36
ὑπογράφων, παράταξίν τε πολεμικήν; Πόθεν τε τὰ ὄρη παρωξύνθη, μᾶλλον δὲ ἐκλονήθη, κατὰ τὸν Ἀκύλαν· ἢ ἐταράχθη, κατὰ τὸν Σύμμαχον; Ἦν οὐκ ἀφ' ἑαυτῶν ἐποιήσαντο, ὡς ἐκ Θεοῦ δὲ συρόμενοι, πρὸς τὴν τῶν ἡμαρτηκότων πολιορκίαν, ἐξ ἄκρου τῆς γῆς, ἵνα τὸ Ῥωμαίων δηλώσῃ στρατόπεδον ἀπὸ τῶν δυτικῶν ὥρμησαν μερῶν. Βαβυλωνίους γὰρ καὶ Ἀσσυρίους ἡ ἐξ ὀνόματος ἡ ἀπὸ βοῤῥᾶ καλεῖν εἴωθεν ἡ Γραφή. Βορειότεροι γὰρ οὗτοι τῆς Ἰουδαίας εἰσίν. Νῦν δὲ περὶ Ῥωμαίων λέγων φησὶν, Ὀργῶσιν ὡς λέοντες, καὶ [παρέστησαν] ὡς σκύμνοι λέοντος. ∆ηλῶν δὲ καὶ τὸ πλῆθος καὶ τὸ συμμιγὲς τῆς φωνῆς, θαλάττῃ κυμαινούσῃ τούτους ἀπείκασεν. Περὶ δὲ τῶν πολιορκουμένων φησὶν, Ἐμβλέψονται εἰς γῆν. Καὶ ἰδοὺ σκότος σκληρὸν ἐν τῇ ἀπορίᾳ αὐτῶν, τὴν ἐκ τῶν δειμάτων ἀπορίαν δηλῶν, οἳ καὶ κοπρίων δίκην ὑποκείσονται τοῖς ἐχθροῖς. Σύσσημα δὲ, φησὶν, τὰ ὑπὸ τῶν ἀνατεταμένων σημείων, ἢ κατασπωμένων τοῖς στρατοπέδοις δηλούμενα. Ταῦτα δὲ πεπόνθασιν ἀποστραφέντες τὸν Λόγον Κυρίου, καθάπερ καὶ Ἱερεμίας φησὶν, "Ἐπτοήθησαν καὶ ἑάλωσαν." Σοφία τίς ἐστιν αὐτοῖς, ὅτι τὸν Λόγον Κυρίου ἀπεδοκίμασαν; 1928 ∆ιὸ νῦν αὐτοὺς ἀπεικάζει καλάμῃ, ἥτις διάκενος οὖσα, ἐπὶ σαθρᾶς βαίνει τῆς βάσεως, ἀνώμαλόν τε ἔχει τὴν αὔξησιν, οἵους ἄν τις ὑπόθοιτο τοὺς ἀπὸ τῶν τοῦ κόσμου τούτου γνωρίμους. Κενοὶ γὰρ ὄντες τὸν ἔσω ἄνθρωπον, τῇ τοῦ βίου συζῶσιν ἀνωμαλίᾳ, βαίνοντες γὰρ ἐπὶ σαθροῦ. Ἄνθραξ δέ ἐστι πῦρ γεῶδες μετὰ τὴν τῆς φλογὸς πάροδον τῇ παχυτέρᾳ ὕλῃ ἐναπομεῖναν. Τοῖς οὖν ὑπὸ παθῶν φλεγομένοις, ὡς ἔνδον ἔχουσι τῆς καύσεως τὴν αἰτίαν, ἐξ ἧς ὁ πλούσιος ὑπὸ δίψης ἐφλέγετο, οἷοι καὶ οἱ τὸν οἶνον πίνοντες, καὶ ὑπὸ τούτου φλεγόμενοι, πρὸς οὓς νῦν ὁ λόγος, τὸν ἐκ τῆς καύσεως εἰκότως ἀφανισμὸν ἀπειλεῖ. Ἀλλὰ καὶ δώρων, ἔφη, χάριν τὸ δίκαιον διαστρέφουσιν. ∆ιὸ καὶ τὴν ῥίζαν αὐτῶν συγκαυθήσεσθαι, ἥτις ἐστὶν ἡ φιλαργυρία· ἀφ' ἧς ῥίζης οὐ καρποὶ γίνονται. Ἄνθος δὲ ὁποῖον; εἰκὸς κονιορτῷ παραπλήσιον ἀστάτῳ φύσει καὶ σκεδαστῇ. Καὶ, ὥσπερ οὗτος ἐμποδίζων ταῖς ἀναπνοαῖς