De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
πολλοὺς καὶ ἀγαθοὺς χρόνους ὁ Θεὸς ἀγάγοι τὴν βασιλείαν ὑμῶν", καὶ ἐξέρχονται. ∆εῖ εἰδέναι καὶ τοῦτο, ἀνὰ πόσων δοχῶν δέχονται τὰ μέρη ἐν ταύτῃ τῇ προελεύσει. Ὁ δημοκράτης τῶν Βενέτων, ἤγουν ὁ δομέστικος τῶν σχολῶν, μετὰ τοῦ περατικοῦ αὐτοῦ δήμου τῶν Βενέτων, δέχεται δοχὰς τρεῖς· ὁ δημοκράτης τῶν Πρασίνων, ἤγουν ὁ ἐκσκούβιτος, μετὰ τοῦ περατικοῦ αὐτοῦ δήμου, δέχεται δοχὰς δύο. Ὁ δήμαρχος τῶν Βενέτων, μετὰ τοῦ δήμου τοῦ Λευκοῦ, δέχεται δοχὰς ἑπτά. Ὁ δήμαρχος τῶν Πρασίνων μετὰ τοῦ δήμου τοῦ Ῥουσίου δέχεται δοχὰς εʹ. Ὁμοῦ δοχῶν ιζʹ.
1.101 ΚΖʹ (ΙΗʹ) Ὅσα δεῖ παραφυλάττειν τῇ ἑορτῇ καὶ προελεύσει τῆς ἁγίας Χριστοῦ τοῦ Θεοῦ ἡμῶν Ἀναλήψεως.
35
Προέρχονται ἅπαντες οἱ ἄρχοντες ἐννύχιον ἐν τῷ παλατίῳ ἀπὸ σκαραμαγγίων, καὶ εἰ κελεύει ὁ βασιλεὺς ἀπελθεῖν διὰ τοῦ πλοός, κατὰ συνήθειαν, εἰσέρχεται τάχιον εἰς τὸ χελάνδιον μεθ' ὧν ἂν κελεύει, καὶ ἀπέρχεται μέχρι τοῦ βραχιαλίου τῆς Χρυσῆς πόρτης, κἀκεῖσε ἐξελθὼν ἀπὸ τοῦ χελανδίου αὐτοῦ, δίδοται σιλέντιον διὰ τοῦ πραιποσίτου ἀπὸ κελεύσεως τοῖς ἐκεῖσε ἄρχουσι, καὶ ὑπεξελθόντες μικρόν, ἵστανται οἱ ἄρχοντες τοῦ κουβουκλείου, φοροῦντες σαγία ἀληθινά, κυκλικῷ τῷ σχήματι· καὶ εἰσέρχεται ὁ βασιλεὺς μέσον αὐτῶν καὶ στέφεται ὑπὸ τοῦ πραιποσίτου διὰ τὸ ὅλως, ὡς ἀνωτέρω εἴρηται, ἔμπροσθε βαρβάτων μὴ στέφεσθαι· ἕνεκα γὰρ ταύτης τῆς αἰτίας τὴν κυκλικὴν στάσιν ἐκτελοῦσιν οἱ προρρηθέντες ἄρχοντες τοῦ κουβουκλείου. Καὶ εἶθ' οὕτως ἱππεύει ἀπὸ τῶν ἐκεῖσε ἀπὸ σκαραμαγγίου χρυσοκλάβου καὶ διέρχεται διὰ τοῦ ἐκεῖσε ὄντος λειμῶνος καὶ τοῦ παρατειχίου, καὶ ἀπέρχεται μέχρι τῆς ἐξαγούσης πόρτης ἀπέναντι τῆς πηγῆς, καὶ δέχεται αὐτὸν ἐκεῖσε ἔξω τῆς αὐτῆς πόρτης ὁ δομέστικος τῶν Νουμέρων, φορῶν σαγίον ἀληθινόν, 1.102 βαστάζων καὶ θυμιατόν. Καὶ ἀπὸ τῶν ἐκεῖσε ἀπέρχεται μέχρι τῆς παναγίας Θεοτόκου τῆς Πηγῆς, καὶ πρὸ τοῦ εἰσελθεῖν τὸν βασιλέα τὴν ἔξω πύλην πεζεύουσιν οἵ τε πατρίκιοι καὶ ἡ σύγκλητος ἅπασα, καὶ δηριγευόμενος ὑπ' αὐτῶν ὁ βασιλεύς, ἔφιππος αὐτὸς μόνος, εἰσέρχεται μέχρι τοῦ λουτῆρος, καὶ κατελθὼν ἐκεῖσε τοῦ ἵππου, εἰσέρχεται