δέ ποτε τελουμένης τῷ βασιλεῖ, καὶ τῶν πρώτων τῆς βουλῆς συνεστιωμένων αὐτῷ, καὶ τοῦ ὄρνιθος πολλάκις φθεγγομένου τὸ προρρηθέν, ἐπιστυγνάσαντες οἱ δαιτυμόνες καὶ τῆς εὐωχίας παυσάμενοι ἐπὶ συννοίας ἐκάθηντο. οἷς προσέχων ὁ βασιλεὺς τὴν αἰτίαν ἐπυνθάνετο. οἱ δὲ δακρύων ὑποπλησθέντες "τίνα βρῶσιν" εἶπον "φαγούμεθα, οὕτως ὑπὸ τῇ φωνῇ τοῦ ἀλόγου τούτου ὀνειδιζόμενοι οἱ δοκοῦντες ἡμεῖς λογικοὶ καὶ φιλοδέσποτοι, ὅτι αὐτὸ μὲν τὸν οἰκεῖον ἀνακαλεῖται δεσπότην, ἡμεῖς δὲ τρυφῶντες λήθην τοῦ μὴ ἀδικήσαντος δεσπότου ἐλάβομεν. εἰ μὲν γὰρ ἐλέγχεται ἀδικῶν καὶ κατὰ τῆς πατρικῆς κεφαλῆς εὐτρεπίσας τὴν δεξιάν, αὐτόχειρες αὐτοῦ ἡμεῖς πάντες γενώμεθα, καὶ τοῦ αἵματος αὐτοῦ μὴ λαβώμεθα κόρον. μέχρι τίνος ἡ συκοφάντις γλῶσσα κατ' αὐτοῦ δυναμωθήσεται;" μαλαχθεὶς οὖν τοῖς τοιούτοις λόγοις ὁ βασιλεὺς τότε μὲν καθεσθῆναι τούτους προσέταξεν καὶ σκοπῆσαι περὶ τοῦ πράγματος ἐπηγγείλατο. μετ' οὐ πολὺ δὲ πρὸς τὴν φύσιν ἐπανελθὼν ἐξάγει 699 τε τῆς φρουρᾶς καὶ εἰς ὄψιν ἄγει αὐτόν, καὶ τὴν πένθιμον ἀμείβει στολήν, καὶ τὸ περιττὸν τῆς ἐν τῇ λύπῃ τραφείσης κόμης περιαιρεθῆναι κελεύει, καὶ τὴν προτέραν τῆς βασιλείας τάξιν καὶ τιμὴν ἀποδίδωσι. καὶ τῆς προελεύσεως τοῦ ἁγίου Ἠλιοὺ γενομένης ἰδόντες αὐτὸν οἱ λαοὶ ἐπεφωνοῦντο "δόξα σοι ὁ θεός." καὶ ὁ βασιλεὺς εἶπεν "δοξάζετε τὸν θεὸν ὑπὲρ τοῦ υἱοῦ μου. πολλὰς θλίψεις ὑπ' αὐτοῦ ἔχετε ὑπομεῖναι καὶ ἐπωδύνους ἡμέρας διελθεῖν." 22. Τῷ ιθʹ ἔτει αὐτοῦ μελετᾶται ἀνταρσία παρὰ Ἰωάννου τοῦ Κουρκούα δομεστίκου ὄντος τῶν ἱκανάτων, χρηματισθέντα παρὰ τοῦ ἐν Βλαχέρναις ἐγκλείστου. ἦσαν δὲ μετ' αὐτοῦ ἄρχοντες μέχρι τῶν ξʹ, μεθ' ὧν ὁ Μιχαὴλ ὁ ἑταιρειάρχης καὶ ὁ Κατούδης καὶ ὁ Μυξιάρης καὶ ὁ Βαβούτζικος. τούτους κρατήσας πάντας ἐν τῷ ἱπποδρομίῳ ἔτυψε καὶ ἐκούρευσε καὶ τὰς ὑπολειφθείσας τρίχας ἔκαυσε καὶ πομπεύσας ἐξώρισε. 