De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
ἄρχεται ὁ νοτάριος τοῦ αὐτοῦ μέρους λέγειν τοὺς ἰάμβους τῆς ἑορτῆς. Ἐν δὲ τῇ ἔξω πύλῃ δέχεται ὁ δημοκράτης τῶν Πρασίνων, ἤγουν ὁ δομέστικος τῶν ἐκσκουβίτων, ἐπιδίδωσι δὲ καὶ αὐτὸς τῷ βασιλεῖ, κρατούμενος ὑπὸ τοῦ τῆς καταστάσεως, σταυροὺς ῥοδοπλόκους καὶ ὀσφράδια. Εἶτα δέχεται ὁ δήμαρχος τῶν Πρασίνων, ἐπιδίδωσι δὲ καὶ αὐτὸς τῷ βασιλεῖ ὡς καὶ οἱ πρὸ αὐτοῦ. Καὶ μικρὸν ὑπεξελθὼν ὁ βασιλεὺς ἀπὸ τῆς δοχῆς τῶν Πρασίνων, δηριγευόμενος ὑπὸ τῶν ἀνωτέρω εἰρημένων, δέχεται τὴν λιτήν, καὶ ἅψας κηρούς, εὔχεται ἐν τῷ τιμίῳ στραυρῷ καὶ προσκυνεῖ τό τε ἄχραντον Εὐαγγέλιον καὶ αὐτὸν τὸν τίμιον σταυρόν. Καὶ εἶθ' οὕτως προσκυνοῦσιν ἀμφότεροι ἀλλήλους, καὶ ἀσπασάμενοι, ὑποστρέφει ὁ βασιλεύς, καὶ δηριγευόμενος ὑπὸ τῶν ἀρχόντων τοῦ κουβουκλείου, πατρικίων τε καὶ στρατηγῶν καὶ τῆς συγκλήτου, διέρχεται ἔμπροσθεν τῆς λιτῆς, καὶ εἰσελθὼν διὰ τῆς μέσης πύλης τοῦ λουτῆρος, εἰσέρχεται ἐν τῷ νάρθηκι καὶ καθέζεται ἐπὶ σελλίου, προσμένων μέχρις ἂν καταλάβῃ ἡ λιτὴ μετὰ τοῦ πατριάρχου. Καὶ καταλαβούσης τῆς 1.104 λιτῆς, ἀνίσταται ὁ βασιλεύς, καὶ προσκυνήσαντες ἀμφότεροι καὶ ἀσπασάμενοι ἀπέρχονται καὶ ἵστανται ἐν τῷ οὐδῷ τῶν βασιλικῶν πυλῶν, καὶ λαβὼν κηροὺς παρὰ τοῦ πραιποσίτου ὁ βασιλεύς, εὔχεται ἐκεῖσε, ὁ δὲ πατριάρχης ἐκτελεῖ τὴν εὐχὴν τῆς εἰσόδου τῆς θείας λειτουργίας. Εὐξάμενος δὲ ὁ βασιλεύς, ἐπιδίδωσι τοὺς κηροὺς τῷ πραιποσίτῳ, κἀκεῖνος τῷ τῆς καταστάσεως, καὶ τελέσαντος τοῦ πατριάρχου τὴν εὐχήν, προσκυνεῖ ὁ βασιλεὺς τὸ ἄχραντον Εὐαγγέλιον καὶ τὸν τίμιον σταυρόν, καὶ ἐπιλαβόμενος τῆς χειρὸς τοῦ πατριάρχου καὶ δηριγευόμενος ὑπὸ τῶν προειρημένων πάντων, διέρχονται ἀμφότεροι μέσον διὰ τοῦ ναοῦ, καὶ διὰ τῆς δεξιᾶς πλαγίας τοῦ ἄμβωνος, εἰσέρχονται ἀμφότεροι, ὅ τε βασιλεὺς καὶ ὁ πατριάρχης, ἐν τῇ σωλέᾳ καὶ οἱ ἄρχοντες τοῦ κουβουκλείου, οἱ δὲ λοιποὶ μένουσιν ἔξωθεν τῆς σωλέας ἑστῶτες ἔνθεν κἀκεῖσε. Ἐλθόντες δὲ μέχρι τῶν ἁγίων θυρῶν, ὁ μὲν πατριάρχης εἰσέρχεται εἰς τὸ θυσιαστήριον, ὁ δὲ βασιλεὺς ἵσταται ἔμπροσθεν τῶν ἁγίων θυρῶν, καὶ ἅψας κηροὺς εὔχεται καὶ ἐπιδίδωσιν αὐτοὺς τῷ πραιποσίτῳ, καὶ προσκυνήσας τὰς ἁγίας θύρας, εἰσέρχεται εἰς τὸ θυσιαστήριον καὶ προσκυνεῖ τὴν ἁγίαν τράπεζαν