διὰ τῆς εἰσαγούσης πύλης δεξιᾶς τοῦ λουτῆρος, καὶ μένουσιν ἐκεῖσε πατρίκιοι ἔξω τῆς πύλης τοῦ κοχλιοῦ. Ὁ δὲ βασιλεὺς δηριγευόμενος ὑπὸ τῶν ἀρχόντων τοῦ κουβουκλείου, ἀνέρχεται διὰ τοῦ αὐτοῦ κοχλιοῦ, καὶ διελθὼν διὰ τοῦ στενοῦ τρικλίνου, ἐν ᾧ καὶ τὸ ἄριστον τῇ αὐτῇ ἡμέρᾳ τελεῖται, καὶ διὰ τοῦ μητατωρικίου, εἰσέρχεται ἐν τῷ κοιτῶνι. Ἀπαλλάξας δὲ τὸ στέμμα διὰ τοῦ πραιποσίτου, μένει ἐκεῖσε τὸν καιρὸν προσμένων, ἀλλάσσει δὲ λευκὸν διβητήσιον. Καταλαβόντος δὲ τοῦ καιροῦ, καὶ δηλωθεὶς ὁ πραιπόσιτος παρὰ τοῦ τῆς καταστάσεως, αὐτὸς εἰσελθὼν δηλοῖ τῷ βασιλεῖ, καὶ δοθέντος σιλεντίου ἀπὸ κελεύσεως διὰ τοῦ τῆς καταστάσεως, ἀνέρχονται οἱ πατρίκιοι διὰ τοῦ αὐτοῦ κοχλιοῦ καὶ εἰσέρχονται ἐν τῷ προειρημένῳ στενῷ τρικλίνῳ. Ὁ δὲ βασιλεὺς περιβαλλόμενος χλανίδα, ὡς εἴθισται αὐτῷ, ἐξέρχεται ἐκ τοῦ κοιτῶνος, καὶ δηριγευόμενος ὑπὸ τῶν ἀρχόντων τοῦ κουβουκλείου, ἀπέρχεται μέχρι τῆς πύλης τοῦ προλεχθέντος στενοῦ τρικλίνου, καὶ δέχονται αὐτὸν ἐκεῖσε οἵ τε πατρίκιοι καὶ στρατηγοὶ ἀπὸ χρυσοτάβλων χλανιδίων, καὶ πεσόντες, νεύει ὁ πραιπόσιτος ἀπὸ κελεύσεως τῷ τῆς καταστάσεως καὶ λέγει. "Κελεύσατε." Αὐτοὶ δὲ ὑπερεύχονται· "Εἰς πολλοὺς καὶ ἀγαθοὺς χρόνους." Καὶ δηριγευόμενος ἀπὸ τῶν ἐκεῖσε ὑπό τε τῶν ἀρχόντων τοῦ κουβουκλείου καὶ τῆς συγκλήτου, κατέρχεται δι' οὗ καὶ ἀνῆλθε κοχλιοῦ, καὶ δέχονται πάλιν ἐν τῷ πληρώματι τοῦ κοχλιοῦ οἵ τε πατρίκιοι καὶ στρατη 1.103 γοὶ ἅμα τῇ συγκλήτῳ, καὶ πάλιν λαβὼν νεῦμα ὁ πραιπόσιτος παρὰ τοῦ βασιλέως, νεύει τῷ σιλεντιαρίῳ, κἀκεῖνος λέγει· "Κελεύσατε." Αὐτοὶ δὲ ὑπερεύχονται τὸν βασιλέα· "Εἰς πολλοὺς καὶ ἀγαθοὺς χρόνους." Καὶ δηριγευόμενος ὑπ' αὐτῶν ὁ βασιλεύς, ἐξέρχεται τὴν πύλην λουτῆρος, φωνοῦντος κατὰ τὸ σύνηθες τοῦ τῆς καταστάσεως τό· "Καπλάτε, ∆όμηνι", καὶ δέχεται εὐθέως ὁ δημοκράτης τῶν Βενέτων, ἤγουν ὁ δομέστικος τῶν σχολῶν, καὶ ἐπιδίδωσι τῷ βασιλεῖ, κρατούμενος ὑπὸ τοῦ τῆς καταστάσεως, σταυροὺς ῥοδοπλόκους, καὶ μετ' ὀλίγον δέχεται ὁ δήμαρχος τῶν Βενέτων, κρατούμενος δὲ καὶ αὐτὸς ὑπὸ τοῦ τῆς καταστάσεως, ἐπιδίδωσι τῷ βασιλεῖ σταυροὺς καὶ ὀσφράδια, ὡς προείρηται, καὶ εὐθέως