πρὸς τὸ ἰδεῖν τὴν διαφορὰν τῶν προσιόντων, τίνες μὲν οἱονεὶ τῷ γενομένῳ «ἐκ σπέρματος ∆αυὶδ κατὰ σάρκα» προσίασι, τίνες δὲ τῷ ὁρισθέντι υἱῷ θεοῦ «ἐν δυνάμει κατὰ πνεῦμα ἁγιωσύνης», καὶ τούτων τίνες μὲν μετὰ τοῦ ἀληθῶς, τίνες δὲ χωρὶς τούτου. Εἶτα πρόσχες ὅτι ἡ Χαναναία μὲν οὐ περὶ υἱοῦ, ὃν οὐδὲ τὴν ἀρχὴν γεγεννηκέναι φαίνεται, ἀλλὰ περὶ θυγατρὸς παρακαλεῖ δεινῶς δαιμονιζομένης, ἄλλη δὲ μήτηρ υἱὸν ἐκκομιζόμενον νεκρὸν ἀπολαμβάνει ζῶντα. Καὶ πάλιν ὁ μὲν ἀρχισυνάγωγος περὶ δωδεκαετοῦς θυγατρὸς ἀξιοῖ ὡς ἀποτεθνηκυίας, ὁ δὲ βασιλικὸς περὶ υἱοῦ ὡς ἔτι νοσοῦντος καὶ ἀποθνῄσκειν μέλλοντος. ∆αιμονῶσα τοίνυν θυγάτηρ καὶ υἱὸς νεκρὸς δύο ἦσαν μητέρων, καὶ τεθνηκυῖα θυγάτηρ καὶ υἱὸς πρὸς θάνατον ἀσθενῶν τῶν δύο πατέρων, ὧν ὁ μὲν ἀρχισυνάγωγος, ὁ δὲ βασιλικὸς ἦν. Ἔχειν δὲ ταῦτα πείθομαι λόγους περὶ γενῶν ἐν ψυχαῖς διαφόρων, ἅστινας ὁ Ἰησοῦς ζωοποιῶν ἰᾶται. Καὶ πάντα δέ, ὅσα θεραπεύει ἐν τῷ λαῷ, μάλιστα ὑπὸ τῶν εὐαγγελιστῶν ἀναγεγραμμένα γέγονε μὲν τότε, ἵνα οἱ μὴ ἄλλως πιστεύοντες, ἐὰν μὴ ἴδωσι «σημεῖα καὶ τέρατα», πιστεύσωσι· σύμβολα δὲ ἦν τὰ τότε τῶν ἀεὶ ὑπὸ τῆς δυνάμεως Ἰησοῦ ἐπιτελουμένων. Οὐκ ἔστι γὰρ ὅτε ἕκαστον τῶν γεγραμμένων ὑπὸ τῆς δυνάμεως Ἰησοῦ κατὰ τὴν ἑκάστου ἀξίαν οὐ γίνεται. Γένους μὲν οὖν χάριν ἡ Χαναναία οὐδὲ ἀποκρίσεως ἀξία ἦν τῆς ἀπὸ Ἰησοῦ τυχεῖν, ὁμολογοῦντος οὐκ ἐπ' ἄλλο τι ἀπεστάλθαι παρὰ τοῦ πατρὸς ἢ πρὸς τὰ πρόβατα τὰ ἀπολω λότα οἴκου Ἰσραήλ, γένος ψυχῶν διορατικῶν ἀπολωλός. Προαιρέσεως δὲ ἕνεκα καὶ τοῦ προσκεκυνηκέναι Ἰησοῦ υἱῷ τοῦ θεοῦ ἀποκρίσεως τυγχάνει, ἐλεγχούσης αὐτῆς τὴν δυσγένειαν καὶ τὴν ἀξίαν αὐτῆς παριστάσης, ὅτι ψιχίων ὡς κυνίδιον καὶ οὐκ ἄρτων ἦν ἀξία. Ὡς δὲ ἐπιτείνασα τὴν προαίρεσιν καὶ παραδεξαμένη τὸν Ἰησοῦ λόγον ἐπιδικάζεται, κἂν ὡς κυνίδιον τυχεῖν ψιχίων, καὶ ὁμολογεῖ κυρίους τοὺς εὐγενεστέρους, τότε τυγχάνει ἀποκρίσεως δευτέρας μαρτυ ρούσης αὐτῆς τῇ πίστει ὡς μεγάλῃ καὶ ἐπαγγελλομένης ἔσεσθαι αὐτῇ ὃ βούλεται. Ἀνάλογον δ' οἶμαι τῇ «ἄνω