δὲ περὶ τοὺς θείους σηκοὺς φιλοτεχνίαν τε καὶ ἐπιμέλειαν τίνες ἂν ∆ημοσθένεις ἢ τῶν συγγραφέων οἱ ἄριστοι διαγράψειάν τε καὶ ἐξυμνήσειαν; "ὡς καλοί σου οἱ οἴκοι", βασιλεῦ, "αἱ σκηναί σου", νοητὲ Ἰσραήλ, "ὡσεὶ παράδεισος ἐπὶ ποταμὸν καὶ ὡσεὶ σκηναί", ἃς ἔπηξεν ὁ κύριος, ὄντως ὡσεὶ παράδεισοι ἐπὶ ποταμόν. τέθηλε γὰρ πάντα τῇ ἀμετακινήτῳ ὥρᾳ καὶ γέγηθε, τοῖς οἰκείοις ἡ γῆ γεννήμασι γάνυται. πεπήγασι δὲ ὡς αἱ σκηναὶ τοῦ κυρίου, οὐ τῷ ἀπεριτρέπτῳ μόνῳ ἐκείναις προσομοιούμενοι, ἀλλὰ καὶ τῷ πολυειδεῖ καὶ ἀναλόγῳ τῆς τέρψεως· ὥσπερ γάρ τινες διαφόρους μονὰς ἐπὶ γῆς καὶ αὐτὸς κατασκευασάμενος, τὰς μὲν χθαμαλὰς τοῖς χαμαιζηλοτέροις ἀπένειμας, τὰς δὲ ὑψηλὰς τοῖς μετεωροτέροις τὸν νοῦν. τί; ὅτι ἀνήνεγκας πρὸς βορρᾶν τὴν καθ' ἡμᾶς οἰκουμένην καὶ ὄρεσιν αἰωνίοις αὐτὴν προσεπέλασας καὶ ἄποπτον εἰργάσω περιωπήν, ἢ τάχα καὶ τῷ θαυμαστῷ τούτῳ συμβόλῳ πρὸς τὴν ἄνω μετακινῶν ἡμᾶς βασιλείαν, καὶ τὴν ἐπὶ γῆς ἀνάγων, καὶ πρὸς τὴν πρώτην πατρίδα μεταβιβάζων ὅθεν ἀποπεπτώκαμεν. στῆθί μοι ἐν τῇ τοῦ σοῦ ὄρους ἀκρότητι ἔμψυχος ἀνδριὰς καὶ σφυρήλατος, κύκλῳ σε περιάγων τὸν ὀφθαλμὸν καὶ πάντας περιλάμπων τῷ βλέμματι, καὶ τάχα καὶ τῷ θεῷ προσεγγίσειας, ὡς ὁ δημαγωγὸς ἐκεῖνος τοῦ Ἰσραήλ. ἀνιόντι σοι <καὶ> συγκαταβαίνον[τι] καὶ νομοθεσίαν δέξῃ διττήν, τοῦ τε γράμματος καὶ τοῦ πνεύματος, καὶ ἡμῖν ἀποκαλύψειας τὰ ἀπόρρητα, οὓς "στύλῳ πυρὸς καὶ νεφέλῃ" ἀπὸ τῶν Αἰγυπτίων κακῶν πρὸς τὰ ἀγαθὰ τῆς γῆς Ἱερουσαλὴμ μεταβίβασας. ἀλλὰ ταῦτα μὲν ἀποκληρωτέον τοῖς τύποις καὶ τοῖς αἰνίγμασι· νῦν γὰρ καθαρῶς ἔλαμψεν ἡ ἀλήθεια καὶ συγχορεύει τὰ πάντα καὶ μετὰ πάντων οἱ λόγοι καὶ ὁ τῆς σοφίας πάλαι πως σβεσθεὶς [λύχν]ος νῦν ἀνῆψε λαμπρότερον. Ὁρᾷς, ὦ θειότατε βασιλεῦ, τὸν ἱερὸν τοῦτον καὶ φιλόσοφον σύλλογον, τῆς ἐμῆς γεωργίας γεννήματα σύμπαντες, πάντες ἐκ τῶν ἐμῶν ναμάτων πεπώκασι καὶ τῆς ἐμῆς πηγῆς ἀπηρύσατο [.....]