34
αὐγὴν ἐν ἀωρίᾳ περιέστησαν." Τελείου δέ ἐστιν, τοῦ διὰ τὴν ἕξιν γεγυμνασμένα ἔχοντος τὰ αἰσθητήρια, διακρίνειν δύνασθαι τὴν τοῦ καλοῦ φύσιν, ἀπὸ τοῦ πονηροῦ. Καὶ δοκίμου τραπεζίτου, τὸ καλὸν κατέχειν· ὥσπερ ἀδοκίμου, τὸ παρὰ φύσιν ἔχειν τὰ κριτήρια διακείμενα. Τρεῖς μὲν οὖν συζυγίαι νῦν παρετέθησαν, ἐν μὲν τοῖς σωματικοῖς διαφέρουσαι, ἐν δὲ τοῖς ψυχικοῖς, κατὰ διαφόρους ἐπινοίας περὶ ἕν τι στρεφόμεναι. Καλὸν μὲν οὖν ὁρίζονται ἀγαθὸν ἐπαινετὸν, ᾧ τὸ αἰσχρὸν ἀντίκειται, ὃ νῦν ὠνόμασε πονηρόν· ὅπερ ἂν εἴη κακὸν ψεκτόν. Φῶς δὲ οὐσία διαχυτικὴ σκότους· Σκότος δὲ ἀὴρ ἐστερημένος φωτός. Καὶ γλυκύτης μὲν λειότης χυμοῦ ἢ χυλοῦ τὴν γευστικὴν ἡδύνουσα αἴσθησιν. Τὸ δὲ πικρὸν γευστὸν ἐκτραχύνον τὴν γεῦσιν. Ταῦτα μὲν οὖν κατὰ τὴν πρόχειρον ἔκδοσιν. Ἀλλ' ἔοικε μὴ περὶ τῶν αἰσθήσει γνωρίμων ὑπάρχειν ὁ λόγος. Ἀλλ' εἴπερ ἡ ἐντολὴ Κυρίου τηλαυγὴς, φωτίζουσα ὀφθαλμοὺς, ὁ μὴ ταύτῃ ζῶν, ἐν ὑλικοῖς δὲ πάθεσι κυλινδούμενος, ταῦτα νενόμικε φῶς ἐκείνην σκότος δοκῶν, καὶ δογματικῶς ὁ μὴ πιστεύων εἰς τὸ φῶς τὸ ἀληθινὸν, τοῦτο μὲν σκότος, φῶς δὲ ποιεῖ τὸν διάβολον. Καὶ, εἰ γλυκεία τῷ λάρυγγι τοῦ δικαίου τὰ λόγια τοῦ Κυρίου, ὁ τὸ τῶν προσταγμάτων φεύγων ἐπίπονον, συγκατατιθέμενος δὲ τῷ λείῳ τῆς ἡδονῆς, οὗτος ἀναστρέφει τὸ γλυκὺ καὶ πικρόν. Ἀλλὰ καὶ δογματικῶς, γλυκύτης ἐστὶν τοῖς ἐπιστημόνως αὐτοῦ γευομένοις ὁ Κύριος· "Γεύσασθε γὰρ, καὶ ἴδετε ὅτι Χριστὸς ὁ Κύριος." Μὴ πιστεύων δέ τις αὐτῷ, τὸ γλυκὺ λέγει πικρόν. Καὶ τὸ ἀληθὲς δὲ καλὸν, τὸ ἐν τῇ ψυχῇ συμμέτρως διακειμένῃ κατ' ἀρετήν. Μεσότης γὰρ ἡ ἀρετὴ, ἧς τὸ ὑπερβάλλον ἢ λεῖπον, κακία· ὡς ἐπ' ἀνδρείας ἔλλειψις μὲν ἡ δειλία, ἡ δὲ θρασύτης πλεονασμὸς, ἅπερ αἶσχος ἐργάζονται, καὶ ὁ μὴ πιστεύων δὲ εἰς τὸν Κύ 1921 ριον, οὐδὲ τῇ τοῦ καλοῦ συγκατατίθεται φύσει. Κυρίως γὰρ ἐκεῖνο καλὸν, κατὰ τὸ, "Τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου·" αἶσχος δὲ πᾶν ὁ διάβολος. Ἐπεὶ οὖν οὐκ ἔστι κοινωνία φωτὶ πρὸς κάλλος, οὐδὲ συμφώνησις Χριστοῦ πρὸς Βελίαρ, χωριστέον ταῦτα