καὶ ἐπιτίθησιν ἐπ' αὐτῇ ἀποκόμβιον, καὶ ἐξελθὼν ἐκ τοῦ θυσιαστηρίου, δηριγευόμενος ὑπὸ τῶν ἐξ ἔθους, διέρχεται διὰ τοῦ δεξιοῦ μέρους τοῦ ναοῦ καὶ ἀνέρχεται διὰ τοῦ προειρημένου κοχλιοῦ ἐν τοῖς κατηχουμενίοις, καὶ ἀπελθὼν τελεῖ ἐν τῷ εἰθισμένῳ τόπῳ τὴν θείαν λειτουργίαν. Καὶ ἐν τῷ καιρῷ τῆς θείας κοινωνίας ἀποστέλλει ὁ πραιπόσιτος ἀπὸ κελεύσεως σιλεντιαρίους, καὶ προσκαλοῦνται τὸν πατριάρχην, καὶ ἀνέρχεται διὰ τοῦ αὐτοῦ κοχλιοῦ, καὶ διελθὼν διὰ τῶν κατηχουμενίων, ἀπέρχεται ἐν τῷ συνήθει τόπῳ, ἔνθα καὶ τὸ ἀντιμίσιον, καὶ κοινωνεῖ ὁ βασιλεὺς ἐκ τῶν τοῦ πατριάρχου χειρῶν, καὶ εἶθ' 1.105 οὕτως ἀπέρχεται ὁ πατριάρχης, καὶ ἵσταται ἐν τῷ ἀντιμισίῳ τῷ ὄντι ἀπέναντι τῆς πύλης, ἐν ᾧ ἀριστᾷ τῇ αὐτῇ ἡμέρᾳ ὁ βασιλεύς, καὶ κοινωνοῦσιν ἐκεῖσε οἱ συνήθεις ἄρχοντες, καὶ εἶθ' οὕτως κατέρχεται ὁ πατριάρχης πρὸς τὸ ἐκτελέσαι τὴν θείαν λειτουργίαν. Ὁ δὲ βασιλεὺς ἀπέρχεται διὰ τοῦ τρικλίνου, ἐν ᾧ ἀριστᾷ, καὶ εἰσέρχεται ἐν τῷ κοιτῶνι αὐτοῦ. Τελεσθείσης δὲ τῆς θείας λειτουργίας, ἀποστέλλονται σιλεντιάριοι παρὰ τοῦ πραιποσίτου ἀπὸ κελεύσεως, καὶ προσκαλοῦνται τὸν πατριάρχην. Ὁ δὲ πατριάρχης ἀνέρχεται, κρατούμενος ὑπὸ τῶν σιλεντιαρίων, διὰ τοῦ προειρημένου κοχλιοῦ καὶ εἰσέρχεται ἐν τοῖς κατηχουμενίοις, κἀκεῖσε μικρὸν προσμείναντος, εἰσέρχεται ὁ πραιπόσιτος καὶ δηλοῖ τῷ βασιλεῖ, καὶ λαβὼν νεῦμα παρὰ τοῦ βασιλέως, ἐξέρχεται μετὰ τῶν ἀρχόντων τοῦ κουβουκλείου, καὶ προσκαλοῦνται τὸν πατριάρχην, καὶ ἑνοῦται τῷ βασιλεῖ ἐν τῷ τρικλίνῳ, ἐν ᾧ καὶ τὸ κλητώριον ἡτοίμασται, καὶ εἰπόντων τὸν στίχον, ὑπεξέρχεται μικρὸν ὁ πατριάρχης καὶ ἐκβάλλει τὸ ὠμοφόριον αὐτοῦ, ὡσαύτως καὶ ὁ βασιλεὺς ἐκβάλλει τὸ σαγίον αὐτοῦ. Καὶ καθέζονται ἀμφότεροι ἐν τῷ κλητωρίῳ, καὶ πιόντων πρὸς ἅπαξ, εἰσέρχονται οἱ φίλοι, καὶ εἶθ' οὕτως εἰσέρχονται καὶ οἱ τῶν ἀμφοτέρων μερῶν δημῶται κάτω ἐν τῷ λουτῆρι, καὶ ἀριστῶντος τοῦ βασιλέως, αὐτοὶ ἐκτελοῦσι τὰς συνήθεις ἀκτολογίας, καὶ ἡνίκα εἰσέλθῃ τὸ δούλκιν, ἀποστέλλει ὁ βασιλεὺς ἀποκόμβια, καὶ λαβόντες αὐτά, ὑπερεύχονται καὶ ἀνίστανται, καὶ μένει ὁ βασιλεὺς καὶ ὁ πατριάρχης. Καὶ πιόντων πρὸς ἅπαξ, ἀνίστανται, καὶ περιβάλλεται ὁ βασιλεὺς τὸ σαγίον αὐτοῦ, ὁ δὲ πατριάρχης τὸ ὠμοφόριον αὐτοῦ, εἶτα λέγουσι τὸν στίχον καὶ προσκυνοῦσιν