1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

98

ἁγίας τοῦ θεοῦ γραφάς, γεωμετρίαν ἐπιτηδεύουσιν, ὡς ἂν ἐκ τῆς γῆς ὄντες καὶ ἐκ τῆς γῆς λαλοῦντες καὶ τὸν ἄνωθεν ἐρχόμενον ἀγνοοῦντες. Εὐκλείδης γοῦν παρά τισιν αὐτῶν φιλοπόνως γεωμετρεῖται, Ἀριστοτέλης δὲ καὶ Θεόφραστος θαυμάζονται· Γαληνὸς γὰρ ἴσως ὑπό τινων καὶ προσκυνεῖται. 5.28.15 οἱ δὲ ταῖς τῶν ἀπίστων τέχναις εἰς τὴν τῆς αἱρέσεως αὐτῶν γνώμην ἀποχρώμενοι καὶ τῇ τῶν ἀθέων πανουργίᾳ τὴν ἁπλῆν τῶν θείων γραφῶν πίστιν καπηλεύοντες, ὅτι μηδὲ ἐγγὺς πίστεως ὑπάρχουσιν, τί δεῖ καὶ λέγειν; διὰ τοῦτο ταῖς θείαις γραφαῖς ἀφόβως ἐπέβαλον τὰς χεῖρας, λέγοντες αὐτὰς διωρθωκέναι. 5.28.16 καὶ ὅτι τοῦτο μὴ καταψευδόμενος αὐτῶν λέγω, ὁ βουλόμενος δύναται μαθεῖν. εἰ γάρ τις θελήσει συγκομίσας αὐτῶν ἑκάστου τὰ ἀντίγραφα ἐξετάζειν πρὸς ἄλληλα, κατὰ πολὺ ἂν εὕροι διαφωνοῦντα, ἀσύμφωνα γοῦν ἔσται τὰ Ἀσκληπιάδου τοῖς Θεοδότου, 5.28.17 πολλῶν δὲ ἔστιν εὐπορῆσαι διὰ τὸ φιλοτίμως ἐκγεγράφθαι τοὺς μαθητὰς αὐτῶν τὰ ὑφ' ἑκάστου αὐτῶν, ὡς αὐτοὶ καλοῦσιν, κατωρθωμένα, τοῦτ' ἐστὶν ἠφανισμένα· πάλιν δὲ τούτοις τὰ Ἑρμοφίλου οὐ συνᾴδει. τὰ γὰρ Ἀπολλωνιάδου οὐδὲ αὐτὰ ἑαυτοῖς ἐστιν σύμφωνα· ἔνεστιν γὰρ συγκρῖναι τὰ πρότερον ὑπ' αὐτῶν κατασκευασθέντα τοῖς ὕστερον πάλιν ἐπιδιαστραφεῖσιν καὶ εὑρεῖν κατὰ πολὺ ἀπᾴδοντα. 5.28.18 ὅσης δὲ τόλμης ἐστὶ τοῦτο τὸ ἁμάρτημα, εἰκὸς μηδὲ ἐκείνους ἀγνοεῖν. ἢ γὰρ οὐ πιστεύουσιν ἁγίῳ πνεύματι λελέχθαι τὰς θείας γραφάς, καί εἰσιν ἄπιστοι· ἢ ἑαυτοὺς ἡγοῦνται σοφωτέρους τοῦ ἁγίου πνεύματος ὑπάρχειν, καὶ τί ἕτερον ἢ δαιμονῶσιν; οὐδὲ γὰρ ἀρνήσασθαι δύνανται ἑαυτῶν εἶναι τὸ τόλμημα, ὁπόταν καὶ τῇ αὐτῶν χειρὶ ᾖ γεγραμμένα, καὶ παρ' ὧν κατηχήθησαν, μὴ τοιαύτας παρέλαβον τὰς γραφάς, καὶ δεῖξαι ἀντίγραφα ὅθεν αὐτὰ μετεγράψαντο, μὴ ἔχωσιν. 