35
ἔλεγον, "Οἱ κάπηλοί σου μίσγουσιν τὸν οἶνον ὕδατι," καὶ κατεδίκαζον δὲ τὸν ἀθῶον, ἀφιέντες τὸν αἴτιον. 1924 Λέγεται δὲ τὸ, οἱ συνετοὶ ἐν ἑαυτοῖς, οὐ μόνον περὶ τῶν εἰδέναι δοκούντων, ἅπερ οὐκ ἴσασιν, ἀλλὰ καὶ περὶ τῶν ἐχόντων μὲν χάρισμα γνώσεως, οὐ μεταδιδόντων δὲ τούτου τοῖς ἄλλοις. "Σοφία γὰρ κεκρυμμένη καὶ θησαυρὸς ἀφανὴς, τίς ὠφελία ἐν ἀμφοτέροις;" Οἷος ἦν ὁ τὸ τάλαντον κρύψας παρ' ἑαυτῷ μείνας σοφός. Κἂν ἐπὶ κακῷ δέ τις, καὶ μὴ εἰς δόξαν Θεοῦ χρῆται τῇ γνώσει, οὐκ ἔστιν ἐνώπιον Θεοῦ ἐπιστήμων, ὡς οὐδὲ ὁ καταγράφων ἑαυτῷ τὸ κατόρθωμα, καὶ μὴ τὸν Θεὸν, ὡς αἴτιον τῆς δωρεᾶς ἀνυμνῶν. Πρὸς ὃν εὔκαιρον εἰπεῖν, "Τί δὲ ἔχεις ὃ οὐκ ἔλαβες; Εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών;" Λέγεται δὲ σύνεσις, οἷον εὐπαρακολουθησία ψυχῆς, ὀξέως εἰς ἓν συναγούσης τὰς τῶν πραγμάτων ἐννοίας· ἤγουν ἐντρέχεια διανοίας εὐπαρακολούθητος, τῷ ἑκάστῳ πράγματι οἰκεῖον εὑρίσκουσα. Ἐπιστήμη δὲ, ἕξι ἐν ἑαυτῇ τὸ βέβαιον ἔχουσα, ἀμετάπτωτος ὑπὸ λόγου. Σοφίαν δὲ, φασὶν, ἐπιστήμην θείων καὶ ἀνθρωπίνων πραγμάτων, καὶ τῶν τούτων αἰτιῶν. Ἐπειδὴ δὲ αὐτοσοφία ὁ Χριστὸς, σοφὸν ἐροῦμεν τὸν κατὰ μετοχὴν Χριστοῦ, καθ' ὃ σοφία ἐστὶν, τετελειωμένον· ὡς οἱ τῆς σκηνῆς ἐκείνης ἀρχιτέκτονες· "Ἐμπλήσω γὰρ αὐτοὺς, φησὶ, πνεύματος σοφίας καὶ ἐπιστήμης·" ἅ τις αὐτῷ μὴ ἀνατιθεὶς ταλανίζεται. Ἀπείρητο δὲ Ναζιραίοις οἷνος καὶ σίκερα, καὶ τοῖς ἱερεῦσιν εἰσιοῦσιν εἰς τὰ ἅγια. Καὶ Σολομῶν ἐν Παροιμίαις φησίν· "Οἳ δυνάσται θυμώδεις εἰσὶν, οἶνον μὴ πινέτωσαν, ἵνα μὴ πιόντες ἐπιλάθωνται τῆς σοφίας." ∆εῖ γὰρ ἀθόλωτον ἔχειν τὸν νοῦν τόν τε Θεὸν θεραπεύοντα, καὶ τὸν ἀνθρώπων ἐπιμελούμενον. Ὁ μὲν γὰρ ἐλάχιστος καὶ συγγνωστὸς ἐλέου· "∆υνατοὶ δὲ δυνατῶς ἐτασθήσονται." Καὶ ᾧ πολὺ παρέθεντο περισσότερον ἀπαιτήσουσιν αὐτόν. Καὶ πᾶς δὲ πάθει κρατούμενος, μεθύειν λέγεται τοσοῦτον, ὅσον τούτῳ κεκράτηται, κατὰ λόγον ὑπομένων τὴν ἔκστασιν, καὶ συγχύσει ταύτης εἰς λήθην τῆς σοφίας χωρῶν, ἀλλὰ πῶς ὁ ἔχων σοφίαν θυμώδης; Ὅτι μήπω λέγει τὸν