βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
ὑπο στρέφοντι ἀπὸ τῆς κοπῆς τῶν βασιλέων, καὶ εὐλογή σας αὐτὸν, ᾧ καὶ δεκάτην ἀπὸ πάντων ἐμέρισεν Ἀβραὰμ, πρῶτον μὲν ἑρμηνευόμενος βασιλεὺς δικαιοσύνης, ἔπειτα δὲ βασιλεὺς Σαλὴμ, ὅ ἐστι βασιλεὺς εἰρήνης, ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς τέλος ἔχων, ἀφομοιωμένος τῷ Υἱῷ τοῦ Θεοῦ, μέ νει ἱερεὺς εἰς τὸ διηνεκές. Θεωρεῖτε δὲ πηλίκος οὗτος, ᾧ καὶ δεκάτην Ἀβραὰμ ἔδωκεν ἐκ τῶν ἀκρο θινίων ὁ πατριάρχης. Καὶ οἱ μὲν τῶν υἱῶν Λευῒ τὴν ἱερατείαν λαμβάνοντες ἐντολὴν ἔχουσιν ἀποδεκα τοῦν τὸν λαὸν κατὰ τὸν νόμον, τουτέστι τοὺς ἀδελ φοὺς αὐτῶν, καίπερ ἐξεληλυθότας ἐκ τῆς ὀσφύος Ἀβραάμ. Ὁ δὲ μὴ γενεαλογούμενος ἐξ αὐτῶν δεδε 110.148 κάτωκε τὸν Ἀβραὰμ, καὶ τὸν ἔχοντα τὰς ἐπαγγελίας ηὐλόγησεν. Χωρὶς γὰρ πάσης ἀντιλογίας τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται." ̣4̣ Ἀνὴρ γὰρ ἦν δίκαιος καὶ θεοσεβὴς, ἐθνικῶς καταγόμενος· ἐφ' ὅσον γὰρ λέγεται, φυλῆς ἑτέρας μετέσχηκεν, ἐκ τοῦ γένους Σίδου, υἱοῦ βασιλέως Αἰγύπτου, ἐξ οὗ Αἰγύπτιος ὠνόμασται, ὡς καὶ πρόσθεν εἴρηται, ὅστις Σίδος ἐξελθὼν ἐξ Αἰγύπτου καὶ τὴν χώραν τῶν 71 Χαναναίων παραλαβὼν, τὴν νῦν Παλαιστίνην καλου μένην, εἰς ἣν οἰκήσας καὶ πόλιν κτίσας, ἐκάλεσεν αὐτὴν Σιδόνα εἰς τὸ ἴδιον ὄνομα, καὶ λοιπὸν ἐκ τοῦ γένους Σίδου κατῆλθεν Μελχὶ ὁ πατὴρ τοῦ Σεδὲκ, ὅστις, Σεδὲκ γενόμενος ἱερεὺς καὶ βασιλεὺς, ἐπεκλήθη Μελχισεδὲκ πατρωνυμικῶς.
ΙΑʹ Περὶ τῆς κτίσεως τοῦ Μελχισεδέκ. Οὗτος ὑπάρχων ἱερεὺς τοῦ Θεοῦ καὶ βασιλεὺς τῶν Χαναναίων καὶ κτίσας πόλιν ἐν τῷ ὄρει τῷ λεγομένῳ Σιὼν, ἐπωνόμασεν αὐτὴν Σαλὴμ, ὅ ἐστι πόλις εἰρή νης, ἐν ᾗ καὶ βασιλεύσας ἔτη ριγʹ ἐτελεύτησε δίκαιος καὶ παρθένος, ὥς φησιν Ἰώσηπος, ᾧ καὶ συνᾴδουσι Ἰωάννης καὶ Κύριλλος. ̣5 ̣ Ἀγενεαλόγητος δὲ εἴρηται Μελχισεδὲκ, παρὰ τὸ μὴ ὑπάρχειν μὲν ἐκ τοῦ σπέρματος Ἀβραὰμ ὅλως, μηδὲ ὑπὸ Μωσέως γενεα λογεῖσθαι τοπαράπαν, εἶναι δὲ Χαναναῖον τὸ γένος καὶ ἐκ τῆς ἐπ̣11 ̣αράτου σπορᾶς ὁρμώμενον, ὅθεν