ἀλλήλων· καὶ μὴ παραλογισθέντες, φῶς, νομίσωμεν τὸν μετασχηματιζόμενον εἰς ἄγγελον φωτὸς, μηδὲ γλυκεῖαν τὴν ἡδονὴν, μηδὲ κάλλος σωματικὸν τοῦ ψυχικοῦ προτιμήσωμεν. ∆ιὰ τί δὲ ἐπὶ μὲν τοῦ καλοῦ, τὸ, λέγοντες, εἴρηται· ἐπὶ δὲ τοῦ φωτὸς καὶ τοῦ γλυκέος τὸ, τιθέντες; κατά τι δὲ καὶ πικρότερον. Παρὰ γὰρ τὰς πρώτας αἱρέσεις τοῦ βίου διὰ τοῦ λόγου μόνον σφαλλόμεθα. Ἐνεργοῦντες δὲ τὸ κακὸν, καὶ μετὰ πεῖραν προσμένοντες, ὥσπερ ὅρους ἑαυτοῖς ἀκινήτους τῶν τῆς κακίας ἔργων τιθέμεθα. Κἄν τις ἐξ ἀσελγείας πρὸς σωφροσύνην οὐ μετατίθεται, τίθησιν ἑαυτῷ τὸ πικρὸν γλυκύ. Χεῖρον δὲ τούτου, τὸ καὶ συνηγορεῖν τῷ κακῷ, καὶ λέγειν τὸ καλὸν πονηρόν· οὐ μόνον γὰρ ποιοῦσι, φησὶν, αὐτὰ, ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράσσουσι. Τιθέναι μὲν οὖν, τὸ πράττειν. Λέγειν δὲ, τὸ δογματίζειν. Ὃ τὴν εἰς θάνατον ἁμαρτίαν τινὲς ἀπεφήναντο τῶν εὐδοκούντων οὖσαν, ἀλλ' οὐ δακνομένων ἐφ' οἷς ἁμαρτάνουσιν· ἐξ οὗ τὸ μηδὲ μετανοεῖν ἐπιγίνεται. κακγʹ. 9Οὐαὶ οἱ συνετοὶ ἐν ἑαυτοῖς, καὶ ἐνώπιον αὐτῶν ἐπιστήμονες. Οὐαὶ οἱ ἰσχύοντες ὑμῶν, οἱ πίνοντες τὸν οἶνον, καὶ οἱ δυνάσται, καὶ οἱ κεραννύντες τὸ σίκερα. Οἱ δικαιοῦντες τὸν ἀσεβῆ ἕνεκεν δώρων, καὶ τὸ δίκαιον τοῦ δικαίου αἴροντεσ9. Καὶ ταῦτα τοῖς ἄνω πάλιν ἐφήρμοσεν, εἰ καὶ γενικὴν πρὸς τοὺς δοκησισόφους ἔχει τὴν ἀπειλὴν ὁποῖοί τινες ἦσαν οἱ τῶν Ἰουδαίων διδάσκαλοι, μηδὲν μὲν ἐπ' ἀκριβείας διδάσκοντες, καλαμώμενοι δὲ τὸν λαὸν, καὶ τῇ μέθῃ προσκείμενοι. Τοῦ γὰρ νόμου λέγοντος, "Κρῖμα δίκαιον κρίνατε," ὁ προφήτης φησὶ πρὸς τὴν Ἱερουσαλήμ· "Οἱ ἄρχοντές σου ἀπειθοῦσιν, κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες δῶρα, διώκοντες ἀνταπόδομα, ὀρφανοῖς οὐ κρίνοντες, καὶ κρίσει χήρας οὐ προσέχοντες." Ταῦτα γὰρ ἔδρων αἰσχρῶν λημμάτων ἡττώμενοι, πρὸς τὴν ἀσωτίαν τοῦ βίου. ∆ιὸ τῆς προφήτης φησὶν, "Οἶνον ἐκ συκοφαντιῶν ἔπινον." Καὶ κακῶν δὲ ὄντες διδάσκαλοι, τῷ τῆς ἀγνοίας ἐκεκάρωντο σκότῳ, καὶ τοῖς ἄλλοις ποτὸν ἐκίρνων δεδολωμένον, τὸ σίκερα, τὸν τοῦ Θεοῦ καπηλεύοντες λόγον. Πρὸς οὓς