητοί, οἳ καὶ τοῖς πάθεσιν οἷα πεπυρακτωμένοις τῆς σφῶν κακίας βέλεσιν αὐτὴν ἐξυφάψαντες, ἐνεπύρισαν ἐν πυρὶ τὸ θεῖον ὄντως ἁγιαστήριον τοῦ θεοῦ εἰς τὴν γῆν τε ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ ὀνόματος αὐτοῦ, εἶτα πολλῷ τῷ προσχώματι τὴν ἀθλίαν κατορύξαντες, εἰς ἀνέλπιστον πάσης περιέτρεψαν σωτηρίας· 10.4.59 ἀλλ' ὅ γε κηδεμὼν αὐτῆς λόγος ὁ θεοφεγγὴς καὶ σωτήριος τὴν κατ' ἀξίαν δίκην τῶν ἁμαρτημάτων ὑποσχοῦσαν αὖθις ἐξ ὑπαρχῆς ἀνελάμβανεν, πατρὸς παναγάθου φιλανθρωπίᾳ πειθόμενος. 10.4.60 αὐτὰς δὴ οὖν πρώτας τὰς τῶν ἀνωτάτω βασιλευόντων ψυχὰς προελόμενος, τῶν μὲν δυσσεβῶν καὶ ὀλεθρίων πάντων αὐτῶν τε τῶν δεινῶν καὶ θεομισῶν τυράννων τὴν οἰκουμένην ἅπασαν δι' αὐτῶν τῶν θεοφιλεστάτων ἐκαθήρατο· εἶτα δὲ τοὺς αὐτῷ γνωρίμους ἄνδρας, τοὺς πάλαι διὰ βίου ἱερωμένους αὐτῷ, κρύβδην γε μὴν ὡς ἐν κακῶν χειμῶνι πρὸς τῆς αὐτοῦ σκέπης καλυπτομένους, εἰς φανερὸν ἀγαγὼν καὶ ταῖς τοῦ πατρὸς μεγαλοδωρεαῖς ἐπαξίως τιμήσας, αὖθις καὶ διὰ τούτων τὰς μικρῷ πρόσθεν ἐρρυπωμένας ψυχὰς ὕλης τε παντοίας καὶ χώματος ἀσεβῶν ἐπιταγμάτων συμπεφορημένας ὄρυξι καὶ δικέλλαις ταῖς πληκτικαῖς τῶν μαθημάτων διδασκαλίαις ἐξεκάθηρέν τε καὶ ἀπέσμηξεν, 10.4.61 λαμπρόν τε καὶ διαυγῆ τῆς πάντων ὑμῶν διανοίας τὸν χῶρον ἀπειργασμένος, ἐνταῦθα λοιπὸν τῷ πανσόφῳ καὶ θεοφιλεῖ τῷδε παραδέδωκεν ἡγεμόνι· ὃς τά τε ἄλλα κριτικὸς καὶ ἐπιλογιστικὸς τυγχάνων τήν τε τῶν αὐτῷ κεκληρωμένων ψυχῶν εὖ διαγινώσκων καὶ φυλο κρινῶν διάνοιαν, ἐκ πρώτης ὡς εἰπεῖν ἡμέρας οἰκοδομῶν οὔπω καὶ εἰς δεῦρο πέπαυται, τοτὲ μὲν διαυγῆ τὸν χρυσόν, τοτὲ δὲ δόκιμον καὶ καθαρὸν τὸ ἀργύριον καὶ τοὺς τιμίους καὶ πολυτελεῖς λίθους ἐν πᾶσιν ὑμῖν ἁρμόττων, ὡς ἱερὰν αὖθις καὶ μυστικὴν ἔργοις τοῖς