ἐλάττονα, τὰ πρωτεῖα τῷ λόγῳ κατὰ θυμοῦ δέδωκας, καὶ τὸν μὲν ὥσπερ τινὰ βάσιν ἐπὶ τῆς ἀκροπόλεως ἔδρασας, τὸν δὲ ὑποκεῖσθαι καὶ δορυφορεῖν ἔταξας. διὰ ταῦτα, ἐπειδὰν τὸν θυμὸν πραγμάτων περιστάσεις παρακινήσωσι καὶ οἷον ἐξοιδοῦν καὶ ἀνερεθίζεσθαι ἄρχεται, ὁ λόγος εὐθὺς πρὸς τοῦτον ἐπιστρεφόμενος ἐπέχει τοῦ θράσους καὶ καταστέλλει καὶ τυραννεῖν οὐκ ἐᾷ. ὅθεν οὐδείς σε τῶν πάντων εἶδε θυμούμενον, οὐ τὸ βλέμμα διαστρεφόμενον, οὐ τὴν ὄψιν πυρούμενον, ἀλλ' ὥσπερ ἐν ἱεροῖς ἀδύτοις ἐμβριθῆ καὶ καταστελλόμενον καὶ μετὰ τῆς σεμνῆς ἐννοίας καὶ τοῦ πληρώματος. Ἀλλ' ἐπεὶ σαυτῷ οὕτως ἐδίκασας, ἐπὶ τὰς ἔξω κεχώρηκας ἀνισότητας καὶ τὴν αὐτὴν κἀν τούτοις δικαιοσύνην τετήρηκας. ὁρῶν γὰρ τοὺς μὲν τῷ λόγῳ τετίμηκας, τοὺς δὲ τὴν ἰδιώτιδα ἀσπαζομένους ζωήν, τῇ γνώσει τὴν ἀθυμίαν ὑπέθηκας καὶ τῆς ἀγροικίας τὴν σύνεσιν προτετίμηκας καὶ ὅλως ἐν πάσαις βίῳ νεῖ ἐνδείαις τὰ πρῶτα καὶ κάλλιστα πρῶτα καὶ τὴν τάξιν τῶν χειρίστων πεποίηκας, καὶ αὐτοῖς δὲ τοῖς κρείττοσι τὴν δικαιοσύνην ἁρμόζων, τὰ θειοτέρας μετεσχηκότα φύσεως μακρῷ τῶν ἐλαττόνων ὑπερανέθηκας. ἀμφοῖν οὖν σπουδαζομένων φιλοσοφίας ὁμοῦ καὶ ῥητορικῆς, φιλοσοφίᾳ κατὰ ταῦτα τὰ νικητήρια δέδωκας· ἡ μὲν γὰρ περὶ νόησιν πραγματεύεται, ἡ δὲ περὶ λέξιν σπουδάζει, καὶ ἡ μέν ἐστιν ἀμετάπτωτος, ἡ δὲ μεταπίπτει τοῖς καιροῖς καὶ τοῖς πράγμασιν. Κατωτέρω δὲ προϊὼν καὶ ταῖς τῶν πραγμάτων ἀμφιβολίαις τὴν ἀρετὴν ἐπιβάλλων, μετὰ τῆς δίκης δικάζεις, καὶ νομοθετεῖς μὲν ἡμῖν τὰ κρείττονα, τὰς δὲ τῶν πραγμάτων διαλύεις πλοκὰς μετ' ἐπιστημονικῆς ἀκριβείας, οὐ προστιθέμενος γλώττης πειθοῖ, οὐ λόγων δυνάμεσιν, οὐδὲ τύχης μεγέθεσιν, ἀλλὰ μετὰ τοῦ ἐλάττονος μέρους γινόμενος, ἵνα διὰ τῆς προσθήκης ἐπανασώσῃς τὸ ἧττον τῷ μείζονι. καί σε δικάζοντα οὐδὲν τῶν πάντων αἱρεῖ, οὐ γένους ἀναγκαιότης, οὐ φιλία προηγησαμένη, οὐκ ἄλλο τι τῶν πάντων οὐδέν. Ὁρᾷς, ὦ βασιλεῦ, ὅπως βραχεῖ γέ τινι μέρει τῶν σῶν ἀρετῶν τὸν λόγον ἐπαναγαγών, ὥσπερ ἐν πελάγει γενόμενος καὶ κατέχειν τοὺς οἴακας μὴ δυνάμενος, μικροῦ δεῖν κατεβαπτίσθην ταῖς τῶν κυμάτων ἐπιφοραῖς, εἰ μὴ ταχὺ πρὸς ἑαυτὸν ἐπανῆλθον καὶ ἔξω τοῦ κλύδωνος γέγονα. εἶπε δ' ἂν πλείω, εἰ παρῆν, Ὅμηρος, ἀλλ' οὐδ' οὗτος ἂν ἐφίκετο πρὸς τὸ τέρμα τῆς ὑποθέσεως. διὰ ταῦτά φημι, βασιλεῦ, ὅτι ὁ πρὸς τοὺς σοὺς ἀγῶνας ἀποδυόμενος οὐδὲν ἧττον θαρρείτω ἢ συστελλέτω, τοῦτο μὲν διὰ τὴν τῶν πραγμάτων ὑπερβολήν, ἐκεῖνο δὲ διὰ τὸ μετὰ πάντων ὑπομένειν τὴν ἧτταν. ὅσοι γοῦν, ὦ μέγιστε αὐτοκράτορ, ἔξωθέν σου τοὺς ἐπαίνους προσερανίζονται ἀπὸ τῆς ἐνεγκαμένης, ἀπὸ τῶν τεκόντων αὐτῶν τεχνικὸν μέν τι ποιεῖν δοκοῦσι παράγγελμα, ἐξεπίτηδες δὲ τὸν ἔλεγχον διαδιδράσκουσι· δεδοικότες γὰρ αὐτῷ σοι προσβαλεῖν τῷ ἀηττήτῳ καὶ ἀμάχῳ φωτί, περὶ τὰς σκιὰς τῆς σῆς ἐπτόηνται φύσεως. τί γὰρ ἂν εἴποι τις μέσος ἐμπεσὼν ταῖς σαῖς ἀρεταῖς, ὅπως ἀμφιδεξίως σαυτὸν πρός τε μάχας καὶ εἰρήνας μερίσας ὥσπερ τινὰς χεῖρας πρὸς ἑκάτερα μέρη καὶ τμήματα, τῇ μὲν τοὺς βαρβάρους ἱστᾷς, μᾶλλον δ' ἀναιρεῖς ἤ, τό γε ἀληθέστερον εἰπεῖν, πόρρωθεν ἀπελαύνεις καὶ πλατύνεις τοὺς ὅρους ἡμῖν, τῇ δὲ τὴν ἰσότητα πρυτανεύεις τοῖς πράγμασι καὶ τὴν πολιτείαν ἡμῖν καθιστᾷς καὶ νόμους κυρεῖς καὶ νουθεσίας εἰσάγεις; καὶ ἐν ταὐτῷ ἄμφω ποιεῖς, ἃ φύσιν ἔχει ἀπ' ἀλλήλων διαιρεῖσθαι. πῶς δ' ἀναμνήσει σου τὴν πρὸς τὸ θεῖον εὐσέβειαν καὶ ὅπως τὰς ἁγιωτάτας τελετεὰς ἐν τῇ σῇ πρότερον καταστήσας ψυχῇ, οὕτω τοῖς ἱεροῖς σηκοῖς κατεμέρισας καὶ τοῖς θείοις ὕμνοις προσέθηκας, τὰ μὲν αὐτῷ τῷ πρώτῳ αἰτίῳ τὸ σέβας ἐπάγων, τὰ δὲ τοῖς δι' ἐκεῖνον ἢ μαρτυρικῶς τὸ αἷμα ἐκχέασιν ἢ τῷ θείῳ φόβῳ τὰς σάρκας ἑαυτῶν καθηλώσασιν; ὡς ἔγωγε πολλάκις τοῖς τῶν μαρτύρων προσεγγίζων τεμένεσιν, ἃ δὴ σὺ τεθεμελίωκάς τε καὶ ᾠκοδόμησας, τὴν τοῦ ἀποστόλου τολμηρῶς μεταλλάττων φωνήν, μείζονα τῶν ἐκείνου παθημάτων τὰ