λαλοῦντι πρὸς τὸ παιδίον παιδικῶς, ἢ ἵνα ἐμφατικώτερον εἴπω βρεφωδῶς, ὅτι ἐτροποφόρησας τὸν υἱόν σου καὶ <τὸν> τρόπον ἐφόρεσας τοῦ βρέφους καὶ τὴν κατάστασιν αὐτοῦ ἀνείληφας. οὕτως οὖν νόει μοι καὶ τὴν γραφὴν λέγουσαν· «ἐτροποφόρησέν σε κύριος ὁ θεός σου, ὡς εἴ τις τροποφορήσει ἄνθρωπος τὸν υἱὸν αὐτοῦ». καὶ ἐοίκασιν οἱ ἀπὸ ἑβραϊσμοῦ ἑρμηνεύσαντες, μὴ εὑρόντες τὴν λέξιν κειμένην παρ' Ἕλλησιν, ἀναπεπλακέναι ὡς ἐπ' ἄλλων πολλῶν καὶ ταύτην καὶ πεποιηκέναι τὴν «ἐτροποφόρησέν σε κύριος ὁ θεός σου (τουτέστι τοὺς τρόπους σου ἐφόρεσεν), ὡς εἴ τις τροποφορήσει ἄνθρωπος (κατὰ τὸ παράδειγμα τοῦτο ὃ εἴρηκα) τὸν υἱὸν αὐτοῦ». ἐπεὶ τοίνυν ἡμεῖς μετανοοῦμεν, ὅταν ἡμῖν διαλέγηται μετανοοῦσιν ὁ θεὸς λέγει· μετανοῶ, καὶ ἀπειλῶν ἡμῖν οὐ προσποιεῖται προγνώστης εἶναι, ἀλλ' ὡς βρέφεσι λαλῶν ἀπειλεῖ. οὐ προσποιεῖται ὅτι προέγνω «τὰ πάντα πρὶν γενέσεως αὐ τῶν», ἀλλ' ὡς, ἵν' οὕτως ὀνομάσω, ὑποκρινόμενος τὸ βρέφος προσ ποιεῖται μηδὲ εἰδέναι τὰ μέλλοντα. καὶ ἀπειλεῖ γοῦν ἔθνει διὰ τὰς ἁμαρτίας αὐτοῦ καὶ λέγει· «ἐὰν μετανοήσῃ τὸ ἔθνος, κἀγὼ μετα νοήσω». ὦ θεέ· ἆρα ὅτε ἠπείλεις, οὐκ ᾔδεις πότερον μετανοήσει τὸ ἔθνος ἢ οὐ μετανοήσει; τί δέ; ὅτε ἐπηγγείλω, οὐκ ᾔδεις πότερον μενεῖ ἄξιος τῶν ἐπαγγελιῶν ὁ ἄνθρωπος, ἢ τὸ ἔθνος, πρὸς ὃν ὁ λόγος, ἢ οὐ μενεῖ; ἀλλ' οὐ προσποιεῖται. Καὶ τοιαῦτα πολλὰ εὕροις <ἂν> ἀνθρωπικὰ ἐν τῇ γραφῇ, ὡς καὶ τὸ «λάλησον τοῖς υἱοῖς Ἰσραήλ· ἴσως ἀκούσονται καὶ μετανοήσουσι». τοῦτο οὐχ <ὡς διστάζων> ὁ θεὸς εἴρηκε τὸ «ἴσως ἀκούσονται»· οὐ γὰρ διστάζει ὁ θεός, ἵνα λέγῃ τὸ «ἴσως ἀκούσονται καὶ μετανοήσουσιν», ἀλλ' ἵνα ἐπὶ πολὺ ἐμφήνῃ σου τὸ αὐτεξούσιον καὶ μὴ εἴπῃς· εἰ προέγνω με ἀπολλύμενον ἀπολέσθαι με δεῖ, εἰ προέγνω με σωθησόμενον σωθή σεσθαι πάντως με χρή. οὐ προσποιεῖται οὖν τὸ περὶ τοῦ ἐπὶ σοὶ μέλλοντος εἰδέναι, ἵνα τηρήσῃ σου τὸ αὐτεξούσιον τῷ μὴ προειληφέναι μηδὲ προεγνωκέναι, πότερον μετανοήσεις ἢ μή. καὶ λέγει πρὸς τὸν προφήτην· «λάλησον, ἴσως μετανοήσουσι». τοιαῦτα