αὐτοῦ καὶ τῶν ἄχρι σοῦ βασιλέων ὑπερανεστηκὼς τοῖς ἀνδραγαθήμασιν, ἀλλὰ τοῖς μὲν σκέμμασιν ἐλάττων τῶν ἀποτελεσμάτων ἀναγέγραπται, ἐν [δὲ ...] τοῖς ἔργοις νικῶν. σὺ δὲ ἄμφω ἴσος τε καὶ ἀνάλογος· βουλεύσῃ τε γὰρ πρὸ τῶν ἔργων ὡς ἄριστα καὶ τὰ βεβουλευμένα ἐπὶ τοῖς πράγμασιν ἔχεις ἁρμόττοντα. φιλοκίνδυνος δὲ οὐ καθέστηκας μέν, τὸν διά σε τῶν ὑποτεταγμένων εὐλαβούμενος κίνδυνον, τοιούτους δὲ τοὺς στρατηγέτας ἀποτελεῖς ὡς, εἴ γέ τοι ἐκεῖνοι προσπταίσοιεν, σοῦ πάλιν ἡ λοιπὴ φάλαγξ ἐχομένη μένοι ἀκλόνητος. κἀκείνῳ μὲν αἱ νίκαι δάκρυσιν ἀναμεμιγμέναι τυγχάνουσι, πολλῶν τῶν ὑφ' αὐτὸν ἀπολλυμένων τῷ κατορθώματι· σοὶ δὲ λευκότατος ὁ στέφανος διαδεῖται τῇ κεφαλῇ. εἰ δὲ μὴ λίαν τἀνδρὶ προσεκείμην διὰ τὴν φήμην, ἐπὶ τοῖς ἄλλοις ἂν αὐτὸν πρὸς τὴν σὴν βασιλείαν συνέκρουσα καὶ εὗρον ἂν ὅπη σαθρός ἐστι, ταχὺ μὲν μεταβάλλων τὰς γνώμας, ἀνθ' ἑτέρων δὲ ἑτέρας ἀλλαττόμενος καὶ μηδενὶ τῶν πάντων πιστεύων, ἀλλ' ὑποπτεύων τε αὐτὸς καὶ ὕποπτος ὢν διὰ τὴν ἀκατάσχετον τοῦ θυμοῦ φοράν τε καὶ κίνησιν. Μάρκον δὲ τὸν φιλολογώτατον θαυμάζομεν καὶ τῆς ἐπιεικείας, ἐπαινῶ δὲ καὶ τῆς περὶ τοὺς λόγους σχολῆς. ἀλλὰ τούτῳ μὲν μέχρι οἰκειοτάτων ἡ ἐπιείκεια καὶ ἡ χρηστότης ἐμετρεῖτο τοῖς π[....]μασι, σοὶ δὲ καὶ ἐπὶ τοῖς ἐχθίστοις ἐκτείνεται τὸ ἐπιεικὲς καὶ φιλάνθρωπον· ἅμα τε γὰρ ἥλω σοι ὁ πονηρὸς καὶ ἠ[....] καὶ νενικημένος ὁ βάρβαρος συμπεπάθεται καί, ἀπανθρωπίαν δούς, ἀντιλαμβάνει φιλανθρωπίαν. κἀκεῖ[νος λόγους] μὲν συγγράφει καὶ τὴν φιλομάθειαν ἐπιδείκνυται, σαλπίζει δὲ τὰς ἀρετὰς καὶ ἄλλ[.......]ρου ἐραν[........] προσπορίζεται· σὺ δὲ ἑτέροις τοῦ γράφειν τὰς ἀφορμὰς παρασχόμενος, σαυτὸν ἔχεις τῶν ποιητέων παράδειγμα καὶ ἀπὸ ψυχῆς λαμβάνων τὰς ἀρχὰς ἐπεξεργάζῃ τοῖς πράγμασι, κεκράγασι δὲ ταῦτα, καὶ σιωπώσης τῆς γλώττης, ὥστε σε τὸν αὐτὸν καὶ θεοείκελον εἶναι καὶ ἀφιλόκριμα τὸν [......] ἀρχέτυπον [........