ἁγίου Λαζάρου σῶμα καὶ Μαρίας τῆς Μαγδαληνῆς ἀπέθετο. τούτῳ τῷ καιρῷ παραδίδοται Ταυρομένιον τοῖς Ἀγαρηνοῖς. 10. Τῷ ιεʹ ἔτει παρελήφθη ἡ νῆσος Λῆμνος ὑπὸ τῶν Ἀγαρηνῶν. 11. Τῷ ιʹ ἔτει ἐν τῇ προελεύσει τῆς πεντηκοστῆς τοῦ βασιλέως εἰσοδεύοντος εἰς τὸν ἅγιον Μώκιον, ὃν πρῴην φασὶν Ἡρακλέους εἶναι ναόν, ἐπεὶ πλησίον τῆς σωλέας ἦλθεν, ἐξελθών τις ἐκ τοῦ ἄμβωνος ἔδωκεν αὐτῷ κατὰ κεφαλῆς μετὰ ῥάβδου ἰσχυρᾶς καὶ παχείας· καὶ εἰ μὴ εἰς πολυκάνδηλον ἡ ῥάβδος ἐνεποδίσθη, παρευθὺ ἂν τοῦ ζῆν αὐτὸν ἀπήλλαξεν. τοῦ δὲ αἵματος σφοδρῶς καταρρέοντος ταραχὴ καὶ φυγὴ τῶν ἀρχόντων γέγονε. διὸ καὶ τοῦ ἀδελφοῦ Ἀλεξάνδρου νόσον προφασισαμένου καὶ ἐν τῇ εἰσόδῳ μὴ κατελθόντος, ὑπόληψις γέγονε τὴν τοιαύτην ἐπιβουλὴν αὐτὸν κατεργάσασθαι. κρατηθέντος τοῦ δόντος τῷ βασιλεῖ, καὶ πολλὰς βασάνους καὶ τιμωρίας ὑπομεμενηκότος ἐπὶ πολλὰς ἡμέρας, ἐπεὶ μηδένα καθωμολόγησεν, ἐκκόπτεται χεῖρας καὶ πόδας καὶ ἐν τῷ σφενδόνι τοῦ ἱππικοῦ καίεται. ἔκτοτε οὖν ἐξεκόπη ἡ τοιαύτη 705 προέλευσις. καὶ μετά τινα καιρὸν ἀνῆλθεν Μάρκος ὁ σοφώτατος οἰκονόμος τῆς αὐτῆς ἐκκλησίας, ὃς ἦν ἀναπληρώσας τὸ τετράῳδον τοῦ κυροῦ Κοσμᾶ τῆς μεγάλης ἑβδομάδος ἤτοι τοῦ μεγάλου σαββάτου, πρὸς τὸν βασιλέα, καὶ συνεστιώμενος αὐτῷ ἐξελιπάρει μὴ ἐκκοπῆναι τὴν ἑορτήν. καὶ τοῦ βασιλέως ἀπαναινομένου ἔφη ὁ Μάρκος ὅτι προείρηται τοῦτο παρὰ τοῦ ∆αβίδ· φησὶ γὰρ "ὅσα ἐπονηρεύσατο ὁ ἐχθρὸς ἐπὶ τῷ ἁγίῳ σου, καὶ ἐνεκαυχήσαντο οἱ μισοῦντές σε ἐν μέσῳ τῆς ἑορτῆς σου." καὶ δεῖ σε, ὦ δέσποτα, ἀπὸ τοῦ νῦν κρατῆσαι τῆς βασιλείας ἔτη δέκα. ὃ δὴ καὶ γέγονε· τῇ γὰρ αὐτῇ ἡμέρᾳ ᾗ ἔλαβεν, τῇ αὐτῇ καὶ τελευτᾷ. 12. Τῷ ιζʹ ἔτει ἠγάγετο ὁ βασιλεὺς καὶ τετάρτην γυναῖκα, Ζωὴν ὀνομαζομένην τὴν Καρβουνοψίναν. 