Σανταβαρηνὸν τύψαντες ἐξώρισαν ἐν Ἀθήναις. εἶτα ἀποστείλας ἐξόπισθεν ὁ βασιλεὺς ἐτύφλωσεν αὐτὸν καὶ ἐν τῇ ἀνατολῇ ἐξώρισεν. μετὰ πολλοὺς δὲ χρόνους παρακληθεὶς τοῦτον εἰσήγαγεν ἐν τῇ πόλει, καὶ προσέταξεν λαμβάνειν ἀννώνας ἐκ τῆς Νέας ἐκκλησίας. 2. Τῷ βʹ αὐτοῦ ἔτει τῆς Λαγουβαρδίας διαστασιασάσης ἀπεστάλη Κωνσταντῖνος ὁ τῆς τραπέζης σὺν πᾶσι τοῖς θέμασι· καὶ συμβολῆς γενομένης μόνος αὐτὸς ὁ Κωνσταντῖνος μόλις ἠδυνήθη διαφυγεῖν, τῶν ἄλλων σφαγέντων καὶ κρατηθέντων. γέγονε δὲ καὶ ἔκλειψις ἡλιακή, ὡς καὶ νύκτα γενέσθαι ἐπὶ ὥρας γʹ καὶ τοὺς ἀστέρας φαίνεσθαι. γεγόνασι δὲ καὶ ἄνεμοι σφοδροὶ καὶ ἀστραπαὶ καὶ βρονταί, ἐξ ὧν ἐκάησαν ἐν τῷ φόρῳ ἄνθρωποι ἑπτά. 3. Τῷ γʹ αὐτοῦ ἔτει ἐπολιορκήθη ἡ Σάμος τὸ κάστρον ὑπὸ τῶν Ἀγαρηνῶν, καὶ αἰχμαλωτίσθη ὁ στρατηγὸς αὐτοῦ ὁ Πασπαλᾶς. συμφιλιωθεὶς δὲ ὁ βασιλεὺς Ζωῇ τῇ θυγατρὶ τοῦ Ζαούτζα προχειρίζεται αὐτὸν βασιλεοπάτορα, αὐτὸς καινουργήσας τὸ ὄνομα. Συμεὼν ὁ ἄρχων Βουλγαρίας ἐκστρατεύει κατὰ Ῥωμαίων, καὶ πολεμηθεὶς παρὰ τῶν Τούρκων ἡττήθη, καὶ πᾶσα ἡ αἰχμαλωσία ἠγοράσθη παρὰ τοῦ βασιλέως. εἶτα πάλιν τρέπει 702 τοὺς Τούρκους, καὶ μετὰ αἰτήσεως ἀναλαμβάνεται τοὺς αἰχμαλώτους, καὶ ποιεῖ εἰρήνην. καὶ μετ' ὀλίγον ἀνατραπείσης πάλιν τῆς εἰρήνης γίνεται πόλεμος εἰς τὸ Βουλγαρόφυγον, καὶ τροπῆς δημοσίας γενομένης πάντες ἀπώλοντο, καὶ ὁ πρωτοβεστιάριος Θεόδωρος. Στεφάνου τελευτήσαντος πατριάρχου χειροτονεῖται ἀντ' αὐτοῦ πατριάρχης Ἀντώνιος ὁ λεγόμενος Καυλέας. 4. Τῷ ζʹ αὐτοῦ ἔτει ἔσφαξαν οἱ Χερσωνῖται τὸν στρατηγὸν αὐτῶν. παρελήφθη καὶ τὸ κάστρον τὸ Κόρον ἐν Καππαδοκίᾳ ὑπὸ τῶν Ἀγαρηνῶν. ὁ βασιλεὺς Λέων πρόκενσον ποιήσας εἰς τὰ ∆αμιανοῦ, συνόντος καὶ τοῦ παραδυναστεύοντος Ζαούτζα καὶ τῆς θυγατρὸς αὐτοῦ Ζωῆς ἅμα τῷ βασιλεῖ (ἡ γὰρ πρώτη αὐτοῦ γαμετὴ Θεοφανὼ ἐν τῇ ἁγίᾳ σορῷ τῶν Βλαχερνῶν προσεκαρτέρει εὐχομένη), συμβούλιον ἐποίησαν οἱ τοῦ Ζαούτζα συγγενεῖς, ὅ τε Τζάντζης καὶ οἱ λοιποί, φονεῦσαι τὸν βασιλέα. ἡ Ζωὴ δὲ μετὰ τοῦ βασιλέως καθεύδουσα, ὡς ᾔσθετο τὸ δεινόν, ἐξύπνισεν αὐτόν· καὶ παρευθὺ εἰς πλοῖον διεπέρασαν εἰς Πηγάς, καὶ τὸ πρωῒ τάχιον εἰσῆλθεν εἰς τὸ παλάτιον. 