ἐπιβουλεύει ἡμῶν τῇ ζωῇ· οὕτω, καὶ τῆς φιλαργυρίας τὰ ἄνθη, αἱ πλεονεξίαι, τὸ ψεῦδος, αἱ συκοφαντίαι, τὴν ἀληθῆ ζωὴν ἡμῶν ἀναιρεῖ, τῇ καθαρότητι τοῦ Πνεύματος ἐμποδίζοντα· εἰπὼν δὲ, Οὐαὶ οἱ ἰσχύοντες ὑμῶν, καὶ οἱ δυνάσται, νῦν φησὶ, Καὶ ἐθυμώθη ὀργῇ Κύριος ἐπὶ τὸν λαὸν αὐτοῦ, ὡς καὶ αὐτοῦ κατὰ ζῆλον τῶν προεστώτων ἡμαρτηκότος. Ἀπ' ἐκείνων γὰρ ἐπὶ τοῦτον ἡ ὀργὴ τὴν πάροδον ἔσχηκεν· θυμὸς δὲ καὶ ὀργὴ τροπικῶς ἐπὶ Θεοῦ. Καὶ τάχα ἡ μὲν ἐπίπονος παίδευσις, ὀργή. Ὁ δὲ ταραχὴν ἡμῶν ἐμποιῶν τοῖς λογισμοῖς ἔλεγχος, θυμὸς προσηγόρευται. Ἐν θυμῷ γὰρ αὐτοῦ, φησὶ, ταράξει αὐτοὺς, μήπω λόγου μεταλαβεῖν αὐτοὺς ἀξιῶν. Ἡ δὲ ὀργὴ παιδεύει κατὰ τό· "Τότε λαλήσει, πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ. Θυμοῦ τοίνυν ἀνύει μᾶλλον, παιδεύουσα. ∆ιόπερ Ἱερεμίας, "Παίδευσον ἡμᾶς, φησὶ, Κύριε, πλὴν ἐν κρίσει, καὶ μὴ ἐν θυμῷ." Οὐ γὰρ εἶπεν, Καὶ μὴ ἐν ὀργῇ. Χρηστοτέρα δὲ ἡ ἀπὸ κρίσεως παίδευσις, τῆς ἀπὸ θυμοῦ καὶ ὀργῆς. Ὁ γὰρ ἐν κρίσει παιδευθεὶς, ἀπὸ τῶν τοῦ Θεοῦ κριμάτων φωτίζεται πρὸς τὸ κρίσει πάντα καὶ λόγῳ ποιεῖν. Λογισμοὶ γὰρ δικαίων καὶ κρίματα. Τοῦ δὲ Θεοῦ τὴν χεῖρα ἐπάγοντος τῷ λαῷ, τουτέστι τὴν κολαστικὴν δύναμιν, κατὰ τὸν Ἰώβ· "Χεὶρ γὰρ Κυρίου ἡ ἁψαμένη μου ἐστίν· περὶ οὗ καί φησιν ὁ διάβολος·" Οὐ μὴν δὲ, ἀλλ' ἀπόστειλον τὴν χεῖρά σου καὶ ἅψαι τῶν ὀστέων αὐτοῦ. Τότε, φησὶ, παρωξύνθη τὰ ὄρη. Συγκινεῖται γὰρ τῷ Θεῷ πρὸς δίκην ἡ κτίσις. Οὕτω πανταχόθεν ἦσαν αἱ τῶν Αἰγυπτίων πληγαὶ, ἀπὸ ἀέρος, ἀπὸ γῆς, ἀπὸ ὕδατος. Καὶ πῦρ δὲ πρὸς τούτοις ἐφλόγιζε. Τινὲς δέ φασιν οὕτως εἰρῆσθαι τὰς Ῥωμαίων ἀρχὰς, διὰ τὸ ἐν δόξῃ περιφανὲς, καὶ τὸ ἐν ἀξιώμασιν ἐπηρμένον. Κοπρίοις δὲ διὰ τὴν ἀτιμίαν ἀπεικάζει τοὺς τεθνηκότας. Τοιοῦτοι καὶ οἱ τοῖς ἁμαρτήμασιν ἐπιμείναντες, καὶ ὑπὸ 1929 τῶν ἐναντίων δυνάμεων καταπατούμενοι. ∆ιὰ γὰρ τὴν ἀμετανόητον αὐτῶν καρδίαν, τὸν θυμὸν, φησὶν, οὐκ ἀποστραφήσεσθαι, πρὸς δὲ δίκην μένειν ἐπηρμένην τὴν χεῖρα· καθ' ὧν καὶ τὰ ὄρη τὰ νοητὰ παροξύνεται, ἀρχαὶ, καὶ ἐξουσίαι, καὶ