23. Τοῦ δὲ βασιλέως ἐν κυνηγίῳ ἐξελθόντος, ἔλαφος παμμεγέθης ἀναφανεὶς ἦρε τὸν βασιλέα ἐκ τῆς ζώνης ἀπὸ τοῦ ἵππου μετὰ τοῦ κέρατος. φθάσας δέ τις καὶ τὴν ζώνην μετὰ τῆς σπάθης κόψας τοῦτον ἐρρύσατο. ὃν καὶ μετὰ τὴν ὑποστροφὴν ἀπεκεφάλισεν, εἰπὼν "μὴ γύμνου κατὰ βασιλέως ξίφος." ἐκ δὲ τοῦ σπαραγμοῦ τοῦ ἐλάφου νοσηλευθεὶς ὁ βασιλεὺς Βασίλειος τελευτᾷ, φάμενος τῷ υἱῷ αὐτοῦ καὶ διαδόχῳ Λέοντι καὶ Στυλιανῷ 700 τῷ ἐπιτρόπῳ τῶν βασιλέως υἱῶν, ὅτι Φώτιος ὁ ἀνίερος καὶ ὁ συμ700 μύστης αὐτοῦ Σανταβαρηνὸς τοῦ θεοῦ με μακρύναντες, καὶ ἀλλότριον τῆς δικαίας γνώσεως ποιήσαντες, εἰς τὴν ἴσην μετ' αὐτῶν κόλασιν ἐπεσπάσαντο. καὶ ταῦτα εἰπὼν ἐξέψυξεν, καταλιπὼν Λέοντα καὶ Στέφανον καὶ Ἀλέξανδρον. Κόσμου ἔτος τπηʹ, τῆς θείας σαρκώσεως ἔτη ωπηʹ, Ῥωμαίων βασιλεὺς Λέων ἔτη κεʹ μῆνας θʹ. Στέφανος δὲ ὁ αὐτοῦ ἀδελφὸς κληρικὸς ὢν καὶ σύγκελλος ἦν μετὰ Φωτίου πατριάρχου, ἀνατρεφόμενος παρ' αὐτοῦ καὶ παιδευόμενος. ὁ δὲ Λέων μετὰ τὸ αὐτοκρατορῆσαι ἀπέστειλεν Ἀνδρέαν τὸν στρατηλάτην μετὰ κηρῶν πολλῶν κληρικῶν τε καὶ συγκλητικῶν ἐν Χρυσοπόλει, καὶ ἤγαγεν μετὰ σπουδῆς πολλῆς καὶ τιμῆς καὶ ὕμνων τὸ λείψανον Μιχαὴλ τοῦ βασιλέως, καὶ ἀπέθετο ἐν τῷ ναῷ τῶν ἁγίων Ἀποστόλων ἐν λάρνακι. Φώτιον δὲ τὸν πατριάρχην ἐπίβουλον φωραθέντα τῆς ἐκκλησίας ἐκβάλλει, καὶ ἐν τῇ μονῇ τῶν Ἀρμενιακῶν τῇ λεγομένῃ τοῦ Γόρδονος περιορίζει· ἔνθα καὶ τελευτᾷ. χειροτονεῖ δὲ Στέφανον σύγκελλον, τὸν ἴδιον αὐτοῦ ἀδελφόν, διά τε Θεοφάνους τοῦ πρωτοθρόνου καὶ λοιπῶν ἀρχιερέων· ὃς καὶ ἔζησεν ἔτη ʹ καὶ μῆνας εʹ, καὶ θάπτεται ἐν τῇ μονῇ τῶν Σικεῶν. γέγονε δὲ ἐμπρησμὸς πλησίον τῶν Σοφιῶν καὶ τῆς Σιδηρᾶς, ἐμπρησθέντος καὶ τοῦ ναοῦ τοῦ ἁγίου Θωμᾶ, ὃν αὐτὸς ὁ Λέων λαμπρῶς ἀνεκαίνισεν. ἄγει δὲ Θεόδωρον τὸν Σανταβαρηνὸν ἀπὸ Εὐχαΐτων ἐν 701 τῇ πόλει. Ἀνδρέας δὲ ὁ δομέστικος καὶ Στέφανος ὁ μάγιστρος κινοῦσι κατ' αὐτοῦ καὶ τοῦ Φωτίου, ὡς λοιδορηθέντος τοῦ βασιλέως Λέοντος ὑπ' αὐτῶν εἰς Βασίλειον τὸν βασιλέα τὸν πατέρα αὐτοῦ. καὶ τῆς συγκλήτου καταψηφισαμένης αὐτῶν, τὸν μὲν Φώτιον εἴασαν εἰς τοῦ Γόρδονος, τὸν δὲ