τοῦ κυρίου διὰ τοῦ προφήτου λέγοντος· «καὶ ἐλάλησεν αὐτοῖς κύριος». καὶ πρὸς <ἡμᾶς> λέγει νῦν κύριος διὰ τῶν γεγραμμένων τὸ «ἀποστραφήτωσαν ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς»· αὐτὸς ὁ κύριος διαλέγεταί σοι φάσκων· «καὶ καλλίονα ποιήσατε τὰ ἐπιτηδεύματα ὑμῶν». ἀλλ' ἀπεκρίναντο οὗτοι πρὸς οὓς οἱ προτρεπτικοὶ περὶ μετανοίας εἴρην ται λόγοι, καὶ ἴδωμεν τί ἀπεκρίναντο, ἵνα μὴ καὶ ἡμεῖς τοιαῦτα ἀποκρινώμεθα. τί οὖν ἀποκρινόμενοι λέγουσιν; «ἀνδρειούμεθα, ὅτι ὀπίσω τῶν ἀποστροφῶν ἡμῶν πορευσόμεθα, καὶ ἕκαστος τὰ ἀρεστὰ τῆς καρδίας αὐτοῦ τῆς πονηρᾶς ποιήσομεν». καὶ ἂν μὴ ταῖς λέξεσιν εἴπητε, ὁ δὲ βίος ὑμῶν τοιοῦτος ᾖ ὡς ἁμαρτάνειν, δυνάμει λέγετε καὶ ὑμεῖς διὰ τῶν πονηρῶν πράξεων μετὰ τοὺς προτρεπτικοὺς λόγους τὸ «ἀνδρειούμεθα, ὅτι ὀπίσω τῶν ἀποστροφῶν ἡμῶν πο ρευσόμεθα, καὶ ἕκαστος τὰ ἀρεστὰ τῆς καρδίας αὐτοῦ τῆς πονηρᾶς ποιήσομεν». τί δὲ τὸ «ὀπίσω τῶν ἀποστροφῶν ἡμῶν πορευσό μεθα»; οἱ ἀρξάμενοι βάλλειν «ἐπ' ἄροτρον τὴν χεῖρα» καὶ «τοῖς ἔμ προσθεν ἐπεκτεινόμενοι ἐν τῷ ἀροτριᾶν, τῶν δὲ ὄπισθεν ἐπιλαν θανόμενοι», ἀπεστράφησαν τὰ φαῦλα. ἐπὰν οὖν τις βαλὼν «ἐπ' ἄροτρον τὴν χεῖρα» στραφῇ εἰς τὰ ὀπίσω, «ὀπίσω τῶν ἀποστροφῶν» αὐτοῦ πορεύσεται· ὀπίσω γὰρ πορεύσεται ἐκείνων ἃ ἀπεστράφη, καὶ παλινδρομεῖ ἐπ' ἐκεῖνα ἃ καταλέλοιπεν ἁμαρτήματα. καὶ τῶν ἀκουόν των οὖν ταῦτα, εἴτε κατηχουμένων καταλιπόντων τὸν ἐθνικὸν βίον εἴτε πιστῶν ἤδη προκεκοφότων ἐν τῷ «τοῖς ἔμπροσθεν ἐπεκτεί νεσθαι», εἰ ὁ βίος <γε>γένηται μοχθηρός, οὐδὲν ἄλλο λέγουσιν ἢ καὶ τὸ «ὀπίσω τῶν ἀποστροφῶν ἡμῶν πορευσόμεθα, καὶ ἕκαστος τὰ ἀρεστὰ τῆς καρδίας αὐτοῦ» οὐχ ἁπλῶς, ἀλλὰ «τῆς πονηρᾶς ποιήσομεν». ἔστι γὰρ καρδία πονηρὰ καὶ ἔστι καρδία ἀγαθή. μηδεὶς οὖν «ὀπίσω τῶν ἀποστροφῶν» ἑαυτοῦ πορευέσθω μηδὲ «τὰ ἀρεστὰ τῆς καρδίας αὐτοῦ τῆς πονηρᾶς» ποιείτω. «∆ιὰ τοῦτο» πρὸς τοὺς ταῦτα ἀποκρινομένους «λέγει κύριος· ἐρωτήσατε δὴ ἐν ἔθνεσι· τίς ἤκουσε τοιαῦτα φρικτὰ ἃ ἐποίησε σφόδρα