βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
Ι∆ʹ Ἀρχὴ Ἀβραάμ. Περὶ τοῦ Ἰσαάκ.Ἀβραὰμ δὲ ὢν ἐτῶν οεʹ ἐγέννησεν ἐκ τῆς Σάῤῥας τὸν Ἰσαάκ. Ὀλίγῳ δὲ ὕστερον ἀπὸ τῆς κατὰ Μαμβρὴ δρυὸς μεταναστὰς ὁ Ἀβραὰμ, ἐπὶ τὸ φρέαρ κατασκηνοῖ τοῦ ὅρκου, ἑαυτῷ τε ἰδία καὶ τοῖς οἰκέ 110.153 ταις κατὰ συγγένειαν πηξάμενος σκηνήν. Τότε πρῶτον Ἀβραὰμ τῆς σκηνοπηγίας ἐπὶ ζʹ ἡμέρας ἐπιτελεῖ τὴν ἑορτὴν, ἣν εἰσέτι καὶ νῦν ὁ Ἰσραὴλ ἑορτάζει σκηνοπηγῶν. ̣2 ̣ Κεʹ δὲ, φασὶν, ἐτῶν ἦν ὁ Ἰσαὰκ, ὅτε πρὸς θυσίαν ἀνήχθη· εἰς ἐκεῖνον δὲ τὸν τόπον τὸ θυσιαστήριον 75 ᾠκοδόμησεν Ἀβραὰμ, ἔνθα ὕστερον ∆αυῒδ τὸ ἱερὸν ἱδρύσατο.
ΙΕʹ. Περὶ τοῦ Ἡσαῦ καὶ Ἰακώβ.Ὁ δὲ Ἰσαὰκ, γεννήσας τὸν Ἡσαῦ καὶ τὸν Ἰκὼβ ἐκ τῆς Ῥεβέκκας, τὸν μὲν Ἰακὼβ εὐλόγησεν κλέψαντα τὴν εὐλογίαν τοῦ ἀδελφοῦ, λέγων· "∆ώ σει σοι ὁ Θεὸς ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ καὶ ἀπὸ τῆς πιότητος τῆς γῆς καὶ πλῆθος σίτου καὶ οἴνου, καὶ δουλευσάτωσάν σοι ἔθνη, καὶ προσκυνησάτωσάν σοι ἄρχοντες· καὶ γίνου κύριος τοῦ ἀδελφοῦ σου, καὶ προσκυνήσουσί σοι οἱ υἱοὶ τοῦ πατρός σου. Ὁ κατα ρώμενός σε ἐπικατάρατος, ὁ δὲ εὐλογῶν σε εὐλο γημένος." ̣2 ̣ Πρὸς δὲ τὸν Ἡσαῦ φησιν· "Ἰδοὺ ἀπὸ τῆς πιότητος τῆς γῆς ἔσται ἡ κατοικία σου καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ ἄνωθεν· ἐπὶ τῇ μαχαίρᾳ σου ζήσῃ, καὶ τῷ ἀδελφῷ σου δουλεύσεις· ἔσται δὲ ἡνίκα ἂν καθέλῃς ἑλκύσαι τὸν ζυγὸν αὐτοῦ ἀπὸ τοῦ τραχήλου σου," πλημμελήσας πλημμέλιαν θανάτου. ̣3 ̣ Ἀλλ' αἱ μὲν εὐλογίαι πρὸς τὸν Ἰακὼβ ἐῤῥήθησαν, ἐφ' ἑτέρους δὲ ἐκεκλήρωντο, καθάπερ καὶ τὸ ἐπὶ τοῦ Συμεὼν καὶ Λευῒ παρὰ τοῦ Ἰακὼβ εἰρημέ νον ἔστιν ἰδεῖν· "∆ιαμεριῶ γὰρ, φησὶν, αὐτοὺς ἐν Ἰακὼβ, καὶ διασπερῶ αὐτοὺς ἐν Ἰσραὴλ," καίτοι γε οὐκ ἐπ' αὐτοῦ τοῦτο γέγονε, ἀλλ' ἐπὶ τῶν ἐγ γόνων. Καὶ μέντοι οὐκ ἐπὶ τοῦ Χαναὰν τὰ ὑπὸ τοῦ Νῶε λεχθέντα εἰς τοὺς ἐγγόνους ἐξέβη Γαβαωνίτας. Οὕτω δὴ κἀνταῦθα οὐκ ἐπὶ τοῦ Ἰακὼβ τέλος ἔσχεν πῶς γὰρ τοῦ δεδοικότος καὶ τρέμοντος καὶ μυριάκις τὸν ἀδελφὸν αὐτοῦ προσκυνοῦντος; ἀλλ' ἐπὶ τῶν ἐγγόνων αὐτοῦ. Τοιγαροῦν ἐκ μὲν τοῦ Ἰσμαὴλ ἀνε φύησαν οἱ Ἰσμαηλῖται, οἱ νῦν Ἀγαρηνοί τε καὶ Σαρακηνοὶ λεγόμενοι, διὰ μὲν τῆς Αἰγυπτίας Ἄγαρ, ὡς εἴρηται, Ἀγαρηνοὶ, διὰ δὲ τῆς Σάῤῥας Σαρακη νοί. Ἐκ δὲ Ἰσαὰκ Ἡσαῦ ὁ καὶ Ἐδὼμ καὶ Ἰακωἀνεβλάστησαν διὰ τῆς Ῥεβέκκας· ̣2b ̣ καὶ ἐκ μὲν τοῦ Ἡσαῦ Ἐδὼμ ἐτέχθη υἱὸς ὁμώνυμος τῷ πατρὶ καὶ Ἀμαλὴκ, ἐξ ὧν Ἰδουμαῖοι καὶ Ἀμαληκῖται·ἐκ δὲ τοῦ Ἰακὼβ τοῦ 76 καὶ Ἰσραὴλ Ἰούδας, ἀφ'οὗ Ἰουδαῖοι πάντες καὶ οἱ ἐκ τῶν λοιπῶν γενόμενοι προσηγορεύθησαν· καὶ Ἰσραηλῖται μὲν ἐκ τοῦ πα τρὸς Ἰακώβ τε καὶ Ἰσραὴλ, Ἰουδαῖοι δὲ ἐκ τοῦ ἐπισημοτέρου αὐτῶν ἀδελφοῦ Ἰούδα φερωνύμως κέκλην ται. ̣4 ̣ Ὁ δέ γε θεῖος Ἀβραὰμ ἐγέννησε πάλιν υἱοὺς ἐκ τῆς ἐσχάτης αὐτοῦ γυναικὸς Χεττούρας εʹ, ἀφ' ὧν ἐστι Μαδιὰμ, ἐξ οὗ Μαδιανῖται, καὶ Ἄφαρ, 110.156 ἐξ οὗ Ἀφρικὴ, ἐν ᾗ παρῴκησε, καὶ ἡ χώρα προσω νομάσθη πατρωνύμως, ὥσπερ καὶ Αὐσῖτις ὁ τό πος τοῦ Ἡσαῦ, ἐν ᾧ ἀνεβλάστησεν ὁ μακάριος καὶ πολύτλας καὶ διαβόητος Ἰὼβ, ὃν ἐγκωμιάζων ὁ θεῖος Χρυσόστομος λέγει· "Ἄνθρωπός τις ἦν ἐν τῇ χώρα τῇ Αὐσίτιδι· κηρύττει, φησὶν, αὐτὸν καὶ ἀπὸ τῆς φύσεως καὶ ἀπὸ τῆς χώρας, ἵνα ὥσπερ ἀκούσας αὐτὸν ἄνθρωπον θαυμάζῃς, ὅτι ὑπὲρ ἄνθρωπον ἐπολιτεύσατο, οὕτω μαθὼν καὶ τὴν χώραν, ἐξ ἧς ὁ τοσοῦτος καρπὸς ἤνθησεν, ἐκπλαγῆς ἀληθῶς ὁποῖον ῥόδον ἐν μέσῳ τῶν ἀκανθῶν ἐβλάστησεν·" ἦν γὰρ τῆς Αὐσίτιδος χώρας τοῦ Ἡσαῦ, ἐξ οὗπερ Αὐσῖτις ὠνόμασται, ἐκ τοῦ πόρνου καὶ βεβήλου, ὅπως θαυ μάζῃς ἐκ ποίας πατρίδος καὶ ῥίζης κακῆς ἐβλάστησε καρπὸς ὡραιότατος. Ἀπόγονος γάρ ἐστι τοῦ δια βαλλομένου, καθὼς ἡ Γραφὴ πέμπτον ἀπὸ τοῦ Ἀβραάμ·" Ἀβραὰμ γὰρ, φησὶν, ἐγέννησε τὸν Ἰσαὰκ, Ἰσαὰκ τὸν Ἡσαῦ, Ἡσαῦ τὸν Ῥαγουηκαὶ τὸν Ζαρὰ, Ζαρὰ τὸν Ἰώβ. Ἔχων οὖν τὴν διαδοχὴν ἀπὸ τοῦ Ἀβραὰμ εἰς αὐτὸν κατερχομένην διὰ τοῦ Ἠσαῦ, δείκνυσι τὴν ῥίζαν, ἵνα τὸν καρπὸν θαυμάσῃς· ὅτι ὁ μὲν πόρνος ἦν καὶ βέβηλος, ὁ δὲ σώφρων καὶ σεμνὸς, λέγων οὕτως· "Εἰ δὲ ἐπη κολούθησεν ὁ ὀφθαλμός μου γυναικὶ ἀλλοτρίᾳ" καὶ· "∆ιαθήκην διεθέμην τοῖς ὀφθαλμοῖς μου." Οὐ μὴν δὲ ἀλλὰ καὶ θυσίας ὑπὲρ τῶν ἰδίων τέκνων προσήγαγε καθ' ἡμέραν φάσκων· "Μήποτε κακὰ ἐνενόησαν οἱ υἱοί