. ἠκόνη[σαν] μὲν καὶ πρὸς ῥητορείαν τὴν γλῶτταν, οὐχ ὥστε μόνον διαιρεῖν ἐπιχειρεῖν τε καὶ ἐπεργάζεσθαι καὶ διαφόροις ἰδέαις τὸν λόγον κατακοσμεῖν, ἀλλ' ὥστε καὶ πράττειν συστάσεις προβλημάτων, ἀρχετύπους τέτταρας ἀρχὰς ταύτας ἔχοντες, ὕλην καὶ ἰδέαν καὶ συγγράμματα καὶ θεωρήματα, ἰδεῶν τε λόγοις [ἐπ]ικύ[π]τειν ῥητορικοῖς, καὶ γινώσκειν μὲν τῶν ὀνομάτων τὴν ποίησιν, τό τε γὰρ ποιὸν τῆς ἁρμονίας καὶ τοῦ σχήματος τὸ διάφορον καὶ τὰ ἐπὶ τούτοις [..]ώματα, πῶς τε δεῖ χρήσασθαι τῇ ἐκλογῇ τω[......] τήν τε τροπὴν καὶ γλώττῃ μαλακὴν λέξ[ιν] μεταχειρίζε[σθαι] καὶ τὸν μὲν λόγον ποιεῖν ἐξ ὀνόμ[ατος], τότε εἰς ὄνομα συνάγειν τὸν λόγον, καὶ τὰ μὲν ῥή[ματα] ποιεῖν ὀνόματα, ἐκεῖνα δὲ ῥήματα. καὶ τί ἂν τὰ τῆς τέχνης ἀκριβέστατα καταλέγοιμι καὶ λανθάνοντα τοὺς πολλούς; τῶν δὲ τῆς φιλοσοφίας ναμάτων οὐχ οὕτω πίνουσι ὡς ἀρύεσθαι ἄκροις τοῖς χείλεσιν, ἀλλ' ἅμα τῷ πιεῖν αὖθις πηγάζουσιν. οὐ ταύτης δὴ τὰ θρυλλούμενα κατηγορίας καὶ ἀποφαντικὸν λόγον καὶ σχήματα, ἀλλὰ καὶ τίς [ἡ π]ρώτη φιλοσοφία καὶ περὶ ποίας ἀρχὰς καὶ περὶ ποίας αἰτίας σοφία ἐστί, καὶ ὡς ἐπιτάττει καὶ οὐκ ἐπιτάττεται, τίνες τε οἱ ἀρχικοὶ [......]μοι καὶ ὅπως καὶ εἰς πόσα διῄρηνται; οὕτως ἐγὼ τούτους ἐπαίδευσα, βασιλεῦ, μᾶλλον δὲ τοιαύταις ὠδῖσιν ἐγεννησάμην καὶ τὸν λογικὸν μαζὸν ὑποθεὶς ἐπὶ τὴν στερροτέραν τροφὴν ἤγαγον. καὶ τὴν μὲν φιλοσοφίαν σβεσθεῖσαν αὐτὸς ἀνῆψα-δεῖ γὰρ ἐν καιρῷ καὶ παρρησιάζεσθαι-ἡ δέ μοι οὐκ οἶδ' ὅτι παθοῦσα οὐκ εὐγνωμόνησεν, οὐδὲ τὴν σὴν ψυχὴν ἐπ' ἐμοὶ ἐθηράσατο, τάχα με πειρωμένη ποιῆσαι φιλόσοφον καὶ τοῖς πράγμασιν. Ἀλλὰ τοῦτο μὲν αὐτὸς ἰάσῃ τῆς νόσου τὸ φάρμακον ἀνιστάμενος, ἐμοὶ δὲ τίς ἂν εἴη πρὸς τὴν σὴν ἀποχρῶν σύγκρισιν; Ἀλέξανδρον τὸν Μακεδόνα ᾄδουσι μὲν συγγραφέων λόγοι, βοῶσι δὲ ποιητῶν γένη· καὶ γὰρ ἦν ὡς ἀληθῶς καὶ στρατηγῆσαι δεινότατος καὶ προκινδυνεῦσαι θαρραλεώτατος καὶ τῶν πρὸ