5.28.19 ἔνιοι δ' αὐτῶν οὐδὲ παραχαράσσειν ἠξίωσαν αὐτάς, ἀλλ' ἁπλῶς ἀρνησάμενοι τόν τε νόμον καὶ τοὺς προφήτας, ἀνόμου καὶ ἀθέου διδασκαλίας προφάσει χάριτος εἰς ἔσχατον ἀπωλείας ὄλεθρον κατωλίσθησαν». καὶ ταῦτα μὲν τοῦτον ἱστορήσθω τὸν τρόπον. 6.pin.t Τάδε καὶ ἡ περιέχει βίβλος τῆς Ἐκκλησιαστικῆς ἱστορίασ 6.pin.1 Α Περὶ τοῦ κατὰ Σευῆρον διωγμοῦ. Β Περὶ τῆς Ὠριγένους ἐκ παιδὸς ἀσκήσεως. Γ Ὡς κομιδῇ νέος ὢν τὸν Χριστοῦ λόγον ἐπρέσβευεν. ∆ Ὅσοι δι' αὐτοῦ κατηχηθέντες προήχθησαν μάρτυρες. Ε Περὶ Ποταμιαίνης. Περὶ Κλήμεντος τοῦ Ἀλεξανδρέως. Ζ Περὶ Ἰούδα συγγραφέως. Η Περὶ τοῦ τολμηθέντος Ὠριγένει. Θ Περὶ τῶν κατὰ Νάρκισσον παραδόξων. Ι Περὶ τῶν ἐν Ἱεροσολύμοις ἐπισκόπων. ΙΑ Περὶ Ἀλεξάνδρου. ΙΒ Περὶ Σεραπίωνος καὶ τῶν φερομένων αὐτοῦ λόγων. ΙΓ Περὶ τῶν Κλήμεντος συγγραμμάτων. Ι∆ Ὁπόσων ἐμνημόνευσε γραφῶν. ΙΕ Περὶ Ἡρακλᾶ. Ι Ὅπως Ὠριγένης περὶ τὰς θείας γραφὰς ἐσπουδάκει. ΙΖ Περὶ Συμμάχου τοῦ ἑρμηνέως. ΙΗ Περὶ Ἀμβροσίου. ΙΘ Ὅσα περὶ Ὠριγένους μνημονεύεται. Κ Ὅσοι τῶν τηνικάδε φέρονται λόγοι. ΚΑ Ὅσοι κατὰ τούσδε ἐπίσκοποι ἐγνωρίζοντο. ΚΒ Ὅσα τῶν Ἱππολύτου εἰς ἡμᾶς ἦλθεν. ΚΓ Περὶ τῆς Ὠριγένους σπουδῆς καὶ ὡς τοῦ ἐκκλησιαστικοῦ πρεσβείου ἠξιώθη. Κ∆ Τίνα ἐπὶ τῆς Ἀλεξανδρείας ἐξηγήσατο. ΚΕ Ὅπως τῶν ἐνδιαθήκων γραφῶν ἐμνημόνευσεν. Κ Ὅπως αὐτὸν ἑώρων οἱ ἐπίσκοποι. ΚΖ Ὡς Ἡρακλᾶς τὴν Ἀλεξανδρέων ἐπισκοπὴν διεδέξατο.ΚΗ Περὶ τοῦ κατὰ Μαξιμῖνον διωγμοῦ. ΚΘ Περὶ Φαβιανοῦ ὡς Ῥωμαίων ἐπίσκοπος ἐκ θεοῦ παραδόξως ἀνεδείχθη. Λ Ὅσοι γεγόνασιν Ὠριγένους φοιτηταί. ΛΑ Περὶ Ἀφρικανοῦ. ΛΒ Τίνα Ὠριγένης ἐν Καισαρείᾳ τῆς Παλαιστίνης ἐξηγήσατο. ΛΓ Περὶ τῆς Βηρύλλου παρατροπῆς. Λ∆ Τὰ κατὰ Φίλιππον. ΛΕ Ὡς ∆ιονύσιος Ἡρακλᾶ τὴν ἐπισκοπὴν διεδέξατο. Λ Ὅσα ἄλλα ἐσπούδαστο τῷ Ὠριγένει. ΛΖ Περὶ τῆς τῶν Ἀράβων διαστάσεως. ΛΗ Περὶ τῆς Ἑλκεσαιτῶν αἱρέσεως. ΛΘ Περὶ τῶν κατὰ ∆έκιον. Μ Περὶ τῶν ∆ιονυσίῳ συμβάντων. ΜΑ Περὶ τῶν ἐπ' αὐτῆς Ἀλεξανδρείας μαρτυρησάντων. ΜΒ Περὶ ὧν ἄλλων ὁ ∆ιονύσιος ἱστορεῖ. ΜΓ Περὶ Νοουάτου, οἷός τις ἦν τὸν τρόπον,