ἀπαθῆ· περὶ δὲ τοῦ μετριοπαθοῦς καὶ ἑτέρωθί πού φησιν, "Ἄφρων αὐθήμερον ἐξαγγελεῖ ὀργὴν, σοφὸς δὲ ταμιεύεται κατὰ μέρος." Λογισμῷ γὰρ τὸ πάθος ἡνιοχεῖ, καθὸ λέγεται, "Ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε." Ὁ δὲ Κύριος διατάσσων τὰ τελειότερα, καθόλου τὴν ὀργὴν ἀπηγόρευσεν. κδλʹ. 9∆ιὰ τοῦτο ὃν τρόπον καυθήσεται καλάμη ὑπὸ ἄνθρακος πυρὸς, καὶ συγκαυθήσεται ὑπὸ φλογὸς ἀνειμένης. Ἡ ῥίζα αὐτῶν ὡς χνοῦς ἔσται, καὶ τὸ ἄνθος αὐτῶν, ὡς κονιορτὸς ἀναβήσεται. 1925 Οὐ γὰρ ἠθέλησαν τὸν νόμον Κυρίου Σαββαὼθ, ἀλλὰ τὸ λόγιον τοῦ ἁγίου Ἰσραὴλ παρώξυναν9, κ.τ.λ. Προανακηρύττει πάλιν ταῖς ἀπειλαῖς τὰς κολάσεις, εἴ πως ἐπιστραφεῖεν ἀκούσαντες. Λέγει δὲ, διὰ τοῦτο, τοῦτ' ἔστιν διὰ τὰ εἰρημένα, οὐ διά τινα συντυχίαν, ἢ φυσικὴν ἀνάγκην, ἢ εἱμαρμένην, δι' ἅπερ δὲ ἐξέθετο πλημμελήματα. Τοῖς γὰρ ἀντὶ σταφυλῆς ξύλα, καὶ χόρτον, καὶ καλάμην, ἀκανθῶν τε πλῆθος πεποιηκόσιν, εἰκότως τὸ, Ὃν τρόπον συγκαυθήσεται καλάμη, φησὶ φλόγα δὲ ἀνειμένην καλεῖ τὴν ἀκάθεκτον, καὶ μηδενὸς κωλύοντος ἐπ' ἐξουσίας· βαδίζουσαν. ∆ὲ τὴν ὡραιότητα λέγει τοῦ σώματος, τοῦ τε πλούτου τὴν δόξαν, καὶ τοῦ παντὸς ἔθνους εὐπρέπειαν, ἃ τρόπον κονιορτοῦ, φησὶ, διασκεδασθήσεται. Οὐδὲ νῦν δὲ αὐτῶν εἰδωλολατρείαν κατηγορεῖ, ἀλλ' ὅτι μὴ τὸν νόμον κατεδέξαντο, περὶ οὗπερ ἔφασκεν· "Ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ." Λέγοι δ' ἂν καὶ τὸν Μωϋσέως· "Εἰ ἐπιστεύετε γὰρ, φησὶ, Μωϋσεῖ, ἐπιστεύετε ἂν ἐμοί. Περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν." Ἀλλ' οὐδὲ τὸν εὐαγγελικὸν ἐδέξαντο λόγον. ∆ιὸ τεθυμῶσθαι, φησὶν, ἐπὶ τὸν λαὸν αὐτοῦ Κύριον. Ἑαυτοῦ γὰρ ἤθελεν εἶναι λαὸν, οἱ δὲ οὐκ ἐδέξαντο· λοιπὸν αὐτοῖς πολεμίων ἔφοδον προφωνεῖ, καὶ πλῆθος τῶν ἀναιρουμένων, ὡς καὶ αὐτὰ πληροῦσθαι τὰ ὄρη σωμάτων νεκρῶν. Οἷον δὲ παραμενούσης αὐτοῖς εἰς ἔτι νῦν τῆς τοῦ Θεοῦ ὀργῆς, εἴρηται τὸ, Ἔτι ἡ χεὶρ ὑψηλή. Ὃ δηλῶνὁ Παῦλός φησιν, "Ἔφθασεν δὲ εἰς αὐτοὺς ἡ ὀργὴ εἰς τέλος." Πόθεν δὲ τὰ τοσαῦτα θνησιμαῖα λοιπὸν ἐπενήνοχεν, ἔφοδον ἐθνῶν