Ἱερουσαλὴμ» ἐλευθέρᾳ, μητρὶ Παύλου καὶ τῶν παρα πλησίων αὐτῷ, δεήσει νοῆσαι τὴν Χαναναίαν, μητέρα τῆς δεινῶς δαιμονιζομένης, σύμβολον τυγχάνουσαν μητρὸς τοιᾶσδε ψυχῆς. Καὶ ἐπίστησον εἰ μὴ εὔλογόν ἐστιν εἶναι καὶ πολλοὺς πατέρας καὶ πολλὰς μητέρας, ἀνάλογον τοῖς πατράσιν Ἀβραάμ, πρὸς οὓς ἀπῄει ὁ πατριάρχης, καὶ τῇ Ἱερουσαλὴμ μητρί, ὡς Παῦλός φησι περὶ ἑαυτοῦ καὶ τῶν ὁμοίων αὐτῷ. Εἰκὸς δὲ ἐξεληλυθυῖαν ταύτην, ἧς σύμβολον ἡ Χαναναία, ἀπὸ τῶν ὁρίων Τύρου καὶ Σιδῶνος, ὧν τύποι ἦσαν οἱ ἐπὶ γῆς τόποι, προσεληλυθυῖαν τῷ σωτῆρι ἠξιωκέναι αὐτὸν καὶ ἔτι νῦν ἀξιοῦν λέγουσαν· ἐλέησόν με, κύριε υἱὲ ∆αυίδ· ἡ θυγάτηρ μου δεινῶς δαιμονίζεται. Εἶτα ὁ καὶ τοῖς ἔξωθεν καὶ τοῖς μαθηταῖς, ὅτε δεῖ, ἀποκρινόμενος εἶπε τὸ οὐκ ἀπεστάλην, διδάσκων ὅτι εἰσί τινες προηγούμεναι ψυχαὶ νοεραὶ καὶ διορατικαὶ ἀπολωλυῖαι, τροπικῶς λεγόμεναι πρόβατα οἴκου Ἰσραήλ, ἅπερ, οἶμαι, οἱ ἁπλούστεροι ἐπὶ τοῦ «κατὰ σάρκα» Ἰσραὴλ νομίζοντες λελέχθαι, ἀναγκαίως προσήσονται ὅτι ὁ σωτὴρ ἡμῶν ἀπεστάλη ὑπὸ τοῦ πατρὸς οὐχὶ πρὸς ἄλλους ἢ τοὺς Ἰουδαίους ἐκείνους ἀπολωλότας. Ἡμεῖς δὲ οἱ εὐχόμενοι ἐξ ἀληθείας λέγειν· «Εἰ καὶ Χριστόν ποτε κατὰ σάρκα ἐγνώκαμεν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν», ἴσμεν τοῦ λόγου προηγούμενον εἶναι ἔργον σῴζειν τοὺς συνετωτέρους· οἰκειότεροι γὰρ οὗτοι παρὰ τοὺς ἀμβλυτέρους αὐτῷ τυγχάνουσιν. Ἀλλ' ἐπεὶ τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραὴλ παρὰ τὸ «κατ' ἐκλογὴν χάριτος λεῖμμα» ἠπείθησαν τῷ λόγῳ, διὰ τοῦτο «ἐξελέξατο τὰ μωρὰ τοῦ κόσμου, τὸν μὴ Ἰσραὴλ μηδὲ διορατικόν, ἵνα καταισχύνῃ τοὺς σοφοὺς» τοῦ Ἰσραήλ, καὶ ἐκάλεσε «τὰ μὴ ὄντα» συνετὸν ἔθνος, παραδοὺς αὐτοῖς ὃ ἠδύναντο χωρῆσαι, «τὴν μωρίαν τοῦ κηρύγματος», καὶ εὐδοκήσας «σῶσαι» τοὺς εἰς τοῦτο «πιστεύοντας», ἵνα διελέγξῃ «τὰ ὄντα», «ἐκ τοῦ στόματος νηπίων καὶ θηλαζόντων» καταρ τισάμενος αὐτῷ «αἶνον», ἐπεὶ γέγονεν ἐχθρὰ τῇ ἀληθείᾳ. Ἐλθοῦσα δὲ ἡ Χαναναία προσεκύνει ὡς θεῷ τῷ Ἰησοῦ λέγουσα· κύριε, βοήθησόν μοι. Ὁ δὲ