παρθένος Ἰσραήλ;» δόξει δὲ καὶ ταῦτα ἁπλῶς εἰρῆσθαι. ἀλλ' ἐὰν ἡ ἀπὸ τῶν ἐθνῶν ἐκκλησία ὃν δεῖ τρόπον ἐπιστραφῇ πρὸς τὸν θεόν, λεχθήσεται· «ἐρωτήσατε δὴ ἐν ἔθνεσιν· ἀκούσατε ἃ ἐποίησε φρικτὰ σφόδρα παρθένος Ἰσραήλ.» βίον γὰρ συγκρίνωμεν ἐκείνων τῶν ἡμαρτηκότων τῷ βίῳ τῶν ἐπιστρεψάντων καὶ πιστευσάντων, καὶ εἰσόμεθα ὅτι ἐκεῖνοι μὲν φρικτὰ πεποιήκασι «τὸν κύριον τῆς δόξης» ἀποκτείναντες, οὗτοι δέ, ἐκείνων φρικτὰ ποιησάντων, ἐπέ στρεψαν πρὸς αὐτόν, ὑπὲρ τῶν ἁμαρτημάτων τοῦ κόσμου ὑπ' ἐκείνων ἀναιρεθέντα καὶ ἀποθανόντα. «ἐρωτήσατε» οὖν «ἐν ἔθνεσι· τίς ἤκουσε τοιαῦτα φρικτὰ ἃ ἐποίησε σφόδρα παρθένος Ἰσραήλ»; 18.9 «Μὴ ἐκλείψουσιν ἀπὸ πέτρας μαστοί, ἢ χιὼν ἀπὸ τοῦ Λι βάνου; ἢ ἐκκλινεῖ ὕδωρ βιαίως ἀνέμῳ φερόμενον; ὅτι ἐπελάθετό μου ὁ λαός μου, εἰς κενὸν ἐθυμίασαν, καὶ ἀσθενήσουσιν ἐν ταῖς ὁδοῖς αὐτῶν σχοίνους αἰωνίους τοῦ ἐπιβῆναι τρίβους οὐκ ἔχοντας ὁδὸν εἰς πορείαν, τοῦ τάξαι τὴν γῆν αὐτῶν εἰς ἀφανισμὸν καὶ σύριγμα αἰώ νιον». διαφορὰς ὑδάτων ἐνταῦθα εἴρηκε· πρῶτον μὲν ἐν τῷ «μὴ ἐκλείψουσιν ἀπὸ πέτρας μαστοί;» δεύτερον δέ <ἐν τῷ> «ἢ χιὼν ἀπὸ Λιβάνου;» τρίτον δὲ ἐν τῷ «μὴ ἐκκλινεῖ ὕδωρ βιαίως ἀνέμῳ φερό μενον;» ταῦτα τὰ τρία εἴδη τῶν ὑδάτων αἱ πηγαί εἰσι τῶν ὑδάτων, ἃς ἐπιποθεῖ ἡ ὡμοιωμένη τῇ ἐλάφῳ ψυχὴ τῶν δικαίων, ὥστ' ἂν ἕκαστον εἰπεῖν· «ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σέ, ὁ θεός». τίς οὖν ἔλαφος γεγένηται πολέμιος τῷ τῶν ὄφεων γένει, μηδὲν πάσχων ὑπὸ τοῦ ἰοῦ αὐτῶν, ὡς ἱστορεῖται περὶ τῆς ἐλάφου; τίς οὕτως ἐδίψησε θεὸν ὥστ' ἂν εἰπεῖν· «ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν θεὸν τὸν ζῶντα»; τίς οὕτως ἐδίψησε τοὺς μαστοὺς τῆς πέτρας; «ἡ πέτρα δὲ ἦν ὁ Χριστός». τίς οὕτως ἐδίψησεν ἁγίου πνεύματος ὥστ' ἂν εἰπεῖν· «ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σέ, ὁ θεός»; ἐὰν μὴ τὰς τρεῖς πηγὰς τῶν ὑδάτων διψήσωμεν, οὐδὲ μίαν πηγὴν τῶν ὑδάτων εὑρήσομεν. ἔδοξαν δεδιψηκέναι μιᾶς πηγῆς τῶν ὑδάτων, τοῦ θεοῦ,