πεπ]οῖηκεν ὁ θεὸς καὶ τὴν βασιλείαν μισθὸν ἀρετῆς χαρί[ζεται καὶ] ἐπὶ τῆς ὑψηλοτάτης περιωπῆς τέθεικεν, ἵνα πάντες πρὸς τὴν σὴν ψυχὴν ἀποβλέποντες ὡς πρωτότ[υπο]ν πίνακα ζωγραφῶμεν εἰς ἀρετὴν ἑαυτοὺς καὶ τὴν τοῦ παραδείγματος ὁμοιότητα. Ἀλ[λ'] ἵλεώς μοι, βα[σιλεῦ], εἴης, ἐφ' οἷς τὸν λόγον τῶν προσόντων σοι πλεονεκτημάτων ἐποιησάμην ἐλάττονα. τί γὰρ ἂν καὶ ποιή[σαιμ]ι, μήτε γλώττης ἀρκούσης, μήτε λόγου δυναμένου, πρὸς τὴν τῶν σῶν ἀρετῶν ἀκροτάτην περιωπήν; πλὴν οὐ περὶ τὸν ἐπαινέτην ἐμὲ τὰ σὰ καταβιβάζεται προτερήματα, ἀλλ' ἐμοὶ μὲν ἡ ἐτή[σιος ἀ]ποπεπλήρωται εἰσφορὰ καὶ τὸ λογικὸν τοῦτο ἀποδέδοται ὄφλημα· ἐκεῖνα [μὲν ὡς ἄ]στερες ἐν οὐρανῷ ἡλίκῳ, [τὰ] δὲ ἄστροις ἶσα περιαστράπτοντα, φανότατα πᾶσι τοῖς οὖσι καθέστηκεν. 7 Εἰς τὸν βασιλέα τὸν Μονομάχον Μὴ θαυμάσῃς, ὦ βασιλεῦ, εἰ πλείστων λόγων ἀκροασάμενος ἐλάττονας πάντας τῆς σῆς εὕρηκας φύσεως· οὐ γὰρ παρὰ τὴν ἡμετέραν ἀσθένειαν τὸ ἀνάρμοστον τοῖς λόγοις πρὸς τὴν ὑπόθεσιν, ἀλλὰ παρὰ τὴν ὑπερβολὴν τῶν σῶν ἀρετῶν. οὐδὲ γὰρ εἰ Πλάτων ἢ καὶ ∆ημοσθένης αὐτός, εἴ πως ἐνῆν, ἀπεδύσαντο, ἐφάνησάν τι τῶν σῶν ἀρετῶν εἰρηκότες ἐπάξιον, ἀλλὰ τοὺς μὲν ἑαυτῶν λόγους ξυνέθεσαν ἡμῶν τεχνικώτερον, οὐ μὴν δὲ τοῖς σοῖς πλεονεκτήμασι τούτους προσήρμοσαν, οὔ φημι πᾶσιν ὁμοῦ, ἀλλ' οὐδὲ καθ' ἓν τούτων. Καὶ εἰ βούλεταί τις ἓν τούτων ἀποτεμόμενος, δότω τὸν ἔλεγχον καὶ προτεθήσθω τῷ λόγῳ μία τῶν σῶν ἀρετῶν, τὴν δικαιοσύνην φημί, ἀλλ' ὅρα ὅπως αὐτῆς τὸ ὕψος ἀπρόσιτον· οὐδὲ γὰρ ὥσπερ ἄλλοι μέχρι τῆς τῶν ἀμφισβητήσεων διαλύσεως τὴν δύναμιν τῆς ἀρετῆς ταύτης ἀφώρισας, οὐδὲ τέχνην μόνην τοῦ καλοῦ καὶ ἴσου πεποίησαι, ἀλλ' ἀπὸ τῆς σαυτοῦ ψυχῆς πρῶτον ἀρξάμενος ὥσπερ ἀφ' ἑστίας πρώτης καὶ ἐπὶ τῶν ἄλλων τετήρηκας. ἐπεὶ γὰρ τὸ μέν τι ἄρχον ἐν ταῖς ψυχαῖς οἷον ὁ λόγος, τὸ δ' ἀρχόμενον οἷον ἡ τοῦ θυμοῦ κίνησις, δικαιοσύνη δὲ ὑποκεῖσθαι τοῖς κρείττοσι τὰ