13. Τῷ ιηʹ ἔτει ἀνέρχεται κατὰ τῆς πόλεως ὁ στόλος τῶν Ἀγαρηνῶν ἅμα τῷ Τριπολίτῃ. Τριπολῖται δὲ ἐκλήθησαν διὰ τὸ τριῶν ἐκ γενεῶν συναχθῆναι, ἐξ Ἀράβων καὶ Τυρίων καὶ Σιδονίων ἀποίκων. ὡσαύτως δὲ καὶ τὸ Αἰγαῖον πέλαγος τὴν κλῆσιν ἀπείληφεν ἀπὸ τῆς τῶν ὑδάτων φορᾶς, ἀϊσσούσης κατὰ τρόπον αἰγός. ὁμοίως δὲ καὶ Στρόβηλος ὠνομάσθη ἀπὸ τῆς τοπικῆς θέσεως, καὶ Λάμψακος ἀπὸ φωτὸς λάμψεως, ὅπερ ἐν νυκτὶ Φωκέων θεμελιούντων ταύτην καὶ εὐξαμένων θεόθεν ἐπέλαμψεν, καὶ ἡ τῶν θεμελίων βάσις καλῶς κεκραταίωται. καὶ Ἴμβρος ἀπὸ Ἴμβρου κέκληται υἱοῦ Ἀνθέος, 706 οὗ γενέτης Στάφυλος, ∆ιονύσου φίλτατος υἱός. καὶ Ἑλλήσποντος ἀπὸ Ἕλλης τῆς Φρίξου ἀδελφῆς, τῷ ἐκεῖσε πελάγει ῥιφείσης. Κιβύρρα δὲ ὑπὸ Κιβύρρου ἀδελφοῦ. ἡ δὲ Θάσος Χρυσῆ πρῴην ἐλέγετο. Σαμοθρᾴκη δὲ ἡ ἐν τῇ Θρᾴκῃ χερρόνησος, ἥτις πρῴην Θηριοῦσα διὰ τὸ θηρίων πεπληρῶσθαι, καὶ ἱερὰν νυμφῶν οὖσαν, ὠνομάζετο, μετέπειτα δὲ τοῦ ῥοῦ συρραγέντος εἰς νῆσον συνέστη, καὶ ὑπὸ Σαμίων κατοίκων ἐν κατασχέσει γενομένη Σαμοθρᾴκη μετωνομάσθη. Λαοδίκεια κατωνομάσθη ἀπὸ τῆς γυναικὸς Σελεύκου τοῦ Ἀντιόχου, ὃς ἐπὶ τῷ ὀνόματι ταύτης ἔκτισε τὴν Λαοδίκειαν. Τένεδος δὲ ἀπὸ τοῦ Τέννου τοῦ υἱοῦ Κύκνου τοῦ Ποσειδῶνος, καὶ τοῦ ἐν αὐτῇ ἱεροῦ ἕδους τῆς Ἀθήνης. Μεσημβρία δὲ ἡ πρὶν Μεμνεβρία, ἀπὸ τοῦ Μέμνου Θρᾳκὸς τοῦ ταύτην οἰκίσαντος καὶ βρία τὸ παρά τισι Θρᾳκῶν πόλισμα λεγόμενον· πρὸς δὲ τὸ εὐφραδέστερον Μεσημβρία νῦν ὀνομάζεται. Αἷμος ἀπό τινος ἀναιρεθέντος ἐκεῖσε δι' Ἡρακλέους καὶ τὸν τόπον αἱμάξαντος· ἀκρωτήριον δέ ἐστι Θρᾴκης. Μήδεια ἀπὸ Μήδης τῆς Αἰήτου θυγατρὸς κατωνόμασται. Σηλυβρία ἀπὸ Σήλυος τοῦ Θρᾳκῶν βασιλέως, ὅστις αὐτὴν ᾤκισεν. Μακεδονία ἡ πρὶν Ἀμαθία λεγομένη ἀπὸ ἀρχαίου τινὸς ἡγεμόνος. ἦν δὲ καὶ πόλις Ἀμαθία λεγομένη πρὸς τῇ θαλάσσῃ τῷ ἔθνει ἐπώνυμος. Νικόπολις κατὰ τὸ ἐπώνυμος τῆς νίκης, ἣν Αὔγουστος Σεβαστὸς κατὰ Ἀντωνίου καὶ Κλεοπάτρας εἰργάσατο, καὶ τὴν Αἰγυπτίων ἀρχὴν τοῖς Ῥωμαίοις ὑπέκλινεν. Ἱερὸν Εὐξείνου, ὃ παρὰ τῶν 707 τῆς Ἀργοῦς πλωτήρων διερχομένων ἐκεῖσε ἀνίδρυται. Φάρος δὲ ἀφιδρυμάτιον ᾧ πυρσὸς ἐπιτίθεται εἰς ὁδηγίαν ἀπρόσκοπτον τοῖς ἐν νυκτὶ παροδίταις. Ῥῶς δέ, οἱ καὶ ∆ρομῖται, φερώνυμοι ἀπὸ Ῥῶς τινὸς σφοδροῦ