5. Τούτῳ τῷ ἔτει τελευτᾷ Θεοφανὼ Αὐγοῦστα, βασιλεύσασα ἔτη ιβʹ· ἣν μετ' οὐ πολλὰς ἡμέρας ἀνέδειξεν ὁ θεὸς θαυματουργὸν διὰ τὸ ἀζηλότυπον αὐτῆς καὶ ἀμνησίκακον καὶ ἐν ἐλεημοσύναις καὶ προσευχαῖς ἀδιαλείπτως προσκαρτερεῖν τῷ θεῷ. ἔστεψεν δὲ Λέων ὁ βασιλεὺς τὴν δευτέραν αὐτοῦ γυναῖκα Ζωὴν 703 τὴν θυγατέρα τοῦ Ζαούτζα, καὶ εὐλογεῖται μετ' αὐτῆς παρά τινος κληρικοῦ τοῦ ἐπίκλην Σινεύπης. καὶ ὁ μὲν εὐλογήσας καθῃρέθη, ἡ δὲ ἐβασίλευσεν ἔτος αʹ μῆνας ηʹ, καὶ ἐτελεύτησεν. ἐφεῦρον δὲ λάρνακα εἰς τὸ ἀποτεθῆναι τὸ σῶμα αὐτῆς, ἔχουσαν ἔσωθεν γράμματα κεκολαμμένα γράφοντα οὕτως "θυγάτηρ Βαβυλῶνος ἡ ταλαίπωρος." πλησίον δέ, τοῦ Μαΐου μηνός, οἰκοδομήσας ναόν, τὴν ἁγίαν Ζωήν, κατατίθησιν αὐτήν. καὶ πλησίον τῶν ἁγίων ἀποστόλων ἐξωνησάμενος οἰκήματα Λέων ὁ βασιλεὺς κτίζει ἐκκλησίαν περικαλλῆ εἰς ὄνομα Θεοφανῶ τῆς πρώτης αὐτοῦ γυναικός, καὶ κατατίθησι καὶ ταύτην ἐκεῖ. 6. Τῷ θʹ αὐτοῦ ἔτει ἐπιβουλῆς γενομένης Λέοντι τῷ βασιλεῖ παρὰ τῶν συγγενῶν τοῦ Ζαούτζα, καὶ διαγνωσθείσης, πάντας κρατήσας ἐξώρισεν, καὶ ἐξωλόθρευσεν τὴν συγγένειαν τοῦ Ζαούτζα ἅπασαν. 7. Τῷ ιʹ αὐτοῦ ἔτει τελευτᾷ Ἀντώνιος πατριάρχης, καὶ χειροτονεῖται Νικόλαος πατριάρχης μυστικὸς τοῦ βασιλέως. τότε καὶ ἡ ∆ημητριὰς παραλαμβάνεται ὑπὸ ∆αμιανοῦ τοῦ Ἀγαρηνοῦ. στέφει δὲ ὁ βασιλεὺς Ἄνναν θυγατέρα Ζωῆς τῆς τοῦ Ζαούτζα, διὰ τὸ μὴ δύνασθαι ποιεῖν τὰ ἐκ τύπου κλητόρια μὴ οὔσης Αὐγούστης. 8. Τῷ ιαʹ ἔτει αὐτοῦ ἠγάγετο ὁ βασιλεὺς τρίτην ἑαυτοῦ γυναῖκα τὴν ἀπὸ τοῦ Ὀψικίου Εὐδοκίαν, στέψας αὐτὴν καὶ ἀνα 704 γορεύσας· ἥτις ἐξ αὐτοῦ ἄρρενα γεννήσασα παῖδα ἐτελεύτησεν. ἀπέθανε δὲ καὶ τὸ γεννηθὲν παιδίον. 9. Τῷ ιγʹ αὐτοῦ ἔτει κτίζει ὁ βασιλεὺς εἰς τοὺς λεγομένους Τόπους ναὸν ἅγιον Λάζαρον, καὶ κατασκευάζει μονὴν ἀνδρῴαν εὐνούχων· ἐν ᾧ καὶ τὸ τοῦ