1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

171

καὶ λέγων εὐφράνθην ἐπὶ τοῖς εἰρηκόσιν μοι εἰς οἶκον κυρίου πορευσόμεθα καὶ κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου καὶ τόπον σκηνώματος δόξης σου, 10.4.8 καὶ μὴ μόνον γε ὁ καθεῖς, ἀλλὰ καὶ οἱ πάντες ἀθρόως ἑνὶ πνεύματι καὶ μιᾷ ψυχῇ γεραίροντες ἀνευφημῶμεν, μέγας κύριος ἐπιλέγοντες καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ θεοῦ ἡμῶν, ἐν ὄρει ἁγίῳ αὐτοῦ. καὶ γὰρ οὖν μέγας ὡς ἀληθῶς, καὶ μέγας ὁ οἶκος αὐτοῦ, ὑψηλὸς καὶ ἐπιμήκης καὶ ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων· μέγας κύριος ὁ ποιῶν θαυμάσια μόνος· μέγας ὁ ποιῶν μεγάλα καὶ ἀνεξιχνίαστα ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός· μέγας ὁ ἀλλοιῶν καιροὺς καὶ χρόνους, μεθιστῶν βασιλεῖς καὶ καθιστῶν, ἐγείρων ἀπὸ γῆς πτωχὸν καὶ ἀπὸ κοπρίας ἀνιστῶν πένητα. καθεῖλεν δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσεν ταπεινοὺς ἀπὸ γῆς· πεινῶντας ἐνέπλησεν ἀγαθῶν20, καὶ βραχίονας ὑπερηφάνων συνέτριψεν, 10.4.9 οὐ πιστοῖς μόνον, ἀλλὰ καὶ ἀπίστοις τῶν παλαιῶν διηγημάτων τὴν μνήμην πιστωσάμενος, ὁ θαυματουργός, ὁ μεγαλουργός, ὁ τῶν ὅλων δεσπότης, ὁ τοῦ σύμπαντος κόσμου δημιουργός, ὁ παντοκράτωρ, ὁ πανάγαθος, ὁ εἷς καὶ μόνος θεός, ᾧ τὸ καινὸν ᾆσμα μέλπωμεν προσυπακούοντες τῷ ποιοῦντι θαυμάσια μόνῳ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· τῷ πατάξαντι βασιλεῖς μεγάλους καὶ ἀποκτείναντι βασιλεῖς κραταιούς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· ὅτι ἐν τῇ ταπεινώσει ἡμῶν ἐμνήσθη ἡμῶν καὶ ἐλυτρώσατο ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. 10.4.10 καὶ τὸν μὲν τῶν ὅλων πατέρα τούτοις ἀνευφημοῦντες μή ποτε διαλείποιμεν· τὸν δὲ τῶν ἀγαθῶν ἡμῖν δεύτερον αἴτιον τὸν τῆς θεογνωσίας εἰσηγητήν, τὸν τῆς ἀληθοῦς εὐσεβείας διδάσκαλον, τὸν τῶν ἀσεβῶν ὀλετῆρα, τὸν τυραννοκτόνον, τὸν τοῦ βίου διορθωτήν, τὸν ἡμῶν τῶν ἀπεγνωσμένων σωτῆρα Ἰησοῦν ἀνὰ στόμα φέροντες γεραίρωμεν, 10.4.11 ὅτι δὴ μόνος, οἷα παναγάθου πατρὸς