γὰρ ἄλλα μυρία εὑρήσεις λεγόμενα περὶ τοῦ θεοῦ τροποφοροῦντος τὸν ἄνθρωπον. ἐὰν ἀκούσῃς θυμὸν θεοῦ καὶ ὀργὴν αὐτοῦ, μὴ νόμιζε τὴν ὀργὴν καὶ τὸν θυμὸν πάθη εἶναι θεοῦ. οἰκονομίαι χρήσεως λέξεών εἰσι πρὸς τὸ <τὸ> βρέφος ἐπιστρέψαι καὶ βελτιωθῆναι· ἐπεὶ καὶ ἡμεῖς τοῖς παιδίοις πρόσωπον ποιοῦμεν οὐκ ἀπὸ διαθέσεως ἀλλὰ κατ' οἰκονομίαν φοβερόν. ἐὰν τηρήσωμεν τὸ ἵλεων τῆς ψυχῆς πρὸς τὸ βρέφος ἐν τῷ προσώπῳ ἡμῶν, καὶ τὴν φιλοστοργίαν ἣν ἔχομεν πρὸς αὐτὸ ἐμφή νωμεν, μὴ διαστρέψαντες ἑαυτοὺς μηδὲ οἱονεὶ μεταβαλόντες πρὸς τὴν ἐκείνου ἐπιστροφήν, ἀπόλλυμεν αὐτὸ καὶ χεῖρον ποιοῦμεν. οὕτως οὖν ὁ θεὸς καὶ ὀργίζεσθαι λέγεται καὶ θυμοῦσθαί φησιν, ἵνα ἐπιστρέψῃς καὶ βελτιωθῇς. καὶ ἀληθῶς οὐκ ὀργίζεται μὲν οὐδὲ θυμοῦται· σὺ δὲ πείσῃ τὰ τῆς ὀργῆς καὶ τὰ τοῦ θυμοῦ, γενόμενος ἐν δυσυπομονήτοις διὰ τὴν κακίαν πόνοις, ἐπὰν παιδεύῃ τῇ λεγομένῃ ὀργῇ τοῦ θεοῦ. 18.7 Ἑξῆς μετὰ τὸν περὶ τῶν δύο ἐθνῶν λόγον, τοῦ προτέρου ᾧ <ἡ> ἀπειλὴ δίδοται, καὶ τοῦ δευτέρου ᾧ ἡ ἐπαγγελία δίδοται, φησίν (εἶπε δηλονότι τοῖς προτέροις)· «καὶ νῦν εἶπον πρὸς ἄνδρας Ἰούδα καὶ πρὸς τοὺς κατοικοῦντας Ἱερουσαλήμ· οὕτως λέγει κύριος· ἰδοὺ ἐγὼ πλάσσω ἐφ' ὑμᾶς κακά». ὅτι ἐν τῇ χειρί μου ταῦτά ἐστιν ἃ πλάσσω ἐφ' ὑμᾶς, δύναται διαπεσεῖν. ποιήσατε ταῦτα διαπεσεῖν ἀπὸ τῆς χειρός μου, ἵνα ἃ πλάσσω ἐφ' ὑμᾶς κακὰ μεταβάλω καὶ ποιήσω ἀγαθά. οὐκ ἂν εὕροις· «ἰδοὺ πλάσσω ἐφ' ὑμᾶς ἀγαθά» καὶ τὰ ἀνὰ λόγον αὐτῶν λεγόμενα ἑξῆς, ἵνα μετὰ τοῦτο ἐμφήνῃ ὅτι ἃ πλάσσει ἀγαθὰ ἀπολύει ἀπὸ τῶν χειρῶν, ἵνα ποιήσῃ αὐτὰ κακά. ἀλλὰ πλάσσει κακὰ κατὰ τὸ εἰρημένον παράδειγμα, καὶ πλάσσων κακὰ οἰκονομεῖ (χωρὶς τῆς ἑρμηνείας τῆς ἀποδεδομένης εἰς τὸ «ἔπεσεν ἀπὸ τῶν χειρῶν μου»), ἵνα ἐὰν πέσῃ, καὶ τὸ τέλος τῶν πλασσομένων κακῶν οὐκ οἶδα ποτα πὸν γένηται. 18.8 «Ἀποστραφήτω δὴ ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς, καὶ καλλίονα ποιήσατε τὰ ἐπιτηδεύματα ὑμῶν». ἔσθ' ὅτε οἱ ἀκεραιότεροι λέγουσι· μακάριοι οἱ παλαιότεροι ἄνθρωποι, ὅτι ἤκουσαν