οὐδὲ γενεαλογίας ἠξίωτο· οὐδὲ γὰρ πρεπωδέστερον ἦν, τὸν τῆς ἄκρας δικαιοσύνης ἐπειλημμένον συμπλέ κειν τῷ τῆς ἄκρας ἀδικίας γένει· ̣3 ̣ διὸ καὶ ἀμή τορα καὶ ἀπάτορα τυγχάνειν, οὐκ ἀξίους ἡγούμενος τοὺς προγόνους τῆς ἀρετῆς τοῦ δικαίου ἀνδρὸς καὶ σώφρονος· ̣4 ̣ ὅτι γὰρ Χαναναῖος ἦν τὸ γένος, εὔδη λον καὶ ἀφ' ὧν ἐκράτει καὶ ἐβασίλευσε κλιμάτων τῶν Χαναναίων καὶ οἷς ἐπλησίαζε πονηροτάτοις Σοδόμοις·
ΙΒʹ Περὶ τῆς Σαλήμ. Καὶ μέντοι καὶ ἡ Σαλὴμ ἧς ὑπῆρχε βασιλεὺς, ἡ πολυθρύλλητος Ἱερουσαλὴμ, ἐκ προσθήκης δὲ τὴν τοῦ ἱεροῦ μετὰ τῆς Σαλὴμ συλλαμβάνουσα συλλαβὴν καὶ κατὰ συνάφειαν ὀνομασθεῖσα φερωνύμως Ἱερου σαλὴμ, πῆ μὲν διὰ τὴν ἱερουργίαν τοῦ Μελχισεδὲκ, πῆ δὲ διὰ τὴν τοῦ ἱεροῦ ναοῦ κατασκευὴν, εἴληφε τὴν προσθήκην 72 τῶν συλλαβῶν ὕστερον. ̣2 ̣ Περὶ οὗ μέντοι καὶ Μάρκος ὁ θεῖος ὕστερον, ὁ καὶ τοῦ Χρυσοστόμου φοιτητὴς, ἔφη. "Ἐπειδὴ γὰρ ἐν τῇ γενεαλογίᾳ οὐκ ἐκφέρεται τίνος πατρὸς ἢ ποίας μητρός ἐστιν ἢ πότε ἀπέθανε, διὰ τοῦτο μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς τέλος ἔχειν εἴρηται· οὐ γὰρ ἠδύνατο γενεα λογηθῆναι ἐκ τῶν παραλειφθέντων ἐθνῶν καταγόμενος, καθὼς ἐκ τῆς κατοικίας αὐτὸν ἡ Γραφὴ παρεδήλωσε, 110.149 περὶ οὗ καὶ ὁ Ἀπόστολος εἶπεν·" Οὗτος γὰρ ὁ Μελ χισεδὲκ πρῶτον μὲν ἑρμηνευόμενος βασιλεὺς δικαιο σύνης, ἔπειτα δὲ βασιλεὺς Σαλὴμ, ὅ ἐστι βασιλεὺς εἰρήνης."
ΙΓʹ Περὶ τῆς κλήσεως Ἱερουσαλήμ. Ἡ μὲν γὰρ νῦν Ἱερουσαλὴμ Ἰεβοὺς ἐκαλεῖτοπρώην, ὅθεν μανθάνομεν, ὅτι ἐκ τῶν καθαιρεθέντων ἑπτὰ ἐθνῶν ὁ Μελχισεδὲκ Ἰεβουσαῖος πρῶτον ἐτύγ χανεν· ̣2 ̣ ὕστερον δὲ μετὰ τὴν ἐκβολὴν τῶν ἐθνῶν καὶ κατοίκησιν τοῦ λαοῦ, ἀπεκλήρωσεν αὐτὴν ὁ Θεὸς τοῖς ἱερεῦσι τοῦ ἐκεῖ ἀναφέρεσθαι τὰς θυσίας ἐκ παντὸς τόπου τῶν Ἰουδαίων. ̣3 ̣ ∆ιὸ καὶ μετὰ τὸ καταπαῦσαι ἀπὸ τῶν πολέμων, μετωνόμασε τὴν πόλιν Σαλὴμ, ὅ ἐστιν εἰρήνη· Ἱερουσαλὴμ γὰρ ἑρμη νεύεται, ὄρος εἰρήνης, οὗ δὴ χάριν ὁ Μελχισεδὲκ βασι λεὺς εἰρήνης ἑρμηνεύεται βασιλεύσας ἐν αὐτῇ πρό τερον. ̣4̣ Τὸ δὲ "βασιλεὺς δικαιοσύνης"