μονώτατος ὑπάρχων πανάγαθος παῖς, γνώμῃ τῆς πατρικῆς φιλανθρωπίας τῶν ἐν φθορᾷ κάτω που κειμένων ἡμῶν εὖ μάλα προθύμως ὑποδὺς τὴν φύσιν, οἷά τις ἰατρῶν ἄριστος τῆς τῶν καμνόντων ἕνεκεν σωτηρίας ὁρῇ μὲν δεινά, θιγγάνει δ' ἀηδέων ἐπ' ἀλλοτρίῃσί τε ξυμφορῇσιν ἰδίας καρποῦται λύπας, οὐ νοσοῦντας αὐτὸ μόνον οὐδ' ἕλκεσι δεινοῖς καὶ σεσηπόσιν ἤδη τραύμασιν πιεζομένους, ἀλλὰ καὶ ἐν νεκροῖς κειμένους ἡμᾶς ἐξ αὐτῶν μυχῶν τοῦ θανάτου αὐτὸς ἑαυτῷ διεσώσατο, ὅτι μηδ' ἄλλῳ τῳ τῶν κατ' οὐρανὸν τοσοῦτον παρῆν ἰσχύος, ὡς τῇ τῶν τοσούτων ἀβλαβῶς διακονήσασθαι σωτηρίᾳ. 10.4.12 μόνος δ' οὖν καὶ τῆς ἡμῶν αὐτῶν βαρυπαθοῦς φθορᾶς ἐφαψάμενος, μόνος τοὺς ἡμετέρους ἀνατλὰς πόνους, μόνος τὰ πρόστιμα τῶν ἡμετέρων ἀσεβημάτων περιθέμενος, οὐχ ἡμιθνῆτας, ἀλλὰ καὶ πάμπαν ἐν μνήμασι καὶ τάφοις μυσαροὺς ἤδη καὶ ὀδωδότας ἀναλαβὼν πάλαι τε καὶ νῦν σπουδῇ τῇ φιλανθρώπῳ παρὰ πᾶσαν τὴν οὗτινος οὖν ἡμῶν τε αὐτῶν ἐλπίδα σῴζει τε καὶ τῶν τοῦ πατρὸς ἀγαθῶν ἀφθονίαν μεταδίδωσιν, ὁ ζωοποιός, ὁ φωταγωγός, ὁ μέγας ἡμῶν ἰατρὸς καὶ βασιλεὺς καὶ κύριος, ὁ Χριστὸς τοῦ θεοῦ. 10.4.13 ἀλλὰ τότε μὲν ἅπαξ ἐν νυκτὶ ζοφερᾷ καὶ σκότῳ βαθεῖ δαιμόνων ἀλιτηρίων πλάνῃ καὶ θεομισῶν πνευμάτων ἐνεργείαις πᾶν τὸ τῶν ἀνθρώπων γένος κατορωρυγμένον αὐτὸ μόνον ἐπιφανείς, ὡς ἂν κηροῦ διατακέντος ταῖς αὐτοῦ βολαῖς τοῦ φωτός, τὰς πολυδέτους τῶν ἀσεβημάτων ἡμῶν σειρὰς διελύσατο. 10.4.14 νῦν δ' ἐπὶ τῇ τοσαύτῃ χάριτι καὶ εὐεργεσίᾳ τοῦ μισοκάλου φθόνου καὶ φιλοπονήρου δαίμονος μόνον οὐχὶ διαρρηγνυμένου καὶ πάσας αὐτοῦ τὰς θανατοποιοὺς καθ' ἡμῶν ἐπιστρατεύοντος δυνάμεις καὶ τὰ μὲν πρῶτα κυνὸς δίκην λυττῶντος, τοὺς ὀδόντας ἐπὶ τοὺς ἀφιεμένους κατ' αὐτοῦ λίθους προσαράττοντος καὶ τὸν κατὰ τῶν ἀμυνομένων θυμὸν ἐπὶ τὰ ἄψυχα βλήματα καθιέντος, τοῖς τῶν προσευκτηρίων λίθοις καὶ ταῖς τῶν οἴκων ἀψύχοις ὕλαις τὴν θηριώδη μανίαν ἐπερείσαντος ἐρημίαν τε, ὥς γε δὴ αὐτὸς ἑαυτῷ ᾤετο, τῶν ἐκκλησιῶν ἀπεργασαμένου, εἶτα δὲ δεινὰ συρίγματα καὶ τὰς ὀφιώδεις αὐτοῦ φωνὰς τοτὲ μὲν ἀσεβῶν τυράννων ἀπειλαῖς, τοτὲ