τυφλοὺς τὴν ψυχὴν καὶ μὴ βλέποντας «τὸ ἀληθινὸν φῶς», καὶ ἄλλους χωλοὺς καὶ μὴ δυναμένους κατὰ λόγον πορεύεσθαι, καὶ ἄλλους κυλλοὺς καὶ μὴ δυναμένους κατὰ λόγον ἐργάζεσθαι. Οὗτοι τοίνυν οἱ ταῦτα κατὰ ψυχὴν πεπονθότες, οἱ μετὰ τῶν ὄχλων εἰς τὸ ὄρος ἀναβάντες, ἔνθα ἦν ὁ Ἰησοῦς, ὅσον μὲν ἔξω τῶν ποδῶν εἰσι τοῦ Ἰησοῦ, οὐ θεραπεύονται ὑπ' αὐτοῦ· ἐπὰν δέ, ὡς τοιαῦτα πεπονθότες, ῥιφῶσιν ὑπὸ τῶν ὄχλων παρὰ τοὺς πόδας αὐτοῦ καὶ τὰ τελευταῖα τοῦ σώματος τοῦ Χριστοῦ, οὐδὲ τούτων ἄξιοι τὸ ὅσον ἐφ' ἑαυτοῖς τυγχάνοντες, τότε ὑπ' αὐτοῦ θεραπεύονται. Καὶ ἐπὰν ἴδῃς ἐν τῷ τῆς κοινότερον ἐκκλησίας λεγομένης ἀθροίσματι ἐρριμμένους μετὰ τοὺς τελευταίους αὐτῆς, οἱονεὶ καὶ παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ σώματος, τῆς ἐκκλησίας, τοὺς κατηχουμένους προσελθόντας μετὰ τῆς ἰδίας κωφότητος καὶ τυφλότητος χωλότητός τε καὶ κυλλό τητος, καὶ τῷ χρόνῳ θεραπευομένους κατὰ τὸν λόγον, οὐκ ἂν ἁμάρτοις τοὺς τοιούτους λέγων ἀναβάντας μετὰ τῶν ὄχλων τῆς ἐκκλησίας εἰς τὸ ὄρος, ὅπου ἦν ὁ Ἰησοῦς, ἐρρίφθαι παρὰ τοὺς πόδας αὐτοῦ καὶ τεθεραπεῦ<σ>θαι αὐτούς, ὥστε τὸν ὄχλον τῆς ἐκκλησίας θαυμάζειν βλέποντας ἀπὸ τηλικούτων κακῶν μεταβολὰς ἐπὶ τὸ βέλτιον γενομένας, ὥστ' ἂν εἰπεῖν· οἱ πρότερον κωφοὶ ὕστερον λαλοῦσι τὸν λόγον τοῦ θεοῦ καὶ οἱ «χωλοὶ περιπατοῦσι», πληρουμένης καὶ τῆς τοῦ Ἡσαΐου οὐ μόνον ἐν σωματικοῖς ἀλλὰ καὶ ἐν πνευματικοῖς προφητείας, λέγοντος· «Τότε ἁλεῖται ὡς ἔλαφος ὁ χωλός, καὶ τρανὴ ἔσται γλῶσσα μογγιλάλων.» Κἀκεῖ δέ, εἰ μὴ ἀποκληρωτικῶς εἴρηται τὸ «ὡς ἔλαφος ἁλεῖται ὁ χωλός», φήσομεν μὴ μάτην ἐλάφῳ καθαρῷ ζώῳ καὶ πολεμίῳ τῶν ὄφεων καὶ μηδὲν βλάπτεσθαι ὑπὸ ἰοῦ αὐτῶν δυναμένῳ παραβεβλῆσθαι τοὺς πρότερον χωλοὺς καὶ διὰ τὸν Ἰησοῦν ἁλλομένους ὡς ἔλαφον. Πληροῦται δὲ καὶ κατὰ τὸ βλέπεσθαι κωφοὺς λαλοῦντας ἡ λέγουσα προφητεία· «καὶ τρανὴ ἔσται γλῶσσα μογγιλάλων» ἢ μᾶλλον ἡ φάσκουσα· «οἱ κωφοὶ ἀκούσατε.» Καὶ οἱ τυφλοὶ δὲ βλέπουσι κατὰ τὴν λέγουσαν προφητείαν ἑξῆς τῷ «οἱ κωφοὶ ἀκούσατε» καὶ «οἱ τυφλοὶ ἀναβλέψατε ἰδεῖν». Οἱ τυφλοὶ δὲ βλέπουσιν, ὅτε βλέποντες τὸν κόσμον «ἐκ μεγέθους τοῦ κάλλους τῶν κτισμάτων ἀναλόγως» αὐτοῖς τὸν γενεσιουργὸν θεωροῦσι, καὶ ὅτε «τὰ ἀόρατα αὐτοῦ (τοῦ θεοῦ) ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα» καθορῶσι, τουτέστιν ἐπιμελῶς καὶ σαφῶς ὁρῶσι καὶ νοοῦσι. Ταῦτα δὲ βλέποντες οἱ ὄχλοι ἐδόξαζον τὸν θεὸν Ἰσραήλ, καὶ δοξάζουσι πειθόμενοι ὅτι ὁ αὐτὸς θεὸς πατήρ ἐστι τοῦ θεραπεύσαντος τοὺς προειρημένους καὶ θεὸς τοῦ Ἰσραήλ· οὐ γὰρ «Ἰουδαίων μόνον ὁ θεός» ἐστιν, ἀλλὰ «καὶ ἐθνῶν». Ἀναβιβάζωμεν οὖν μεθ' ἑαυτῶν ἐπὶ τὸ ὄρος ἔνθα καθέζεται ὁ Ἰησοῦς, τὴν ἐκκλησίαν αὐτοῦ, τοὺς βουλομένους ἀναβαίνειν ἐπ' αὐτὸ μεθ' ἡμῶν κωφούς, τυφλούς, χωλούς, κυλλούς, καὶ ἑτέρους πολλούς, καὶ ῥίπτωμεν αὐτοὺς παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ, ἵνα θεραπεύσῃ αὐτούς, ὥστε θαυμάσαι ἐπὶ τῇ τούτων θεραπείᾳ τοὺς ὄχλους. Οἱ γὰρ μαθηταὶ οὐκ ἀναγε γραμμένοι εἰσὶ τὰ τοιαῦτα θαυμάζειν, καίτοιγε παρόντες τῷ Ἰησοῦ καὶ τότε, ὡς δῆλον ἐκ τοῦ «ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ εἶπε· σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον» καὶ τὰ ἑξῆς. Τάχα δὲ εἰ ἐπιμελῶς προσέχοις τῷ προσῆλθον αὐτῷ ὄχλοι πολλοί, εὕροις ἂν ὅτι οἱ μαθηταὶ τότε οὐ προσῆλθον αὐτῷ, ἀλλὰ πάλαι ἀρξάμενοι ἀκολουθεῖν καὶ εἰς τὸ ὄρος ἠκολούθησαν αὐτῷ. Προσῆλθον δὲ αὐτῷ οἱ τῶν μαθητῶν ἐλάττους καὶ τότε πρῶτον αὐτῷ προσιόντες, <οἵτινες> οὐ τὰ ὅμοια τοῖς μετ' αὐτῶν ἀναβεβηκόσι πεπόνθασι. Παρατήρει δὲ ἐν τῷ εὐαγγελίῳ τίνες μὲν ἀναγεγραμμένοι εἰσὶν ἠκολου θηκέναι τῷ Ἰησοῦ, τίνες δὲ προσεληλυθέναι, τίνες δὲ προσῆχθαι, καὶ τίνες διῃρῆσθαι εἰς προάγοντας καὶ εἰς ἀκολουθοῦντας, καὶ τῶν προσεληλυθότων τίνες αὐτῷ ἐν τῇ οἰκίᾳ προσῆλθον καὶ τίνες ἀλλαχοῦ τυγχάνοντι. Πολλὰ γὰρ ἂν εὕροις ἐκ τῆς παρατηρήσεως «πνευματικοῖς πνευματικὰ» συγκρίνων ἄξια τῆς ἐν τοῖς εὐαγγελίοις ἀκριβοῦς σοφίας. 11.19 Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ εἶπεν (15, 32[-39]). Ἀνωτέρω μὲν ἐπὶ τῆς ὁμοίας ταύτῃ περὶ τῶν ἄρτων ἱστορίας πρὸ τῶν